RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 μετα ταυτα εφανερωσεν εαυτον παλιν ο ιησουσ τοισ μαθηταισ επι τησ θαλασσησ τησ τιβεριαδοσ εφανερωσεν δε ουτωσ 1 After these things, Jesus revealed himself again to the disciples at the sea of Tiberias. He revealed himself this way.
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.
2 ησαν ομου σιμων πετροσ και θωμασ ο λεγομενοσ διδυμοσ και ναθαναηλ ο απο κανα τησ γαλιλαιασ και οι του ζεβεδαιου και αλλοι εκ των μαθητων αυτου δυο 2 Simon Peter, Thomas called Didymus, Nathanael of Cana in Galilee, and the sons of Zebedee, and two others of his disciples were together.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3 λεγει αυτοισ σιμων πετροσ υπαγω αλιευειν λεγουσιν αυτω ερχομεθα και ημεισ συν σοι εξηλθον και ενεβησαν εισ το πλοιον ευθυσ και εν εκεινη τη νυκτι επιασαν ουδεν 3 Simon Peter said to them, “I’m going fishing.” They told him, “We are also coming with you.” They immediately went out and entered into the boat. That night, they caught nothing.
3 λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 πρωιασ δε ηδη γενομενησ εστη ο ιησουσ εισ τον αιγιαλον ου μεντοι ηδεισαν οι μαθηται οτι ιησουσ εστιν 4 But when day had already come, Jesus stood on the beach; yet the disciples didn’t know that it was Jesus.
4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.
5 λεγει ουν αυτοισ ο ιησουσ παιδια μη τι προσφαγιον εχετε απεκριθησαν αυτω ου 5 Jesus therefore said to them, “Children, have you anything to eat?” They answered him, “No.”
5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
6 ο δε ειπεν αυτοισ βαλετε εισ τα δεξια μερη του πλοιου το δικτυον και ευρησετε εβαλον ουν και ουκετι αυτο ελκυσαι ισχυσαν απο του πληθουσ των ιχθυων 6 He said to them, “Cast the net on the right side of the boat, and you will find some.” They cast it therefore, and now they weren’t able to draw it in for the multitude of fish.
6 ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 λεγει ουν ο μαθητησ εκεινοσ ον ηγαπα ο ιησουσ τω πετρω ο κυριοσ εστιν σιμων ουν πετροσ ακουσασ οτι ο κυριοσ εστιν τον επενδυτην διεζωσατο ην γαρ γυμνοσ και εβαλεν εαυτον εισ την θαλασσαν 7 That disciple therefore whom Jesus loved said to Peter, “It’s the Lord!” So when Simon Peter heard that it was the Lord, he wrapped his coat around himself (for he was naked), and threw himself into the sea.
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
8 οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον ου γαρ ησαν μακραν απο τησ γησ αλλ ωσ απο πηχων διακοσιων συροντεσ το δικτυον των ιχθυων 8 But the other disciples came in the little boat (for they were not far from the land, but about two hundred cubits away), dragging the net full of fish.
8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 ωσ ουν απεβησαν εισ την γην βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον 9 So when they got out on the land, they saw a fire of coals there, with fish and bread laid on it.
9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10 λεγει αυτοισ ο ιησουσ ενεγκατε απο των οψαριων ων επιασατε νυν 10 Jesus said to them, “Bring some of the fish which you have just caught.”
10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11 ανεβη σιμων πετροσ και ειλκυσεν το δικτυον επι τησ γησ μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων και τοσουτων οντων ουκ εσχισθη το δικτυον 11 Simon Peter went up, and drew the net to land, full of one hundred fifty-three great fish. Even though there were so many, the net wasn’t torn.
11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
12 λεγει αυτοισ ο ιησουσ δευτε αριστησατε ουδεισ δε ετολμα των μαθητων εξετασαι αυτον συ τισ ει ειδοτεσ οτι ο κυριοσ εστιν 12 Jesus said to them, “Come and eat breakfast!” None of the disciples dared inquire of him, “Who are you?” knowing that it was the Lord.
12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
13 ερχεται ουν ο ιησουσ και λαμβανει τον αρτον και διδωσιν αυτοισ και το οψαριον ομοιωσ 13 Then Jesus came and took the bread, gave it to them, and the fish likewise.
13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 τουτο ηδη τριτον εφανερωθη ο ιησουσ τοισ μαθηταισ αυτου εγερθεισ εκ νεκρων 14 This is now the third time that Jesus was revealed to his disciples after he had risen from the dead.
14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
15 οτε ουν ηριστησαν λεγει τω σιμωνι πετρω ο ιησουσ σιμων ιωνα αγαπασ με πλειον τουτων 3778 D-GPM λεγει αυτω ναι κυριε συ οιδασ οτι φιλω σε λεγει αυτω βοσκε τα αρνια μου 15 So when they had eaten their breakfast, Jesus said to Simon Peter, “Simon, son of Jonah, do you love me more than these?” He said to him, “Yes, Lord; you know that I have affection for you.” He said to him, “Feed my lambs.”
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
16 λεγει αυτω παλιν δευτερον σιμων ιωνα αγαπασ με λεγει αυτω ναι κυριε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου 16 He said to him again a second time, “Simon, son of Jonah, do you love me?” He said to him, “Yes, Lord; you know that I have affection for you.” He said to him, “Tend my sheep.”
16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
17 λεγει αυτω το τριτον σιμων ιωνα φιλεισ με ελυπηθη ο πετροσ οτι ειπεν αυτω το τριτον φιλεισ με και ειπεν αυτω κυριε συ παντα οιδασ συ γινωσκεισ οτι φιλω σε λεγει αυτω ο ιησουσ βοσκε τα προβατα μου 17 He said to him the third time, “Simon, son of Jonah, do you have affection for me?” Peter was grieved because he asked him the third time, “Do you have affection for me?” He said to him, “Lord, you know everything. You know that I have affection for you.” Jesus said to him, “Feed my sheep.
17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
18 αμην αμην λεγω σοι οτε ησ νεωτεροσ εζωννυεσ σεαυτον και περιεπατεισ οπου ηθελεσ οταν δε γηρασησ εκτενεισ τασ χειρασ σου και αλλοσ σε ζωσει και οισει οπου ου θελεισ 18 Most certainly I tell you, when you were young, you dressed yourself and walked where you wanted to. But when you are old, you will stretch out your hands, and another will dress you and carry you where you don’t want to go.”
18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.
19 τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον και τουτο ειπων λεγει αυτω ακολουθει μοι 19 Now he said this, signifying by what kind of death he would glorify God. When he had said this, he said to him, “Follow me.”
19 τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
20 επιστραφεισ δε ο πετροσ βλεπει τον μαθητην ον ηγαπα ο ιησουσ ακολουθουντα οσ και ανεπεσεν εν τω δειπνω επι το στηθοσ αυτου και ειπεν κυριε τισ εστιν ο παραδιδουσ σε 20 Then Peter, turning around, saw a disciple following. This was the disciple whom Jesus loved, the one who had also leaned on Jesus’ chest at the supper and asked, “Lord, who is going to betray you?”
20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21 τουτον ιδων ο πετροσ λεγει τω ιησου κυριε ουτοσ δε τι 21 Peter, seeing him, said to Jesus, “Lord, what about this man?”
21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
22 λεγει αυτω ο ιησουσ εαν αυτον θελω μενειν εωσ ερχομαι τι προσ σε συ ακολουθει μοι 22 Jesus said to him, “If I desire that he stay until I come, what is that to you? You follow me.”
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι.
23 εξηλθεν ουν ο λογοσ ουτοσ εισ τουσ αδελφουσ οτι ο μαθητησ εκεινοσ ουκ αποθνησκει και ουκ ειπεν αυτω ο ιησουσ οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εωσ ερχομαι τι προσ σε 23 This saying therefore went out among the brothers that this disciple wouldn’t die. Yet Jesus didn’t say to him that he wouldn’t die, but, “If I desire that he stay until I come, what is that to you?”
23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 ουτοσ εστιν ο μαθητησ ο μαρτυρων περι τουτων και γραψασ ταυτα και οιδαμεν οτι αληθησ εστιν η μαρτυρια αυτου 24 This is the disciple who testifies about these things, and wrote these things. We know that his witness is true.
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 εστιν δε και αλλα πολλα οσα εποιησεν ο ιησουσ ατινα εαν γραφηται καθ εν ουδε αυτον οιμαι τον κοσμον χωρησαι τα γραφομενα βιβλια αμην 25 There are also many other things which Jesus did, which if they would all be written, I suppose that even the world itself wouldn’t have room for the books that would be written.
25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.