RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 κακειθεν αναστασ ερχεται εισ τα ορια τησ ιουδαιασ δια του περαν του ιορδανου και συμπορευονται παλιν οχλοι προσ αυτον και ωσ ειωθει παλιν εδιδασκεν αυτουσ 1 He arose from there and came into the borders of Judea and beyond the Jordan. Multitudes came together to him again. As he usually did, he was again teaching them.
1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
2 και προσελθοντεσ φαρισαιοι επηρωτησαν αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι πειραζοντεσ αυτον 2 Pharisees came to him testing him, and asked him, “Is it lawful for a man to divorce his wife?”
2 καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 ο δε αποκριθεισ ειπεν αυτοισ τι υμιν ενετειλατο μωσησ 3 He answered, “What did Moses command you?”
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
4 οι δε ειπον μωσησ επετρεψεν βιβλιον αποστασιου γραψαι και απολυσαι 4 They said, “Moses allowed a certificate of divorce to be written, and to divorce her.”
4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ προσ την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην 5 But Jesus said to them, “For your hardness of heart, he wrote you this commandment.
5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
6 απο δε αρχησ κτισεωσ αρσεν και θηλυ εποιησεν αυτουσ ο θεοσ 6 But from the beginning of the creation, God made them male and female.
6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός·
7 ενεκεν τουτου καταλειψει ανθρωποσ τον πατερα αυτου και την μητερα και προσκολληθησεται προσ την γυναικα αυτου 7 For this cause a man will leave his father and mother, and will join to his wife,
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
8 και εσονται οι δυο εισ σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ 8 and the two will become one flesh, so that they are no longer two, but one flesh.
8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ·
9 ο ουν ο θεοσ συνεζευξεν ανθρωποσ μη χωριζετω 9 What therefore God has joined together, let no man separate.”
9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 και εν τη οικια παλιν οι μαθηται αυτου περι του αυτου επηρωτησαν αυτον 10 In the house, his disciples asked him again about the same matter.
10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν,
11 και λεγει αυτοισ οσ εαν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην 11 He said to them, “Whoever divorces his wife and marries another commits adultery against her.
11 καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν·
12 και εαν γυνη απολυση τον ανδρα αυτησ και γαμηθη αλλω μοιχαται 12 If a woman herself divorces her husband and marries another, she commits adultery.”
12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
13 και προσεφερον αυτω παιδια ινα αψηται αυτων οι δε μαθηται επετιμων τοισ προσφερουσιν 13 They were bringing to him little children, that he should touch them, but the disciples rebuked those who were bringing them.
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
14 ιδων δε ο ιησουσ ηγανακτησεν και ειπεν αυτοισ αφετε τα παιδια ερχεσθαι προσ με μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου 14 But when Jesus saw it, he was moved with indignation and said to them, “Allow the little children to come to me! Don’t forbid them, for God’s Kingdom belongs to such as these.
14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
15 αμην λεγω υμιν οσ εαν μη δεξηται την βασιλειαν του θεου ωσ παιδιον ου μη εισελθη εισ αυτην 15 Most certainly I tell you, whoever will not receive God’s Kingdom like a little child, he will in no way enter into it.”
15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16 και εναγκαλισαμενοσ αυτα τιθεισ τασ χειρασ επ αυτα ευλογει αυτα 16 He took them in his arms and blessed them, laying his hands on them.
16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.
17 και εκπορευομενου αυτου εισ οδον προσδραμων εισ και γονυπετησασ αυτον επηρωτα αυτον διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω 17 As he was going out into the way, one ran to him, knelt before him, and asked him, “Good Teacher, what shall I do that I may inherit eternal life?”
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
18 ο δε ιησουσ ειπεν αυτω τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ 18 Jesus said to him, “Why do you call me good? No one is good except one—God.
18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰμὴ εἷς ὁ Θεός.
19 τασ εντολασ οιδασ μη μοιχευσησ μη φονευσησ μη κλεψησ μη ψευδομαρτυρησησ μη αποστερησησ τιμα τον πατερα σου και την μητερα 19 You know the commandments: ‘Do not murder,’ ‘Do not commit adultery,’ ‘Do not steal,’ ‘Do not give false testimony,’ ‘Do not defraud,’ ‘Honor your father and mother.’”
19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
20 ο δε αποκριθεισ ειπεν αυτω διδασκαλε ταυτα παντα εφυλαξαμην εκ νεοτητοσ μου 20 He said to him, “Teacher, I have observed all these things from my youth.”
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21 ο δε ιησουσ εμβλεψασ αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σοι υστερει υπαγε οσα εχεισ πωλησον και δοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι αρασ τον σταυρον 21 Jesus looking at him loved him, and said to him, “One thing you lack. Go, sell whatever you have and give to the poor, and you will have treasure in heaven; and come, follow me, taking up the cross.”
21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου.
22 ο δε στυγνασασ επι τω λογω απηλθεν λυπουμενοσ ην γαρ εχων κτηματα πολλα 22 But his face fell at that saying, and he went away sorrowful, for he was one who had great possessions.
22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 και περιβλεψαμενοσ ο ιησουσ λεγει τοισ μαθηταισ αυτου πωσ δυσκολωσ οι τα χρηματα εχοντεσ εισ την βασιλειαν του θεου εισελευσονται 23 Jesus looked around and said to his disciples, “How difficult it is for those who have riches to enter into God’s Kingdom!”
23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται!
24 οι δε μαθηται εθαμβουντο επι τοισ λογοισ αυτου ο δε ιησουσ παλιν αποκριθεισ λεγει αυτοισ τεκνα πωσ δυσκολον εστιν τουσ πεποιθοτασ επι χρημασιν εισ την βασιλειαν του θεου εισελθειν 24 The disciples were amazed at his words. But Jesus answered again, “Children, how hard it is for those who trust in riches to enter into God’s Kingdom!
24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν·
25 ευκοπωτερον εστιν καμηλον δια τησ τρυμαλιασ τησ ραφιδοσ εισελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν 25 It is easier for a camel to go through a needle’s eye than for a rich man to enter into God’s Kingdom.”
25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 οι δε περισσωσ εξεπλησσοντο λεγοντεσ προσ εαυτουσ και τισ δυναται σωθηναι 26 They were exceedingly astonished, saying to him, “Then who can be saved?”
26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
27 εμβλεψασ δε αυτοισ ο ιησουσ λεγει παρα ανθρωποισ αδυνατον αλλ ου παρα θεω παντα γαρ δυνατα εστιν παρα τω θεω 27 Jesus, looking at them, said, “With men it is impossible, but not with God, for all things are possible with God.”
27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.
28 ηρξατο ο πετροσ λεγειν αυτω ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι 28 Peter began to tell him, “Behold, we have left all and have followed you.”
28 Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
29 αποκριθεισ ο ιησουσ ειπεν αμην λεγω υμιν ουδεισ εστιν οσ αφηκεν οικιαν η αδελφουσ η αδελφασ η πατερα η μητερα η γυναικα η τεκνα η αγρουσ ενεκεν εμου και ενεκεν του ευαγγελιου 29 Jesus said, “Most certainly I tell you, there is no one who has left house, or brothers, or sisters, or father, or mother, or wife, or children, or land, for my sake, and for the sake of the Good News,
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
30 εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιασ και αδελφουσ και αδελφασ και μητερασ και τεκνα και αγρουσ μετα διωγμων και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον 30 but he will receive one hundred times more now in this time: houses, brothers, sisters, mothers, children, and land, with persecutions; and in the age to come eternal life.
30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι 31 But many who are first will be last, and the last first.”
31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
32 ησαν δε εν τη οδω αναβαινοντεσ εισ ιεροσολυμα και ην προαγων αυτουσ ο ιησουσ και εθαμβουντο και ακολουθουντεσ εφοβουντο και παραλαβων παλιν τουσ δωδεκα ηρξατο αυτοισ λεγειν τα μελλοντα αυτω συμβαινειν 32 They were on the way, going up to Jerusalem; and Jesus was going in front of them, and they were amazed; and those who followed were afraid. He again took the twelve, and began to tell them the things that were going to happen to him.
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
33 οτι ιδου αναβαινομεν εισ ιεροσολυμα και ο υιοσ του ανθρωπου παραδοθησεται τοισ αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοισ εθνεσιν 33 “Behold, we are going up to Jerusalem. The Son of Man will be delivered to the chief priests and the scribes. They will condemn him to death, and will deliver him to the Gentiles.
33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,
34 και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον και τη τριτη ημερα αναστησεται 34 They will mock him, spit on him, scourge him, and kill him. On the third day he will rise again.”
34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
35 και προσπορευονται αυτω ιακωβοσ και ιωαννησ οι υιοι ζεβεδαιου λεγοντεσ διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν ποιησησ ημιν 35 James and John, the sons of Zebedee, came near to him, saying, “Teacher, we want you to do for us whatever we will ask.”
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.
36 ο δε ειπεν αυτοισ τι θελετε ποιησαι με υμιν 36 He said to them, “What do you want me to do for you?”
36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν;
37 οι δε ειπον αυτω δοσ ημιν ινα εισ εκ δεξιων σου και εισ εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου 37 They said to him, “Grant to us that we may sit, one at your right hand and one at your left hand, in your glory.”
37 οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 ο δε ιησουσ ειπεν αυτοισ ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι 38 But Jesus said to them, “You don’t know what you are asking. Are you able to drink the cup that I drink, and to be baptized with the baptism that I am baptized with?”
38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 οι δε ειπον αυτω δυναμεθα ο δε ιησουσ ειπεν αυτοισ το μεν ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε 39 They said to him, “We are able.” Jesus said to them, “You shall indeed drink the cup that I drink, and you shall be baptized with the baptism that I am baptized with;
39 οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40 το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον δουναι αλλ οισ ητοιμασται 40 but to sit at my right hand and at my left hand is not mine to give, but for whom it has been prepared.”
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται.
41 και ακουσαντεσ οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου 41 When the ten heard it, they began to be indignant toward James and John.
41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 ο δε ιησουσ προσκαλεσαμενοσ αυτουσ λεγει αυτοισ οιδατε οτι οι δοκουντεσ αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων 42 Jesus summoned them and said to them, “You know that they who are recognized as rulers over the nations lord it over them, and their great ones exercise authority over them.
42 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν·
43 ουχ ουτωσ δε εσται εν υμιν αλλ οσ εαν θελη γενεσθαι μεγασ εν υμιν εσται υμων διακονοσ 43 But it shall not be so among you, but whoever wants to become great among you shall be your servant.
43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44 και οσ εαν θελη υμων γενεσθαι πρωτοσ εσται παντων δουλοσ 44 Whoever of you wants to become first among you shall be bondservant of all.
44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος·
45 και γαρ ο υιοσ του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 45 For the Son of Man also came not to be served but to serve, and to give his life as a ransom for many.”
45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 και ερχονται εισ ιεριχω και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου υιοσ τιμαιου βαρτιμαιοσ ο τυφλοσ εκαθητο παρα την οδον προσαιτων 46 They came to Jericho. As he went out from Jericho with his disciples and a great multitude, the son of Timaeus, Bartimaeus, a blind beggar, was sitting by the road.
46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
47 και ακουσασ οτι ιησουσ ο ναζωραιοσ εστιν ηρξατο κραζειν και λεγειν ο υιοσ δαυιδ ιησου ελεησον με 47 When he heard that it was Jesus the Nazarene, he began to cry out and say, “Jesus, you son of David, have mercy on me!”
47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με.
48 και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με 48 Many rebuked him, that he should be quiet, but he cried out much more, “You son of David, have mercy on me!”
48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με.
49 και στασ ο ιησουσ ειπεν αυτον φωνηθηναι και φωνουσιν τον τυφλον λεγοντεσ αυτω θαρσει εγειραι φωνει σε 49 Jesus stood still and said, “Call him.” They called the blind man, saying to him, “Cheer up! Get up. He is calling you!”
49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε.
50 ο δε αποβαλων το ιματιον αυτου αναστασ ηλθεν προσ τον ιησουν 50 He, casting away his cloak, sprang up, and came to Jesus.
50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.
51 και αποκριθεισ λεγει αυτω ο ιησουσ τι θελεισ ποιησω σοι ο δε τυφλοσ ειπεν αυτω ραββουνι ινα αναβλεψω 51 Jesus asked him, “What do you want me to do for you?” The blind man said to him, “Rabboni, that I may see again.”
51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω.
52 ο δε ιησουσ ειπεν αυτω υπαγε η πιστισ σου σεσωκεν σε και ευθεωσ ανεβλεψεν και ηκολουθει τω ιησου εν τη οδω 52 Jesus said to him, “Go your way. Your faith has made you well.” Immediately he received his sight and followed Jesus on the way.
52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.