Skip to the text

Matthew · Byzantine Textform (Robinson-Pierpont 2018)

Matthew 15 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τοτε προσερχονται τω ιησου οι απο ιεροσολυμων γραμματεισ και φαρισαιοι λεγοντεσ
1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες·
2 δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τασ χειρασ αυτων οταν αρτον εσθιωσιν
2 διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
3 ο δε αποκριθεισ ειπεν αυτοισ δια τι και υμεισ παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4 ο γαρ θεοσ ενετειλατο λεγων τιμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
4 ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων· τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
5 υμεισ δε λεγετε οσ αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθησ και ου μη τιμηση τον πατερα αυτου η την μητερα αυτου
5 ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ·
6 και ηκυρωσατε την εντολην του θεου δια την παραδοσιν υμων
6 καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7 υποκριται καλωσ προεφητευσεν περι υμων ησαιασ λεγων
7 ὑποκριταί! καλῶς προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας λέγων·
8 εγγιζει μοι ο λαοσ ουτοσ τω στοματι αυτων και τοισ χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
9 ματην δε σεβονται με διδασκοντεσ διδασκαλιασ ενταλματα ανθρωπων
9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10 και προσκαλεσαμενοσ τον οχλον ειπεν αυτοισ ακουετε και συνιετε
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε·
11 ου το εισερχομενον εισ το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματοσ τουτο κοινοι τον ανθρωπον
11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12 τοτε προσελθοντεσ οι μαθηται αυτου ειπον αυτω οιδασ οτι οι φαρισαιοι ακουσαντεσ τον λογον εσκανδαλισθησαν
12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον;
13 ο δε αποκριθεισ ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιοσ εκριζωθησεται
13 ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
14 αφετε αυτουσ οδηγοι εισιν τυφλοι τυφλων τυφλοσ δε τυφλον εαν οδηγη αμφοτεροι εισ βοθυνον πεσουνται
14 ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15 αποκριθεισ δε ο πετροσ ειπεν αυτω φρασον ημιν την παραβολην ταυτην
15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
16 ο δε ιησουσ ειπεν ακμην και υμεισ ασυνετοι εστε
16 ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 ουπω νοειτε οτι παν το εισπορευομενον εισ το στομα εισ την κοιλιαν χωρει και εισ αφεδρωνα εκβαλλεται
17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 τα δε εκπορευομενα εκ του στοματοσ εκ τησ καρδιασ εξερχεται κακεινα κοινοι τον ανθρωπον
18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19 εκ γαρ τησ καρδιασ εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι
19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
20 ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοισ χερσιν φαγειν ου κοινοι τον ανθρωπον
20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21 και εξελθων εκειθεν ο ιησουσ ανεχωρησεν εισ τα μερη τυρου και σιδωνοσ
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραυγασεν αυτω λεγουσα ελεησον με κυριε υιε δαυιδ η θυγατηρ μου κακωσ δαιμονιζεται
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντεσ οι μαθηται αυτου ηρωτων αυτον λεγοντεσ απολυσον αυτην οτι κραζει οπισθεν ημων
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 ο δε αποκριθεισ ειπεν ουκ απεσταλην ει μη εισ τα προβατα τα απολωλοτα οικου ισραηλ
24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25 η δε ελθουσα προσεκυνησεν αυτω λεγουσα κυριε βοηθει μοι
25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
26 ο δε αποκριθεισ ειπεν ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοισ κυναριοισ
26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27 η δε ειπεν ναι κυριε και γαρ τα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο τησ τραπεζησ των κυριων αυτων
27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28 τοτε αποκριθεισ ο ιησουσ ειπεν αυτη ω γυναι μεγαλη σου η πιστισ γενηθητω σοι ωσ θελεισ και ιαθη η θυγατηρ αυτησ απο τησ ωρασ εκεινησ
28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 και μεταβασ εκειθεν ο ιησουσ ηλθεν παρα την θαλασσαν τησ γαλιλαιασ και αναβασ εισ το οροσ εκαθητο εκει
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
30 και προσηλθον αυτω οχλοι πολλοι εχοντεσ μεθ εαυτων χωλουσ τυφλουσ κωφουσ κυλλουσ και ετερουσ πολλουσ και ερριψαν αυτουσ παρα τουσ ποδασ του ιησου και εθεραπευσεν αυτουσ
30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς,
31 ωστε τουσ οχλουσ θαυμασαι βλεποντασ κωφουσ λαλουντασ κυλλουσ υγιεισ χωλουσ περιπατουντασ και τυφλουσ βλεποντασ και εδοξασαν τον θεον ισραηλ
31 ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς [ἀκούοντας, ἀλάλους] λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
32 ο δε ιησουσ προσκαλεσαμενοσ τουσ μαθητασ αυτου ειπεν σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεισ προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτουσ νηστεισ ου θελω μηποτε εκλυθωσιν εν τη οδω
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
33 και λεγουσιν αυτω οι μαθηται αυτου ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον
33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34 και λεγει αυτοισ ο ιησουσ ποσουσ αρτουσ εχετε οι δε ειπον επτα και ολιγα ιχθυδια
34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
35 και εκελευσεν τοισ οχλοισ αναπεσειν επι την γην
35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν.
36 και λαβων τουσ επτα αρτουσ και τουσ ιχθυασ ευχαριστησασ εκλασεν και εδωκεν τοισ μαθηταισ αυτου οι δε μαθηται τω οχλω
36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
37 και εφαγον παντεσ και εχορτασθησαν και ηραν το περισσευον των κλασματων επτα σπυριδασ πληρεισ
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις·
38 οι δε εσθιοντεσ ησαν τετρακισχιλιοι ανδρεσ χωρισ γυναικων και παιδιων
38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
39 και απολυσασ τουσ οχλουσ ενεβη εισ το πλοιον και ηλθεν εισ τα ορια μαγδαλα
39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
Cross references (38)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 5:30; Mark 3:22; Luke 5:21; Matthew 23:2; Acts 23:9
  2. 2 Mark 7:2; Luke 11:38; Colossians 2:8; Colossians 2:20–23; Mark 7:5
  3. 3 Colossians 2:23; Titus 1:14; Colossians 2:8; Mark 7:6–8; Matthew 7:3–5
  4. 4 Exodus 20:12; Exodus 21:17; Leviticus 20:9; Deuteronomy 21:18–21; Deuteronomy 5:16
  5. 5 Mark 7:10–13; Acts 5:29; Matthew 23:16–18; Amos 7:15–17; Acts 4:19
  6. 6 1 Timothy 5:8; Jeremiah 8:8; Mark 7:13; Psalm 119:126; 1 Timothy 5:16
  7. 7 Mark 7:6; Matthew 23:23–29; Acts 28:25–27; Matthew 7:5
  8. 8 Isaiah 29:13; Ezekiel 33:31; Acts 8:21; 1 Peter 3:10; Jeremiah 12:2
  9. 9 Isaiah 29:13; Mark 7:7; 1 Timothy 1:4; Titus 1:14; Colossians 2:18–22
  10. 10 Mark 7:14–15; Colossians 1:9; Luke 20:45–47; Luke 24:45; Matthew 24:15
  11. 11 Mark 7:15; Matthew 15:18–20; James 3:5–8; Matthew 12:34–37; 1 Timothy 4:4–5
  12. 12 1 Corinthians 10:32–33; 1 Kings 22:13–14; Matthew 17:27; 2 Corinthians 6:3; James 3:17
  13. 13 John 15:2; Isaiah 60:21; John 15:6; Isaiah 61:3; Psalm 92:13
  14. 14 Luke 6:39; Isaiah 56:10; Matthew 23:16–24; Isaiah 9:16; Malachi 2:8
  15. 15 Matthew 13:36; Mark 7:17; John 16:29; Mark 4:34
  16. 16 Matthew 16:9; Mark 9:32; Mark 7:18; Luke 9:45; Matthew 15:10
  17. 17 Luke 6:45; 1 Corinthians 6:13; Matthew 7:19–20; James 3:6; Colossians 2:21–22
  18. 18 Proverbs 15:28; Matthew 12:34; James 3:6–10; Matthew 15:11; Proverbs 15:2
  19. 19 Mark 7:21–23; Galatians 5:19–21; Jeremiah 17:9; James 1:13–15; Titus 3:2–6
  20. 20 Mark 7:3–4; 1 Corinthians 3:16–17; Luke 11:38–40; Ephesians 5:3–6; Revelation 21:8
  21. 21 Mark 7:24–30; Matthew 11:21–23; Joshua 13:6; Judges 1:31; Joshua 19:28–29
  22. 22 Matthew 9:27; Mark 7:25–26; Matthew 17:15; Psalm 45:12; Psalm 4:1
  23. 23 Matthew 14:15; Genesis 42:7; Psalm 28:1; Lamentations 3:8; Mark 10:47–48
  24. 24 Matthew 10:5–6; Romans 15:8; Acts 13:46; Jeremiah 50:6–7; Ezekiel 34:5–6
  25. 25 Genesis 32:26; Mark 9:22; Matthew 20:31; Hosea 12:4; Matthew 14:33
  26. 26 Mark 7:27–28; Matthew 7:6; Philippians 3:2; Ephesians 2:12; Galatians 2:15
  27. 27 Ephesians 3:8; Luke 16:21; Romans 10:12; 1 Timothy 1:13–15; Job 40:4–5
  28. 28 Mark 9:23–24; Matthew 8:13; Psalm 145:19; Mark 5:34; Matthew 9:22
  29. 29 Matthew 4:18; Matthew 5:1; John 6:1; Matthew 15:29–31; Luke 5:1
  30. 30 Luke 6:17–19; Acts 5:15–16; Matthew 14:35–36; Acts 19:11–12; Isaiah 35:5–6
  31. 31 Matthew 9:8; Luke 18:43; Genesis 32:28; Luke 17:15–18; Luke 7:16
  32. 32 Matthew 9:36; Luke 12:29–30; Acts 27:33; Mark 8:1–10; Matthew 14:14–21
  33. 33 Luke 9:13; Matthew 14:15; Mark 6:37; John 6:5–9; Mark 8:4–5
  34. 34 Matthew 16:9–10; Luke 24:41–42; John 21:9–10
  35. 35 Mark 6:39–40; John 6:10; Luke 9:14–16; Matthew 14:19–21
  36. 36 Luke 22:19; Romans 14:6; John 6:11; Acts 27:35; 1 Timothy 4:3–4
  37. 37 Matthew 14:20–21; Psalm 107:9; Mark 8:19–21; Mark 8:8–9; Matthew 15:33
  38. 39 Mark 8:10; Matthew 14:22

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 15:21 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXVII)

    This woman of Canaan, who has just now been brought before us in the lesson of the Gospel, shows us an example of humility, and the way of godliness; shows us how to rise from humility unto exaltation.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 15:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LI)

    Then; when? when He had wrought His countless miracles; when He had healed the infirm by the touch of the hem of His garment. For even with this intent doth the evangelist mark the time, that He might signify their unspeakable wickedness, by nothing repressed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 15:8 Clement of Rome, First Epistle to the Corinthians (Chapters XIV–XVIII)

    For [the Scripture] saith in a certain place, "This people honoureth Me with their lips, but their heart is far from Me." And again: "They bless with their mouth, but curse with their heart." And again it saith, "They loved Him with their mouth, and lied to Him with their tongue; but their heart was not right with Him, neither …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 15:3 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    … the simple command of God; that is, they set up a spurious law, and one contrary to the [true] law; as also the Lord made plain, when He said to them, "Why do ye transgress the commandment of God, for the sake of your tradition?" For not only by actual transgression did they set the law of God at nought, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 15:24 Augustine of Hippo, The City of God (Book XX, Chapters 27–29)

    For He says in the Gospel, "I am not sent save to the lost sheep of the house of Israel," which He here compared to the pupil of God's eye, to signify the profoundest love.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)