RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και οτε εγγιζουσιν εισ ιερουσαλημ εισ βηθσφαγη και βηθανιαν προσ το οροσ των ελαιων αποστελλει δυο των μαθητων αυτου 1 When they came near to Jerusalem, to Bethsphage and Bethany, at the Mount of Olives, he sent two of his disciples
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλὴμ εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 και λεγει αυτοισ υπαγετε εισ την κωμην την κατεναντι υμων και ευθεωσ εισπορευομενοι εισ αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεισ ανθρωπων κεκαθικεν λυσαντεσ αυτον αγαγετε 2 and said to them, “Go your way into the village that is opposite you. Immediately as you enter into it, you will find a young donkey tied, on which no one has sat. Untie him and bring him.
2 καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
3 και εαν τισ υμιν ειπη τι ποιειτε τουτο ειπατε οτι ο κυριοσ αυτου χρειαν εχει και ευθεωσ αυτον αποστελλει ωδε 3 If anyone asks you, ‘Why are you doing this?’ say, ‘The Lord needs him;’ and immediately he will send him back here.”
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 απηλθον δε και ευρον πωλον δεδεμενον προσ την θυραν εξω επι του αμφοδου και λυουσιν αυτον 4 They went away, and found a young donkey tied at the door outside in the open street, and they untied him.
4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 και τινεσ των εκει εστηκοτων ελεγον αυτοισ τι ποιειτε λυοντεσ τον πωλον 5 Some of those who stood there asked them, “What are you doing, untying the young donkey?”
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οι δε ειπον αυτοισ καθωσ ενετειλατο ο ιησουσ και αφηκαν αυτουσ 6 They said to them just as Jesus had said, and they let them go.
6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 και ηγαγον τον πωλον προσ τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων και εκαθισεν επ αυτω 7 They brought the young donkey to Jesus and threw their garments on it, and Jesus sat on it.
7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ.
8 πολλοι δε τα ιματια αυτων εστρωσαν εισ την οδον αλλοι δε στοιβαδασ εκοπτον εκ των δενδρων και εστρωννυον εισ την οδον 8 Many spread their garments on the way, and others were cutting down branches from the trees and spreading them on the road.
8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.
9 και οι προαγοντεσ και οι ακολουθουντεσ εκραζον λεγοντεσ ωσαννα ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου 9 Those who went in front and those who followed cried out, “Hosanna! Blessed is he who comes in the name of the Lord!
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10 ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατροσ ημων δαυιδ ωσαννα εν τοισ υψιστοισ 10 Blessed is the kingdom of our father David that is coming in the name of the Lord! Hosanna in the highest!”
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρός ἡμῶν Δαυΐδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 και εισηλθεν εισ ιεροσολυμα ο ιησουσ και εισ το ιερον και περιβλεψαμενοσ παντα οψιασ ηδη ουσησ τησ ωρασ εξηλθεν εισ βηθανιαν μετα των δωδεκα 11 Jesus entered into the temple in Jerusalem. When he had looked around at everything, it being now evening, he went out to Bethany with the twelve.
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιασ επεινασεν 12 The next day, when they had come out from Bethany, he was hungry.
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε·
13 και ιδων συκην μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα ευρησει τι εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ου γαρ ην καιροσ συκων 13 Seeing a fig tree afar off having leaves, he came to see if perhaps he might find anything on it. When he came to it, he found nothing but leaves, for it was not the season for figs.
13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων.
14 και αποκριθεισ ο ιησουσ ειπεν αυτη μηκετι εκ σου εισ τον αιωνα μηδεισ καρπον φαγοι και ηκουον οι μαθηται αυτου 14 Jesus told it, “May no one ever eat fruit from you again!” and his disciples heard it.
14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 και ερχονται εισ ιεροσολυμα και εισελθων ο ιησουσ εισ το ιερον ηρξατο εκβαλλειν τουσ πωλουντασ και αγοραζοντασ εν τω ιερω και τασ τραπεζασ των κολλυβιστων και τασ καθεδρασ των πωλουντων τασ περιστερασ κατεστρεψεν 15 They came to Jerusalem, and Jesus entered into the temple and began to throw out those who sold and those who bought in the temple, and overthrew the money changers’ tables and the seats of those who sold the doves.
15 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε,
16 και ουκ ηφιεν ινα τισ διενεγκη σκευοσ δια του ιερου 16 He would not allow anyone to carry a container through the temple.
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17 και εδιδασκεν λεγων αυτοισ ου γεγραπται οτι ο οικοσ μου οικοσ προσευχησ κληθησεται πασιν τοισ εθνεσιν υμεισ δε εποιησατε αυτον σπηλαιον ληστων 17 He taught, saying to them, “Isn’t it written, ‘My house will be called a house of prayer for all the nations’? But you have made it a den of robbers!”
17 καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
18 και ηκουσαν οι γραμματεισ και οι αρχιερεισ και εζητουν πωσ αυτον απολεσωσιν εφοβουντο γαρ αυτον οτι πασ ο οχλοσ εξεπλησσετο επι τη διδαχη αυτου 18 The chief priests and the scribes heard it, and sought how they might destroy him. For they feared him, because all the multitude was astonished at his teaching.
18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 και οτε οψε εγενετο εξεπορευετο εξω τησ πολεωσ 19 When evening came, he went out of the city.
19 καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
20 και πρωι παραπορευομενοι ειδον την συκην εξηραμμενην εκ ριζων 20 As they passed by in the morning, they saw the fig tree withered away from the roots.
20 Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 και αναμνησθεισ ο πετροσ λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται 21 Peter, remembering, said to him, “Rabbi, look! The fig tree which you cursed has withered away.”
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 και αποκριθεισ ο ιησουσ λεγει αυτοισ εχετε πιστιν θεου 22 Jesus answered them, “Have faith in God.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ.
23 αμην γαρ λεγω υμιν οτι οσ αν ειπη τω ορει τουτω αρθητι και βληθητι εισ την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 23 For most certainly I tell you, whoever may tell this mountain, ‘Be taken up and cast into the sea,’ and doesn’t doubt in his heart, but believes that what he says is happening, he shall have whatever he says.
23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
24 δια τουτο λεγω υμιν παντα οσα αν προσευχομενοι αιτησθε πιστευετε οτι λαμβανετε και εσται υμιν 24 Therefore I tell you, all things whatever you pray and ask for, believe that you have received them, and you shall have them.
24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν.
25 και οταν στηκητε προσευχομενοι αφιετε ει τι εχετε κατα τινοσ ινα και ο πατηρ υμων ο εν τοισ ουρανοισ αφη υμιν τα παραπτωματα υμων 25 Whenever you stand praying, forgive, if you have anything against anyone; so that your Father, who is in heaven, may also forgive you your transgressions.
25 καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 ει δε υμεισ ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοισ ουρανοισ αφησει τα παραπτωματα υμων 26 But if you do not forgive, neither will your Father in heaven forgive your transgressions.”
26 εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
27 και ερχονται παλιν εισ ιεροσολυμα και εν τω ιερω περιπατουντοσ αυτου ερχονται προσ αυτον οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι 27 They came again to Jerusalem, and as he was walking in the temple, the chief priests, the scribes, and the elders came to him,
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεισ και τισ σοι την εξουσιαν ταυτην εδωκεν ινα ταυτα ποιησ 28 and they began saying to him, “By what authority do you do these things? Or who gave you this authority to do these things?”
28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29 ο δε ιησουσ αποκριθεισ ειπεν αυτοισ επερωτησω υμασ και εγω ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω 29 Jesus said to them, “I will ask you one question. Answer me, and I will tell you by what authority I do these things.
29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι 30 The baptism of John—was it from heaven, or from men? Answer me.”
30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 και ελογιζοντο προσ εαυτουσ λεγοντεσ εαν ειπωμεν εξ ουρανου ερει δια τι ουν ουκ επιστευσατε αυτω 31 They reasoned with themselves, saying, “If we should say, ‘From heaven;’ he will say, ‘Why then did you not believe him?’
31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 αλλ ειπωμεν εξ ανθρωπων εφοβουντο τον λαον απαντεσ γαρ ειχον τον ιωαννην οτι οντωσ προφητησ ην 32 If we should say, ‘From men’”—they feared the people, for all held John to really be a prophet.
32 ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; — ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι προφήτης ἦν.
33 και αποκριθεντεσ λεγουσιν τω ιησου ουκ οιδαμεν και ο ιησουσ αποκριθεισ λεγει αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω 33 They answered Jesus, “We don’t know.” Jesus said to them, “Neither will I tell you by what authority I do these things.”
33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.