RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ην δε το πασχα και τα αζυμα μετα δυο ημερασ και εζητουν οι αρχιερεισ και οι γραμματεισ πωσ αυτον εν δολω κρατησαντεσ αποκτεινωσιν 1 It was now two days before the Passover and the Feast of Unleavened Bread, and the chief priests and the scribes sought how they might seize him by deception and kill him.
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 ελεγον δε μη εν τη εορτη μηποτε θορυβοσ εσται του λαου 2 For they said, “Not during the feast, because there might be a riot among the people.”
2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 και οντοσ αυτου εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτελουσ και συντριψασα το αλαβαστρον κατεχεεν αυτου κατα τησ κεφαλησ 3 While he was at Bethany, in the house of Simon the leper, as he sat at the table, a woman came having an alabaster jar of ointment of pure nard—very costly. She broke the jar and poured it over his head.
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 ησαν δε τινεσ αγανακτουντεσ προσ εαυτουσ και λεγοντεσ εισ τι η απωλεια αυτη του μυρου γεγονεν 4 But there were some who were indignant among themselves, saying, “Why has this ointment been wasted?
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 ηδυνατο γαρ τουτο πραθηναι επανω τριακοσιων δηναριων και δοθηναι τοισ πτωχοισ και ενεβριμωντο αυτη 5 For this might have been sold for more than three hundred denarii and given to the poor.” So they grumbled against her.
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 ο δε ιησουσ ειπεν αφετε αυτην τι αυτη κοπουσ παρεχετε καλον εργον ειργασατο εν εμοι 6 But Jesus said, “Leave her alone. Why do you trouble her? She has done a good work for me.
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 παντοτε γαρ τουσ πτωχουσ εχετε μεθ εαυτων και οταν θελητε δυνασθε αυτουσ ευ ποιησαι εμε δε ου παντοτε εχετε 7 For you always have the poor with you, and whenever you want to, you can do them good; but you will not always have me.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 ο εσχεν αυτη εποιησεν προελαβεν μυρισαι μου το σωμα εισ τον ενταφιασμον 8 She has done what she could. She has anointed my body beforehand for the burying.
8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εισ ολον τον κοσμον και ο εποιησεν αυτη λαληθησεται εισ μνημοσυνον αυτησ 9 Most certainly I tell you, wherever this Good News may be preached throughout the whole world, that which this woman has done will also be spoken of for a memorial of her.”
9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 και ο ιουδασ ο ισκαριωτησ εισ των δωδεκα απηλθεν προσ τουσ αρχιερεισ ινα παραδω αυτον αυτοισ 10 Judas Iscariot, who was one of the twelve, went away to the chief priests, that he might deliver him to them.
10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 οι δε ακουσαντεσ εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι και εζητει πωσ ευκαιρωσ αυτον παραδω 11 They, when they heard it, were glad, and promised to give him money. He sought how he might conveniently deliver him.
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 και τη πρωτη ημερα των αζυμων οτε το πασχα εθυον λεγουσιν αυτω οι μαθηται αυτου που θελεισ απελθοντεσ ετοιμασωμεν ινα φαγησ το πασχα 12 On the first day of unleavened bread, when they sacrificed the Passover, his disciples asked him, “Where do you want us to go and prepare that you may eat the Passover?”
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοισ υπαγετε εισ την πολιν και απαντησει υμιν ανθρωποσ κεραμιον υδατοσ βασταζων ακολουθησατε αυτω 13 He sent two of his disciples and said to them, “Go into the city, and there a man carrying a pitcher of water will meet you. Follow him,
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 και οπου εαν εισελθη ειπατε τω οικοδεσποτη οτι ο διδασκαλοσ λεγει που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω 14 and wherever he enters in, tell the master of the house, ‘The Teacher says, “Where is the guest room, where I may eat the Passover with my disciples?”’
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 και αυτοσ υμιν δειξει ανωγεον μεγα εστρωμενον ετοιμον εκει ετοιμασατε ημιν 15 He will himself show you a large upper room furnished and ready. Get ready for us there.”
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 και εξηλθον οι μαθηται αυτου και ηλθον εισ την πολιν και ευρον καθωσ ειπεν αυτοισ και ητοιμασαν το πασχα 16 His disciples went out, and came into the city, and found things as he had said to them, and they prepared the Passover.
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 και οψιασ γενομενησ ερχεται μετα των δωδεκα 17 When it was evening he came with the twelve.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·
18 και ανακειμενων αυτων και εσθιοντων ειπεν ο ιησουσ αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με ο εσθιων μετ εμου 18 As they sat and were eating, Jesus said, “Most certainly I tell you, one of you will betray me—he who eats with me.”
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19 οι δε ηρξαντο λυπεισθαι και λεγειν αυτω εισ καθ εισ μητι εγω και αλλοσ μητι εγω 19 They began to be sorrowful, and to ask him one by one, “Surely not I?” And another said, “Surely not I?”
19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;
20 ο δε αποκριθεισ ειπεν αυτοισ εισ εκ των δωδεκα ο εμβαπτομενοσ μετ εμου εισ το τρυβλιον 20 He answered them, “It is one of the twelve, he who dips with me in the dish.
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 ο μεν υιοσ του ανθρωπου υπαγει καθωσ γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιοσ του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ 21 For the Son of Man goes as it is written about him, but woe to that man by whom the Son of Man is betrayed! It would be better for that man if he had not been born.”
21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 και εσθιοντων αυτων λαβων ο ιησουσ αρτον ευλογησασ εκλασεν και εδωκεν αυτοισ και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου 22 As they were eating, Jesus took bread, and when he had blessed it, he broke it and gave to them, and said, “Take, eat. This is my body.”
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε [φάγετε]· τοῦτό ἐστι τὸ σῶμά μου.
23 και λαβων το ποτηριον ευχαριστησασ εδωκεν αυτοισ και επιον εξ αυτου παντεσ 23 He took the cup, and when he had given thanks, he gave to them. They all drank of it.
23 καὶ λαβὼν [τὸ] ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 και ειπεν αυτοισ τουτο εστιν το αιμα μου το τησ καινησ διαθηκησ το περι πολλων εκχυνομενον 24 He said to them, “This is my blood of the new covenant, which is poured out for many.
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματοσ τησ αμπελου εωσ τησ ημερασ εκεινησ οταν αυτο πινω καινον εν τη βασιλεια του θεου 25 Most certainly I tell you, I will no more drink of the fruit of the vine until that day when I drink it anew in God’s Kingdom.”
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιων 26 When they had sung a hymn, they went out to the Mount of Olives.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 και λεγει αυτοισ ο ιησουσ οτι παντεσ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη οτι γεγραπται παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα 27 Jesus said to them, “All of you will be made to stumble because of me tonight, for it is written, ‘I will strike the shepherd, and the sheep will be scattered.’
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 αλλα μετα το εγερθηναι με προαξω υμασ εισ την γαλιλαιαν 28 However, after I am raised up, I will go before you into Galilee.”
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 ο δε πετροσ εφη αυτω και ει παντεσ σκανδαλισθησονται αλλ ουκ εγω 29 But Peter said to him, “Although all will be offended, yet I will not.”
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.
30 και λεγει αυτω ο ιησουσ αμην λεγω σοι οτι συ σημερον εν τη νυκτι ταυτη πριν η δισ αλεκτορα φωνησαι τρισ απαρνηση με 30 Jesus said to him, “Most certainly I tell you that you today, even this night, before the rooster crows twice, you will deny me three times.”
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 ο δε εκπερισσου ελεγεν μαλλον εαν με δεη συναποθανειν σοι ου μη σε απαρνησωμαι ωσαυτωσ δε και παντεσ ελεγον 31 But he spoke all the more, “If I must die with you, I will not deny you.” They all said the same thing.
31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 και ερχονται εισ χωριον ου το ονομα γεθσημανη και λεγει τοισ μαθηταισ αυτου καθισατε ωδε εωσ προσευξωμαι 32 They came to a place which was named Gethsemane. He said to his disciples, “Sit here while I pray.”
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 και παραλαμβανει τον πετρον και ιακωβον και ιωαννην μεθ εαυτου και ηρξατο εκθαμβεισθαι και αδημονειν 33 He took with him Peter, James, and John, and began to be greatly troubled and distressed.
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 και λεγει αυτοισ περιλυποσ εστιν η ψυχη μου εωσ θανατου μεινατε ωδε και γρηγορειτε 34 He said to them, “My soul is exceedingly sorrowful, even to death. Stay here and watch.”
34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 και προσελθων μικρον επεσεν επι τησ γησ και προσηυχετο ινα ει δυνατον εστιν παρελθη απ αυτου η ωρα 35 He went forward a little, and fell on the ground, and prayed that if it were possible, the hour might pass away from him.
35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα,
36 και ελεγεν αββα ο πατηρ παντα δυνατα σοι παρενεγκε το ποτηριον απ εμου τουτο αλλ ου τι εγω θελω αλλα τι συ 36 He said, “Abba, Father, all things are possible to you. Please remove this cup from me. However, not what I desire, but what you desire.”
36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ.
37 και ερχεται και ευρισκει αυτουσ καθευδοντασ και λεγει τω πετρω σιμων καθευδεισ ουκ ισχυσασ μιαν ωραν γρηγορησαι 37 He came and found them sleeping, and said to Peter, “Simon, are you sleeping? Couldn’t you watch one hour?
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενησ 38 Watch and pray, that you may not enter into temptation. The spirit indeed is willing, but the flesh is weak.”
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 και παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων 39 Again he went away and prayed, saying the same words.
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 και υποστρεψασ ευρεν αυτουσ παλιν καθευδοντασ ησαν γαρ οι οφθαλμοι αυτων βεβαρημενοι και ουκ ηδεισαν τι αυτω αποκριθωσιν 40 Again he returned and found them sleeping, for their eyes were very heavy; and they didn’t know what to answer him.
40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 και ερχεται το τριτον και λεγει αυτοισ καθευδετε 2518 V-PAI-2P λοιπον και αναπαυεσθε 373 V-PMI-2P απεχει ηλθεν η ωρα ιδου παραδιδοται ο υιοσ του ανθρωπου εισ τασ χειρασ των αμαρτωλων 41 He came the third time and said to them, “Sleep on now, and take your rest. It is enough. The hour has come. Behold, the Son of Man is betrayed into the hands of sinners.
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 εγειρεσθε αγωμεν ιδου ο παραδιδουσ με ηγγικεν 42 Arise! Let’s get going. Behold, he who betrays me is at hand.”
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
43 και ευθεωσ ετι αυτου λαλουντοσ παραγινεται ιουδασ εισ ων των δωδεκα και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων 43 Immediately, while he was still speaking, Judas, one of the twelve, came—and with him a multitude with swords and clubs, from the chief priests, the scribes, and the elders.
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 δεδωκει δε ο παραδιδουσ αυτον συσσημον αυτοισ λεγων ον αν φιλησω αυτοσ εστιν κρατησατε αυτον και απαγαγετε ασφαλωσ 44 Now he who betrayed him had given them a sign, saying, “Whomever I will kiss, that is he. Seize him, and lead him away safely.”
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 και ελθων ευθεωσ προσελθων αυτω λεγει αυτω ραββι ραββι και κατεφιλησεν αυτον 45 When he had come, immediately he came to him and said, “Rabbi! Rabbi!” and kissed him.
45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 οι δε επεβαλον επ αυτον τασ χειρασ αυτων και εκρατησαν αυτον 46 They laid their hands on him and seized him.
46 οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 εισ δε τισ των παρεστηκοτων σπασαμενοσ την μαχαιραν επαισεν τον δουλον του αρχιερεωσ και αφειλεν αυτου το ωτιον 47 But a certain one of those who stood by drew his sword and struck the servant of the high priest, and cut off his ear.
47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ ωσ επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με 48 Jesus answered them, “Have you come out, as against a robber, with swords and clubs to seize me?
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 καθ ημεραν ημην προσ υμασ εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι 49 I was daily with you in the temple teaching, and you didn’t arrest me. But this is so that the Scriptures might be fulfilled.”
49 καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 και αφεντεσ αυτον παντεσ εφυγον 50 They all left him, and fled.
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 και εισ τισ νεανισκοσ ηκολουθησεν αυτω περιβεβλημενοσ σινδονα επι γυμνου και κρατουσιν αυτον οι νεανισκοι 51 A certain young man followed him, having a linen cloth thrown around himself over his naked body. The young men grabbed him,
51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 ο δε καταλιπων την σινδονα γυμνοσ εφυγεν απ αυτων 52 but he left the linen cloth and fled from them naked.
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53 και απηγαγον τον ιησουν προσ τον αρχιερεα και συνερχονται αυτω παντεσ οι αρχιερεισ και οι πρεσβυτεροι και οι γραμματεισ 53 They led Jesus away to the high priest. All the chief priests, the elders, and the scribes came together with him.
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 και ο πετροσ απο μακροθεν ηκολουθησεν αυτω εωσ εσω εισ την αυλην του αρχιερεωσ και ην συγκαθημενοσ μετα των υπηρετων και θερμαινομενοσ προσ το φωσ 54 Peter had followed him from a distance, until he came into the court of the high priest. He was sitting with the officers, and warming himself in the light of the fire.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 οι δε αρχιερεισ και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εισ το θανατωσαι αυτον και ουχ ευρισκον 55 Now the chief priests and the whole council sought witnesses against Jesus to put him to death, and found none.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου και ισαι αι μαρτυριαι ουκ ησαν 56 For many gave false testimony against him, and their testimony didn’t agree with each other.
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 και τινεσ ανασταντεσ εψευδομαρτυρουν κατ αυτου λεγοντεσ 57 Some stood up and gave false testimony against him, saying,
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58 οτι ημεισ ηκουσαμεν αυτου λεγοντοσ οτι εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω 58 “We heard him say, ‘I will destroy this temple that is made with hands, and in three days I will build another made without hands.’”
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 και ουδε ουτωσ ιση ην η μαρτυρια αυτων 59 Even so, their testimony didn’t agree.
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 και αναστασ ο αρχιερευσ εισ μεσον επηρωτησεν τον ιησουν λεγων ουκ αποκρινη ουδεν τι ουτοι σου καταμαρτυρουσιν 60 The high priest stood up in the middle, and asked Jesus, “Have you no answer? What is it which these testify against you?”
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
61 ο δε εσιωπα και ουδεν απεκρινατο παλιν ο αρχιερευσ επηρωτα αυτον και λεγει αυτω συ ει ο χριστοσ ο υιοσ του ευλογητου 61 But he stayed quiet, and answered nothing. Again the high priest asked him, “Are you the Christ, the Son of the Blessed?”
61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 ο δε ιησουσ ειπεν εγω ειμι και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον τησ δυναμεωσ και ερχομενον μετα των νεφελων του ουρανου 62 Jesus said, “I am. You will see the Son of Man sitting at the right hand of Power, and coming with the clouds of the sky.”
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 ο δε αρχιερευσ διαρρηξασ τουσ χιτωνασ αυτου λεγει τι ετι χρειαν εχομεν μαρτυρων 63 The high priest tore his clothes and said, “What further need have we of witnesses?
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 ηκουσατε τησ βλασφημιασ τι υμιν φαινεται οι δε παντεσ κατεκριναν αυτον ειναι ενοχον θανατου 64 You have heard the blasphemy! What do you think?” They all condemned him to be worthy of death.
64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 και ηρξαντο τινεσ εμπτυειν αυτω και περικαλυπτειν το προσωπον αυτου και κολαφιζειν αυτον και λεγειν αυτω προφητευσον και οι υπηρεται ραπισμασιν αυτον εβαλλον 65 Some began to spit on him, and to cover his face, and to beat him with fists, and to tell him, “Prophesy!” The officers struck him with the palms of their hands.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
66 και οντοσ του πετρου εν τη αυλη κατω ερχεται μια των παιδισκων του αρχιερεωσ 66 As Peter was in the courtyard below, one of the maids of the high priest came,
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 και ιδουσα τον πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει και συ μετα του ναζαρηνου ιησου ησθα 67 and seeing Peter warming himself, she looked at him and said, “You were also with the Nazarene, Jesus!”
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 ο δε ηρνησατο λεγων ουκ οιδα ουδε επισταμαι τι συ λεγεισ και εξηλθεν εξω εισ το προαυλιον και αλεκτωρ εφωνησεν 68 But he denied it, saying, “I neither know nor understand what you are saying.” He went out on the porch, and the rooster crowed.
68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 και η παιδισκη ιδουσα αυτον παλιν ηρξατο λεγειν τοισ παρεστηκοσιν οτι ουτοσ εξ αυτων εστιν 69 The maid saw him and began again to tell those who stood by, “This is one of them.”
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 ο δε παλιν ηρνειτο και μετα μικρον παλιν οι παρεστωτεσ ελεγον τω πετρω αληθωσ εξ αυτων ει και γαρ γαλιλαιοσ ει και η λαλια σου ομοιαζει 70 But he again denied it. After a little while again those who stood by said to Peter, “You truly are one of them, for you are a Galilean, and your speech shows it.”
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε 71 But he began to curse and to swear, “I don’t know this man of whom you speak!”
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 και εκ δευτερου αλεκτωρ εφωνησεν και ανεμνησθη ο πετροσ το ρημα ο ειπεν αυτω ο ιησουσ οτι πριν αλεκτορα φωνησαι δισ απαρνηση με τρισ και επιβαλων εκλαιεν 72 The rooster crowed the second time. Peter remembered the words that Jesus said to him, “Before the rooster crows twice, you will deny me three times.” When he thought about that, he wept.
72 καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.