Jude · Byzantine Textform (Robinson-Pierpont 2018)
Jude 1 Byzantine Textform (Robinson-Pierpont 2018)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Romans 16:25–27 stands after 14:23 (as 14:24–26), as in most Byzantine manuscripts.
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ιουδασ ιησου χριστου δουλοσ αδελφοσ δε ιακωβου τοισ εν θεω πατρι ηγιασμενοισ και ιησου χριστω τετηρημενοισ κλητοισ
1 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφός δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2 ελεοσ υμιν και ειρηνη και αγαπη πληθυνθειη
2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 αγαπητοι πασαν σπουδην ποιουμενοσ γραφειν υμιν περι τησ κοινησ σωτηριασ αναγκην εσχον γραψαι υμιν παρακαλων επαγωνιζεσθαι τη απαξ παραδοθειση τοισ αγιοισ πιστει
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 παρεισεδυσαν γαρ τινεσ ανθρωποι οι παλαι προγεγραμμενοι εισ τουτο το κριμα ασεβεισ την του θεου ημων χαριν μετατιθεντεσ εισ ασελγειαν και τον μονον δεσποτην θεον και κυριον ημων ιησουν χριστον αρνουμενοι
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5 υπομνησαι δε υμασ βουλομαι ειδοτασ υμασ απαξ τουτο οτι ο κυριοσ λαον εκ γησ αιγυπτου σωσασ το δευτερον τουσ μη πιστευσαντασ απωλεσεν
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
6 αγγελουσ τε τουσ μη τηρησαντασ την εαυτων αρχην αλλα απολιποντασ το ιδιον οικητηριον εισ κρισιν μεγαλησ ημερασ δεσμοισ αιδιοισ υπο ζοφον τετηρηκεν
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
7 ωσ σοδομα και γομορρα και αι περι αυτασ πολεισ τον ομοιον τουτοισ τροπον εκπορνευσασαι και απελθουσαι οπισω σαρκοσ ετερασ προκεινται δειγμα πυροσ αιωνιου δικην υπεχουσαι
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8 ομοιωσ μεντοι και ουτοι ενυπνιαζομενοι σαρκα μεν μιαινουσιν κυριοτητα δε αθετουσιν δοξασ δε βλασφημουσιν
8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.
9 ο δε μιχαηλ ο αρχαγγελοσ οτε τω διαβολω διακρινομενοσ διελεγετο περι του μωυσεωσ σωματοσ ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιασ αλλ ειπεν επιτιμησαι σοι κυριοσ
9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος.
10 ουτοι δε οσα μεν ουκ οιδασιν βλασφημουσιν οσα δε φυσικωσ ωσ τα αλογα ζωα επιστανται εν τουτοισ φθειρονται
10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 ουαι αυτοισ οτι τη οδω του καιν επορευθησαν και τη πλανη του βαλααμ μισθου εξεχυθησαν και τη αντιλογια του κορε απωλοντο
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
12 ουτοι εισιν εν ταισ αγαπαισ υμων σπιλαδεσ συνευωχουμενοι αφοβωσ εαυτουσ ποιμαινοντεσ νεφελαι ανυδροι υπο ανεμων παραφερομεναι δενδρα φθινοπωρινα ακαρπα δισ αποθανοντα εκριζωθεντα
12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, ἄκαρπα, δίς ἀποθανόντα, ἐκριζωθέντα,
13 κυματα αγρια θαλασσησ επαφριζοντα τασ εαυτων αισχυνασ αστερεσ πλανηται οισ ο ζοφοσ του σκοτουσ εισ αιωνα τετηρηται
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.
14 προεφητευσεν δε και τουτοισ εβδομοσ απο αδαμ ενωχ λεγων ιδου ηλθεν κυριοσ εν αγιαισ μυριασιν αυτου
14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
15 ποιησαι κρισιν κατα παντων και ελεγξαι παντασ τουσ ασεβεισ αυτων περι παντων των εργων ασεβειασ αυτων ων ησεβησαν και περι παντων των σκληρων ων ελαλησαν κατ αυτου αμαρτωλοι ασεβεισ
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16 ουτοι εισιν γογγυσται μεμψιμοιροι κατα τασ επιθυμιασ αυτων πορευομενοι και το στομα αυτων λαλει υπερογκα θαυμαζοντεσ προσωπα ωφελειασ χαριν
16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 υμεισ δε αγαπητοι μνησθητε των ρηματων των προειρημενων υπο των αποστολων του κυριου ημων ιησου χριστου
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
18 οτι ελεγον υμιν οτι εν εσχατω χρονω εσονται εμπαικται κατα τασ εαυτων επιθυμιασ πορευομενοι των ασεβειων
18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19 ουτοι εισιν οι αποδιοριζοντεσ ψυχικοι πνευμα μη εχοντεσ
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.
20 υμεισ δε αγαπητοι τη αγιωτατη υμων πιστει εποικοδομουντεσ εαυτουσ εν πνευματι αγιω προσευχομενοι
20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,
21 εαυτουσ εν αγαπη θεου τηρησατε προσδεχομενοι το ελεοσ του κυριου ημων ιησου χριστου εισ ζωην αιωνιον
21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον.
22 και ουσ μεν ελεειτε διακρινομενοι
22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι,
23 ουσ δε εν φοβω σωζετε εκ πυροσ αρπαζοντεσ μισουντεσ και τον απο τησ σαρκοσ εσπιλωμενον χιτωνα
23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ [τοῦ] πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 τω δε δυναμενω φυλαξαι αυτουσ απταιστουσ και στησαι κατενωπιον τησ δοξησ αυτου αμωμουσ εν αγαλλιασει
24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 μονω σοφω θεω σωτηρι ημων δοξα και μεγαλωσυνη κρατοσ και εξουσια και νυν και εισ παντασ τουσ αιωνασ αμην
25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jude
Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…
Cited in the guide: Matthew 13:55; Jude 1:1
Cross references (25)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Peter 1:5; 1 Thessalonians 5:23; 1 Peter 2:9; Romans 1:1; 2 Timothy 1:9
- 2 2 Peter 1:2; 1 Peter 1:2; Revelation 1:4–6; Romans 1:7
- 3 1 Timothy 6:12; Philippians 1:27; Jude 20; Titus 1:4; 2 Timothy 1:13
- 4 2 Peter 2:1–3; Galatians 2:4; 2 Peter 2:10; Titus 1:15–16; 1 Peter 2:16
- 5 Numbers 26:64–65; Hebrews 3:16–4:2; 1 Corinthians 10:1–12; Psalm 106:26; Numbers 14:22–37
- 6 2 Peter 2:4; Matthew 25:41; Ephesians 6:12; Matthew 8:29; 2 Peter 2:9
- 7 Deuteronomy 29:23; Romans 1:26–27; 2 Peter 2:6; Genesis 18:20; Genesis 19:24–26
- 8 Hebrews 13:17; 2 Peter 2:10–12; Exodus 22:28; 1 Timothy 1:10; 1 Peter 2:17
- 9 Zechariah 3:2; 2 Peter 2:11; Deuteronomy 34:6; Revelation 12:7; Daniel 12:1
- 10 2 Peter 2:12; Romans 1:21–22
- 11 2 Peter 2:15; 1 John 3:12; Revelation 2:14; Genesis 4:3–14; Hebrews 11:4
- 12 2 Peter 2:17–20; Matthew 15:13; Ezekiel 34:8; Proverbs 25:14; Philippians 3:19
- 13 2 Peter 2:17; Philippians 3:19; Isaiah 57:20; Psalm 65:7; Revelation 20:10
- 14 Deuteronomy 33:2; Psalm 50:3–5; Hebrews 11:5–6; 2 Thessalonians 1:7–8; 1 Thessalonians 3:13
- 15 1 Corinthians 4:5; 1 Timothy 1:9; Ecclesiastes 11:9; Revelation 22:12–15; Romans 14:10
- 16 2 Peter 2:18; Philippians 2:14; 2 Peter 2:10; 1 Timothy 6:5; Jude 18
- 17 2 Peter 3:2; 1 John 4:6; Ephesians 4:11; Acts 20:35; Malachi 4:4
- 18 2 Peter 3:3; 2 Timothy 4:3; 2 Timothy 3:13; 2 Timothy 3:1–5; 1 Timothy 4:1–2
- 19 1 Corinthians 2:14; Proverbs 18:1; Romans 8:9; James 3:15; Hosea 9:10
- 20 Ephesians 6:18; Romans 8:26–27; 1 Corinthians 14:15; Colossians 2:7; 1 Thessalonians 5:11
- 21 1 John 4:16; Lamentations 3:25–26; Hebrews 9:28; John 15:9–10; 2 Peter 3:12
- 22 James 5:19–20; Galatians 6:1; 1 John 5:16–18; Jude 4–13; Hebrews 6:4–8
- 23 1 Timothy 4:16; 1 Corinthians 15:33; Revelation 3:4; 2 Corinthians 7:10–12; 2 Thessalonians 3:14
- 24 2 Timothy 4:18; Ephesians 3:20; Colossians 1:22; John 10:29–30; Hebrews 13:20–21
- 25 1 Timothy 1:17; Revelation 5:13–14; John 5:44; 1 Peter 5:10–11; Revelation 4:9–11
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences