RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εξελθων ο ιησουσ επορευετο απο του ιερου και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τασ οικοδομασ του ιερου 1 Jesus went out from the temple, and was going on his way. His disciples came to him to show him the buildings of the temple.
1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
2 ο δε ιησουσ ειπεν αυτοισ ου βλεπετε παντα ταυτα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου καταλυθησεται 2 But he answered them, “You see all of these things, don’t you? Most certainly I tell you, there will not be left here one stone on another, that will not be thrown down.”
2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
3 καθημενου δε αυτου επι του ορουσ των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντεσ ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον τησ σησ παρουσιασ και τησ συντελειασ του αιωνοσ 3 As he sat on the Mount of Olives, the disciples came to him privately, saying, “Tell us, when will these things be? What is the sign of your coming, and of the end of the age?”
3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
4 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ βλεπετε μη τισ υμασ πλανηση 4 Jesus answered them, “Be careful that no one leads you astray.
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
5 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ εγω ειμι ο χριστοσ και πολλουσ πλανησουσιν 5 For many will come in my name, saying, ‘I am the Christ,’ and will lead many astray.
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
6 μελλησετε δε ακουειν πολεμουσ και ακοασ πολεμων ορατε μη θροεισθε δει γαρ παντα γενεσθαι αλλ ουπω εστιν το τελοσ 6 You will hear of wars and rumors of wars. See that you aren’t troubled, for all this must happen, but the end is not yet.
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος.
7 εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται λιμοι και λοιμοι και σεισμοι κατα τοπουσ 7 For nation will rise against nation, and kingdom against kingdom; and there will be famines, plagues, and earthquakes in various places.
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
8 παντα δε ταυτα αρχη ωδινων 8 But all these things are the beginning of birth pains.
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 τοτε παραδωσουσιν υμασ εισ θλιψιν και αποκτενουσιν υμασ και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου 9 “Then they will deliver you up to oppression and will kill you. You will be hated by all of the nations for my name’s sake.
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 και τοτε σκανδαλισθησονται πολλοι και αλληλουσ παραδωσουσιν και μισησουσιν αλληλουσ 10 Then many will stumble, and will deliver up one another, and will hate one another.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
11 και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλουσ 11 Many false prophets will arise and will lead many astray.
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
12 και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων 12 Because iniquity will be multiplied, the love of many will grow cold.
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται 13 But he who endures to the end will be saved.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 και κηρυχθησεται τουτο το ευαγγελιον τησ βασιλειασ εν ολη τη οικουμενη εισ μαρτυριον πασιν τοισ εθνεσιν και τοτε ηξει το τελοσ 14 This Good News of the Kingdom will be preached in the whole world for a testimony to all the nations, and then the end will come.
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
15 οταν ουν ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν δια δανιηλ του προφητου εστωσ εν τοπω αγιω ο αναγινωσκων νοειτω 15 “When, therefore, you see the abomination of desolation, which was spoken of through Daniel the prophet, standing in the holy place (let the reader understand),
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ — ὁ ἀναγινώσκων νοείτω —
16 τοτε οι εν τη ιουδαια φευγετωσαν επι τα ορη 16 then let those who are in Judea flee to the mountains.
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
17 ο επι του δωματοσ μη καταβαινετω αραι τα εκ τησ οικιασ αυτου 17 Let him who is on the housetop not go down to take out the things that are in his house.
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
18 και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι τα ιματια αυτου 18 Let him who is in the field not return back to get his clothes.
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
19 ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ 19 But woe to those who are with child and to nursing mothers in those days!
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ μηδε σαββατω 20 Pray that your flight will not be in the winter nor on a Sabbath,
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
21 εσται γαρ τοτε θλιψισ μεγαλη οια ου γεγονεν απ αρχησ κοσμου εωσ του νυν ουδ ου μη γενηται 21 for then there will be great suffering, such as has not been from the beginning of the world until now, no, nor ever will be.
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται.
22 και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τουσ εκλεκτουσ κολοβωθησονται αι ημεραι εκειναι 22 Unless those days had been shortened, no flesh would have been saved. But for the sake of the chosen ones, those days will be shortened.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ωδε μη πιστευσητε 23 “Then if any man tells you, ‘Behold, here is the Christ!’ or, ‘There!’ don’t believe it.
23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύσητε·
24 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι ει δυνατον και τουσ εκλεκτουσ 24 For false christs and false prophets will arise, and they will show great signs and wonders, so as to lead astray, if possible, even the chosen ones.
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
25 “Behold, I have told you beforehand.
25 ἰδοὺ προείρηκα ὑμῖν.
26 εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοισ ταμειοισ μη πιστευσητε 26 “If therefore they tell you, ‘Behold, he is in the wilderness,’ don’t go out; or ‘Behold, he is in the inner rooms,’ don’t believe it.
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
27 ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εωσ δυσμων ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου 27 For as the lightning flashes from the east, and is seen even to the west, so will the coming of the Son of Man be.
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
28 οπου γαρ εαν η το πτωμα εκει συναχθησονται οι αετοι 28 For wherever the carcass is, that is where the vultures gather together.
28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 ευθεωσ δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ και οι αστερεσ πεσουνται απο του ουρανου και αι δυναμεισ των ουρανων σαλευθησονται 29 “But immediately after the suffering of those days, the sun will be darkened, the moon will not give its light, the stars will fall from the sky, and the powers of the heavens will be shaken;
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν τω ουρανω και τοτε κοψονται πασαι αι φυλαι τησ γησ και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεωσ και δοξησ πολλησ 30 and then the sign of the Son of Man will appear in the sky. Then all the tribes of the earth will mourn, and they will see the Son of Man coming on the clouds of the sky with power and great glory.
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
31 και αποστελει τουσ αγγελουσ αυτου μετα σαλπιγγοσ φωνησ μεγαλησ και επισυναξουσιν τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εωσ ακρων αυτων 31 He will send out his angels with a great sound of a trumpet, and they will gather together his chosen ones from the four winds, from one end of the sky to the other.
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
32 απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ γενηται απαλοσ και τα φυλλα εκφυη γινωσκετε οτι εγγυσ το θεροσ 32 “Now from the fig tree learn this parable: When its branch has now become tender and produces its leaves, you know that the summer is near.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
33 ουτωσ και υμεισ οταν ιδητε ταυτα παντα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ 33 Even so you also, when you see all these things, know that he is near, even at the doors.
33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
34 αμην λεγω υμιν ου μη παρελθη η γενεα αυτη εωσ αν παντα ταυτα γενηται 34 Most certainly I tell you, this generation will not pass away until all these things are accomplished.
34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
35 ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν 35 Heaven and earth will pass away, but my words will not pass away.
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
36 περι δε τησ ημερασ εκεινησ και ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι των ουρανων ει μη ο πατηρ μου μονοσ 36 “But no one knows of that day and hour, not even the angels of heaven, but my Father only.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος.
37 ωσπερ δε αι ημεραι του νωε ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου 37 As the days of Noah were, so will the coming of the Son of Man be.
37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
38 ωσπερ γαρ ησαν εν ταισ ημεραισ ταισ προ του κατακλυσμου τρωγοντεσ και πινοντεσ γαμουντεσ και εκγαμιζοντεσ αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτον 38 For as in those days which were before the flood they were eating and drinking, marrying and giving in marriage, until the day that Noah entered into the ship,
38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,
39 και ουκ εγνωσαν εωσ ηλθεν ο κατακλυσμοσ και ηρεν απαντασ ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου 39 and they didn’t know until the flood came and took them all away, so will the coming of the Son of Man be.
39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
40 τοτε δυο εσονται εν τω αγρω ο εισ παραλαμβανεται και ο εισ αφιεται 40 Then two men will be in the field: one will be taken and one will be left.
40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται·
41 δυο αληθουσαι εν τω μυλωνι μια παραλαμβανεται και μια αφιεται 41 Two women will be grinding at the mill: one will be taken and one will be left.
41 δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
42 γρηγορειτε ουν οτι ουκ οιδατε ποια ωρα ο κυριοσ υμων ερχεται 42 Watch therefore, for you don’t know in what hour your Lord comes.
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
43 εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια φυλακη ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυγηναι την οικιαν αυτου 43 But know this, that if the master of the house had known in what watch of the night the thief was coming, he would have watched, and would not have allowed his house to be broken into.
43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
44 δια τουτο και υμεισ γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται 44 Therefore also be ready, for in an hour that you don’t expect, the Son of Man will come.
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 τισ αρα εστιν ο πιστοσ δουλοσ και φρονιμοσ ον κατεστησεν ο κυριοσ αυτου επι τησ θεραπειασ αυτου του διδοναι αυτοισ την τροφην εν καιρω 45 “Who then is the faithful and wise servant, whom his lord has set over his household, to give them their food in due season?
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
46 μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ 46 Blessed is that servant whom his lord finds doing so when he comes.
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
47 αμην λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον 47 Most certainly I tell you that he will set him over all that he has.
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
48 εαν δε ειπη ο κακοσ δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ελθειν 48 But if that evil servant should say in his heart, ‘My lord is delaying his coming,’
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν,
49 και αρξηται τυπτειν τουσ συνδουλουσ εσθιειν δε και πινειν μετα των μεθυοντων 49 and begins to beat his fellow servants, and eat and drink with the drunkards,
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
50 ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει 50 the lord of that servant will come in a day when he doesn’t expect it and in an hour when he doesn’t know it,
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
51 και διχοτομησει αυτον και το μεροσ αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων 51 and will cut him in pieces and appoint his portion with the hypocrites. That is where the weeping and grinding of teeth will be.
51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.