RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν οισ επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλουσ ηρξατο λεγειν προσ τουσ μαθητασ αυτου πρωτον προσεχετε εαυτοισ απο τησ ζυμησ των φαρισαιων ητισ εστιν υποκρισισ 1 Meanwhile, when a multitude of many thousands had gathered together, so much so that they trampled on each other, he began to tell his disciples first of all, “Beware of the yeast of the Pharisees, which is hypocrisy.
1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται 2 But there is nothing covered up that will not be revealed, nor hidden that will not be known.
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται·
3 ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προσ το ουσ ελαλησατε εν τοισ ταμειοισ κηρυχθησεται επι των δωματων 3 Therefore whatever you have said in the darkness will be heard in the light. What you have spoken in the ear in the inner rooms will be proclaimed on the housetops.
3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 λεγω δε υμιν τοισ φιλοισ μου μη φοβηθητε απο των αποκτενοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι 4 “I tell you, my friends, don’t be afraid of those who kill the body, and after that have no more that they can do.
4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εξουσιαν εχοντα εμβαλειν εισ την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε 5 But I will warn you whom you should fear. Fear him who after he has killed, has power to cast into Gehenna. Yes, I tell you, fear him.
5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 ουχι πεντε στρουθια πωλειται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου 6 “Aren’t five sparrows sold for two assaria coins? Not one of them is forgotten by God.
6 οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ·
7 αλλα και αι τριχεσ τησ κεφαλησ υμων πασαι ηριθμηνται μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε 7 But the very hairs of your head are all counted. Therefore don’t be afraid. You are of more value than many sparrows.
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 λεγω δε υμιν πασ οσ αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων και ο υιοσ του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου 8 “I tell you, everyone who confesses me before men, the Son of Man will also confess before the angels of God;
8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
9 ο δε αρνησαμενοσ με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου 9 but he who denies me in the presence of men will be denied in the presence of God’s angels.
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
10 και πασ οσ ερει λογον εισ τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εισ το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται 10 Everyone who speaks a word against the Son of Man will be forgiven, but those who blaspheme against the Holy Spirit will not be forgiven.
10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 οταν δε προσφερωσιν υμασ επι τασ συναγωγασ και τασ αρχασ και τασ εξουσιασ μη μεριμνατε πωσ η τι απολογησησθε η τι ειπητε 11 When they bring you before the synagogues, the rulers, and the authorities, don’t be anxious how or what you will answer or what you will say;
11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 το γαρ αγιον πνευμα διδαξει υμασ εν αυτη τη ωρα α δει ειπειν 12 for the Holy Spirit will teach you in that same hour what you must say.”
12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 ειπεν δε τισ αυτω εκ του οχλου διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν 13 One of the multitude said to him, “Teacher, tell my brother to divide the inheritance with me.”
13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾽ ἐμοῦ.
14 ο δε ειπεν αυτω ανθρωπε τισ με κατεστησεν δικαστην η μεριστην εφ υμασ 14 But he said to him, “Man, who made me a judge or an arbitrator over you?”
14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
15 ειπεν δε προσ αυτουσ ορατε και φυλασσεσθε απο τησ πλεονεξιασ οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτω εστιν εκ των υπαρχοντων αυτου 15 He said to them, “Beware! Keep yourselves from covetousness, for a man’s life doesn’t consist of the abundance of the things which he possesses.”
15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
16 ειπεν δε παραβολην προσ αυτουσ λεγων ανθρωπου τινοσ πλουσιου ευφορησεν η χωρα 16 He spoke a parable to them, saying, “The ground of a certain rich man produced abundantly.
16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τουσ καρπουσ μου 17 He reasoned within himself, saying, ‘What will I do, because I don’t have room to store my crops?’
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18 και ειπεν τουτο ποιησω καθελω μου τασ αποθηκασ και μειζονασ οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου 18 He said, ‘This is what I will do. I will pull down my barns, build bigger ones, and there I will store all my grain and my goods.
18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19 και ερω τη ψυχη μου ψυχη εχεισ πολλα αγαθα κειμενα εισ ετη πολλα αναπαυου φαγε πιε ευφραινου 19 I will tell my soul, “Soul, you have many goods laid up for many years. Take your ease, eat, drink, and be merry.”’
19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20 ειπεν δε αυτω ο θεοσ αφρον ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασασ τινι εσται 20 “But God said to him, ‘You foolish one, tonight your soul is required of you. The things which you have prepared—whose will they be?’
20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
21 ουτωσ ο θησαυριζων εαυτω και μη εισ θεον πλουτων 21 So is he who lays up treasure for himself, and is not rich toward God.”
21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
22 ειπεν δε προσ τουσ μαθητασ αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε 22 He said to his disciples, “Therefore I tell you, don’t be anxious for your life, what you will eat, nor yet for your body, what you will wear.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.
23 η ψυχη πλειον εστιν τησ τροφησ και το σωμα του ενδυματοσ 23 Life is more than food, and the body is more than clothing.
23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
24 κατανοησατε τουσ κορακασ οτι ου σπειρουσιν ουδε θεριζουσιν οισ ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεοσ τρεφει αυτουσ ποσω μαλλον υμεισ διαφερετε των πετεινων 24 Consider the ravens: they don’t sow, they don’t reap, they have no warehouse or barn, and God feeds them. How much more valuable are you than birds!
24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25 τισ δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα 25 Which of you by being anxious can add a cubit to his height?
25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
26 ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε 26 If then you aren’t able to do even the least things, why are you anxious about the rest?
26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 κατανοησατε τα κρινα πωσ αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ωσ εν τουτων 27 Consider the lilies, how they grow. They don’t toil, neither do they spin; yet I tell you, even Solomon in all his glory was not arrayed like one of these.
27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εισ κλιβανον βαλλομενον ο θεοσ ουτωσ αμφιεννυσιν ποσω μαλλον υμασ ολιγοπιστοι 28 But if this is how God clothes the grass in the field, which today exists and tomorrow is cast into the oven, how much more will he clothe you, O you of little faith?
28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 και υμεισ μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε 29 “Don’t seek what you will eat or what you will drink; neither be anxious.
29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων 30 For the nations of the world seek after all of these things, but your Father knows that you need these things.
30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
31 πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν 31 But seek God’s Kingdom, and all these things will be added to you.
31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα [πάντα] προστεθήσεται ὑμῖν.
32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν 32 “Don’t be afraid, little flock, for it is your Father’s good pleasure to give you the Kingdom.
32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοισ βαλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοισ ουρανοισ οπου κλεπτησ ουκ εγγιζει ουδε σησ διαφθειρει 33 Sell what you have and give gifts to the needy. Make for yourselves purses which don’t grow old, a treasure in the heavens that doesn’t fail, where no thief approaches and no moth destroys.
33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34 οπου γαρ εστιν ο θησαυροσ υμων εκει και η καρδια υμων εσται 34 For where your treasure is, there will your heart be also.
34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 εστωσαν υμων αι οσφυεσ περιεζωσμεναι και οι λυχνοι καιομενοι 35 “Let your waist be dressed and your lamps burning.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
36 και υμεισ ομοιοι ανθρωποισ προσδεχομενοισ τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντοσ και κρουσαντοσ ευθεωσ ανοιξωσιν αυτω 36 Be like men watching for their lord when he returns from the wedding feast, that when he comes and knocks, they may immediately open to him.
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 μακαριοι οι δουλοι εκεινοι ουσ ελθων ο κυριοσ ευρησει γρηγορουντασ αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτουσ και παρελθων διακονησει αυτοισ 37 Blessed are those servants whom the lord will find watching when he comes. Most certainly I tell you that he will dress himself, make them recline, and will come and serve them.
37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτωσ μακαριοι εισιν οι δουλοι εκεινοι 38 They will be blessed if he comes in the second or third watch and finds them so.
38 καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια ωρα ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου 39 But know this, that if the master of the house had known in what hour the thief was coming, he would have watched and not allowed his house to be broken into.
39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
40 και υμεισ ουν γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται 40 Therefore be ready also, for the Son of Man is coming in an hour that you don’t expect him.”
40 καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 ειπεν δε αυτω ο πετροσ κυριε προσ ημασ την παραβολην ταυτην λεγεισ η και προσ παντασ 41 Peter said to him, “Lord, are you telling this parable to us, or to everybody?”
41 εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42 ειπεν δε ο κυριοσ τισ αρα εστιν ο πιστοσ οικονομοσ και φρονιμοσ ον καταστησει ο κυριοσ επι τησ θεραπειασ αυτου του διδοναι εν καιρω το σιτομετριον 42 The Lord said, “Who then is the faithful and wise steward, whom his lord will set over his household, to give them their portion of food at the right times?
42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
43 μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ 43 Blessed is that servant whom his lord will find doing so when he comes.
43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα.
44 αληθωσ λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον 44 Truly I tell you that he will set him over all that he has.
44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 εαν δε ειπη ο δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ερχεσθαι και αρξηται τυπτειν τουσ παιδασ και τασ παιδισκασ εσθιειν τε και πινειν και μεθυσκεσθαι 45 But if that servant says in his heart, ‘My lord delays his coming,’ and begins to beat the menservants and the maidservants, and to eat and drink and to be drunken,
45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μεροσ αυτου μετα των απιστων θησει 46 then the lord of that servant will come in a day when he isn’t expecting him and in an hour that he doesn’t know, and will cut him in two, and place his portion with the unfaithful.
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 εκεινοσ δε ο δουλοσ ο γνουσ το θελημα του κυριου εαυτου και μη ετοιμασασ μηδε ποιησασ προσ το θελημα αυτου δαρησεται πολλασ 47 That servant who knew his lord’s will, and didn’t prepare nor do what he wanted, will be beaten with many stripes,
47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48 ο δε μη γνουσ ποιησασ δε αξια πληγων δαρησεται ολιγασ παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον 48 but he who didn’t know, and did things worthy of stripes, will be beaten with few stripes. To whomever much is given, of him will much be required; and to whom much was entrusted, of him more will be asked.
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 πυρ ηλθον βαλειν εισ την γην και τι θελω ει ηδη ανηφθη 49 “I came to throw fire on the earth. I wish it were already kindled.
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη!
50 βαπτισμα δε εχω βαπτισθηναι και πωσ συνεχομαι εωσ ου τελεσθη 50 But I have a baptism to be baptized with, and how distressed I am until it is accomplished!
50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ!
51 δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον 51 Do you think that I have come to give peace on the earth? I tell you, no, but rather division.
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
52 εσονται γαρ απο του νυν πεντε εν οικω ενι διαμεμερισμενοι τρεισ επι δυσιν και δυο επι τρισιν 52 For from now on, there will be five in one house divided, three against two, and two against three.
52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί·
53 διαμερισθησεται πατηρ επι υιω και υιοσ επι πατρι μητηρ επι θυγατρι και θυγατηρ επι μητρι πενθερα επι την νυμφην αυτησ και νυμφη επι την πενθεραν αυτησ 53 They will be divided, father against son, and son against father; mother against daughter, and daughter against her mother; mother-in-law against her daughter-in-law, and daughter-in-law against her mother-in-law.”
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
54 ελεγεν δε και τοισ οχλοισ οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων ευθεωσ λεγετε ομβροσ ερχεται και γινεται ουτωσ 54 He said to the multitudes also, “When you see a cloud rising from the west, immediately you say, ‘A shower is coming,’ and so it happens.
54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω·
55 και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται 55 When a south wind blows, you say, ‘There will be a scorching heat,’ and it happens.
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56 υποκριται το προσωπον τησ γησ και του ουρανου οιδατε δοκιμαζειν τον δε καιρον τουτον πωσ ου δοκιμαζετε 56 You hypocrites! You know how to interpret the appearance of the earth and the sky, but how is it that you don’t interpret this time?
56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57 τι δε και αφ εαυτων ου κρινετε το δικαιον 57 “Why don’t you judge for yourselves what is right?
57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58 ωσ γαρ υπαγεισ μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δοσ εργασιαν απηλλαχθαι απ αυτου μηποτε κατασυρη σε προσ τον κριτην και ο κριτησ σε παραδω τω πρακτορι και ο πρακτωρ σε βαλη εισ φυλακην 58 For when you are going with your adversary before the magistrate, try diligently on the way to be released from him, lest perhaps he drag you to the judge, and the judge deliver you to the officer, and the officer throw you into prison.
58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 λεγω σοι ου μη εξελθησ εκειθεν εωσ ου και τον εσχατον λεπτον αποδωσ 59 I tell you, you will by no means get out of there until you have paid the very last penny.”
59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.