RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 μη κρινετε ινα μη κριθητε 1 “Don’t judge, so that you won’t be judged.
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
2 εν ω γαρ κριματι κρινετε κριθησεσθε και εν ω μετρω μετρειτε μετρηθησεται υμιν 2 For with whatever judgment you judge, you will be judged; and with whatever measure you measure, it will be measured to you.
2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
3 τι δε βλεπεισ το καρφοσ το εν τω οφθαλμω του αδελφου σου την δε εν τω σω οφθαλμω δοκον ου κατανοεισ 3 Why do you see the speck that is in your brother’s eye, but don’t consider the beam that is in your own eye?
3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
4 η πωσ ερεισ τω αδελφω σου αφεσ εκβαλω το καρφοσ απο του οφθαλμου σου και ιδου η δοκοσ εν τω οφθαλμω σου 4 Or how will you tell your brother, ‘Let me remove the speck from your eye,’ and behold, the beam is in your own eye?
4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
5 υποκριτα εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου και τοτε διαβλεψεισ εκβαλειν το καρφοσ εκ του οφθαλμου του αδελφου σου 5 You hypocrite! First remove the beam out of your own eye, and then you can see clearly to remove the speck out of your brother’s eye.
5 ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 μη δωτε το αγιον τοισ κυσιν μηδε βαλητε τουσ μαργαριτασ υμων εμπροσθεν των χοιρων μηποτε καταπατησωσιν αυτουσ εν τοισ ποσιν αυτων και στραφεντεσ ρηξωσιν υμασ 6 “Don’t give that which is holy to the dogs, neither throw your pearls before the pigs, lest perhaps they trample them under their feet, and turn and tear you to pieces.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7 αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν 7 “Ask, and it will be given you. Seek, and you will find. Knock, and it will be opened for you.
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
8 πασ γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται 8 For everyone who asks receives. He who seeks finds. To him who knocks it will be opened.
8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.
9 η τισ εστιν εξ υμων ανθρωποσ ον εαν αιτηση ο υιοσ αυτου αρτον μη λιθον επιδωσει αυτω 9 Or who is there among you who, if his son asks him for bread, will give him a stone?
9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
10 και εαν ιχθυν αιτηση μη οφιν επιδωσει αυτω 10 Or if he asks for a fish, who will give him a serpent?
10 καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
11 ει ουν υμεισ πονηροι οντεσ οιδατε δοματα αγαθα διδοναι τοισ τεκνοισ υμων ποσω μαλλον ο πατηρ υμων ο εν τοισ ουρανοισ δωσει αγαθα τοισ αιτουσιν αυτον 11 If you then, being evil, know how to give good gifts to your children, how much more will your Father who is in heaven give good things to those who ask him!
11 εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
12 παντα ουν οσα αν θελητε ινα ποιωσιν υμιν οι ανθρωποι ουτωσ και υμεισ ποιειτε αυτοισ ουτοσ γαρ εστιν ο νομοσ και οι προφηται 12 Therefore, whatever you desire for men to do to you, you shall also do to them; for this is the law and the prophets.
12 Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 εισελθετε δια τησ στενησ πυλησ οτι πλατεια η πυλη και ευρυχωροσ η οδοσ η απαγουσα εισ την απωλειαν και πολλοι εισιν οι εισερχομενοι δι αυτησ 13 “Enter in by the narrow gate; for the gate is wide and the way is broad that leads to destruction, and there are many who enter in by it.
13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς.
14 τι στενη η πυλη και τεθλιμμενη η οδοσ η απαγουσα εισ την ζωην και ολιγοι εισιν οι ευρισκοντεσ αυτην 14 How narrow is the gate and the way is restricted that leads to life! There are few who find it.
14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν!
15 προσεχετε δε απο των ψευδοπροφητων οιτινεσ ερχονται προσ υμασ εν ενδυμασιν προβατων εσωθεν δε εισιν λυκοι αρπαγεσ 15 “Beware of false prophets, who come to you in sheep’s clothing, but inwardly are ravening wolves.
15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.
16 απο των καρπων αυτων επιγνωσεσθε αυτουσ μητι συλλεγουσιν απο ακανθων σταφυλην η απο τριβολων συκα 16 By their fruits you will know them. Do you gather grapes from thorns or figs from thistles?
16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα;
17 ουτωσ παν δενδρον αγαθον καρπουσ καλουσ ποιει το δε σαπρον δενδρον καρπουσ πονηρουσ ποιει 17 Even so, every good tree produces good fruit, but the corrupt tree produces evil fruit.
17 οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
18 ου δυναται δενδρον αγαθον καρπουσ πονηρουσ ποιειν ουδε δενδρον σαπρον καρπουσ καλουσ ποιειν 18 A good tree can’t produce evil fruit, neither can a corrupt tree produce good fruit.
18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
19 παν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εισ πυρ βαλλεται 19 Every tree that doesn’t grow good fruit is cut down and thrown into the fire.
19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
20 αρα γε απο των καρπων αυτων επιγνωσεσθε αυτουσ 20 Therefore by their fruits you will know them.
20 ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21 ου πασ ο λεγων μοι κυριε κυριε εισελευσεται εισ την βασιλειαν των ουρανων αλλ ο ποιων το θελημα του πατροσ μου του εν ουρανοισ 21 “Not everyone who says to me, ‘Lord, Lord,’ will enter into the Kingdom of Heaven, but he who does the will of my Father who is in heaven.
21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
22 πολλοι ερουσιν μοι εν εκεινη τη ημερα κυριε κυριε ου τω σω ονοματι προεφητευσαμεν και τω σω ονοματι δαιμονια εξεβαλομεν και τω σω ονοματι δυναμεισ πολλασ εποιησαμεν 22 Many will tell me in that day, ‘Lord, Lord, didn’t we prophesy in your name, in your name cast out demons, and in your name do many mighty works?’
22 πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
23 και τοτε ομολογησω αυτοισ οτι ουδεποτε εγνων υμασ αποχωρειτε απ εμου οι εργαζομενοι την ανομιαν 23 Then I will tell them, ‘I never knew you. Depart from me, you who work iniquity.’
23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24 πασ ουν οστισ ακουει μου τουσ λογουσ τουτουσ και ποιει αυτουσ ομοιωσω αυτον ανδρι φρονιμω οστισ ωκοδομησεν την οικιαν αυτου επι την πετραν 24 “Everyone therefore who hears these words of mine and does them, I will liken him to a wise man who built his house on the rock.
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
25 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεπεσον τη οικια εκεινη και ουκ επεσεν τεθεμελιωτο γαρ επι την πετραν 25 The rain came down, the floods came, and the winds blew and beat on that house; and it didn’t fall, for it was founded on the rock.
25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
26 και πασ ο ακουων μου τουσ λογουσ τουτουσ και μη ποιων αυτουσ ομοιωθησεται ανδρι μωρω οστισ ωκοδομησεν την οικιαν αυτου επι την αμμον 26 Everyone who hears these words of mine and doesn’t do them will be like a foolish man who built his house on the sand.
26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
27 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεκοψαν τη οικια εκεινη και επεσεν και ην η πτωσισ αυτησ μεγαλη 27 The rain came down, the floods came, and the winds blew and beat on that house; and it fell—and its fall was great.”
27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 και εγενετο οτε συνετελεσεν ο ιησουσ τουσ λογουσ τουτουσ εξεπλησσοντο οι οχλοι επι τη διδαχη αυτου 28 When Jesus had finished saying these things, the multitudes were astonished at his teaching,
28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29 ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν εχων και ουχ ωσ οι γραμματεισ 29 for he taught them with authority, and not like the scribes.
29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.