Skip to the text

Revelation · Byzantine Textform (Robinson-Pierpont 2018)

Revelation 17 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι το κριμα τησ πορνησ τησ μεγαλησ τησ καθημενησ επι των υδατων των πολλων
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
2 μεθ ησ επορνευσαν οι βασιλεισ τησ γησ και εμεθυσθησαν οι κατοικουντεσ την γην εκ του οινου τησ πορνειασ αυτησ
2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3 και απηνεγκεν με εισ ερημον εν πνευματι και ειδον γυναικα καθημενην επι θηριον κοκκινον γεμον ονοματα βλασφημιασ εχον κεφαλασ επτα και κερατα δεκα
3 καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ [τὸ] θηρίον [τὸ] κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταισ εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτησ γεμον βδελυγματων και τα ακαθαρτα τησ πορνειασ αυτησ
4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,
5 και επι το μετωπον αυτησ ονομα γεγραμμενον μυστηριον βαβυλων η μεγαλη η μητηρ των πορνων και των βδελυγματων τησ γησ
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6 και ειδον την γυναικα μεθυουσαν εκ του αιματοσ των αγιων εκ του αιματοσ των μαρτυρων ιησου και εθαυμασα ιδων αυτην θαυμα μεγα
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
7 και ειπεν μοι ο αγγελοσ δια τι εθαυμασασ εγω ερω σοι το μυστηριον τησ γυναικοσ και του θηριου του βασταζοντοσ αυτην του εχοντοσ τασ επτα κεφαλασ και τα δεκα κερατα
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 το θηριον ο ειδεσ ην και ουκ εστιν και μελλει αναβαινειν εκ τησ αβυσσου και εισ απωλειαν υπαγειν και θαυμασονται οι κατοικουντεσ επι τησ γησ ων ου γεγραπται τα ονοματα επι το βιβλιον τησ ζωησ απο καταβολησ κοσμου βλεποντων οτι ην το θηριον και ουκ εστιν και παρεσται
8 Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν, καὶ οὐκ ἔστι καὶ παρέσται.
9 ωδε ο νουσ ο εχων σοφιαν αι επτα κεφαλαι επτα ορη εισιν οπου η γυνη καθηται επ αυτων
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη ἑπτά εἰσιν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν,
10 και βασιλεισ εισιν επτα οι πεντε επεσον ο εισ εστιν ο αλλοσ ουπω ηλθεν και οταν ελθη ολιγον δει αυτον μειναι
10 καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11 και το θηριον ο ην και ουκ εστιν και αυτοσ ογδοοσ εστιν και εκ των επτα εστιν και εισ απωλειαν υπαγει
11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 και τα δεκα κερατα α ειδεσ δεκα βασιλεισ εισιν οιτινεσ βασιλειαν ουπω ελαβον αλλ εξουσιαν ωσ βασιλεισ μιαν ωραν λαμβανουσιν μετα του θηριου
12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13 ουτοι μιαν εχουσιν γνωμην και την δυναμιν και την εξουσιαν αυτων τω θηριω διδοασιν
13 οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14 ουτοι μετα του αρνιου πολεμησουσιν και το αρνιον νικησει αυτουσ οτι κυριοσ κυριων εστιν και βασιλευσ βασιλεων και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 και λεγει μοι τα υδατα α ειδεσ ου η πορνη καθηται λαοι και οχλοι εισιν και εθνη και γλωσσαι
15 Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.
16 και τα δεκα κερατα α ειδεσ και το θηριον ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην ποιησουσιν αυτην και τασ σαρκασ αυτησ φαγονται και αυτην κατακαυσουσιν εν πυρι
16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 ο γαρ θεοσ εδωκεν εισ τασ καρδιασ αυτων ποιησαι την γνωμην αυτου και ποιησαι γνωμην μιαν και δουναι την βασιλειαν αυτων τω θηριω αχρι τελεσθωσιν οι λογοι του θεου
17 ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.
18 και η γυνη ην ειδεσ εστιν η πολισ η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων τησ γησ
18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 19:2; Revelation 17:1–17; Jeremiah 51:13; Revelation 16:19; Revelation 21:9
  2. 2 Revelation 14:8; Jeremiah 51:7; Revelation 18:3; Revelation 18:9; Revelation 18:23
  3. 3 Revelation 12:3; Revelation 13:1–6; Revelation 17:9–12; Revelation 17:18; Revelation 17:6–7
  4. 4 Jeremiah 51:7; Revelation 18:16; Revelation 19:2; Revelation 18:12; 2 Thessalonians 2:3–10
  5. 5 Revelation 18:2; Revelation 14:8; Revelation 17:7; Revelation 16:19; Isaiah 3:9
  6. 6 Revelation 16:6; Revelation 13:15; Revelation 2:13; Daniel 7:25; Revelation 12:11
  7. 7 Revelation 17:1–6; Revelation 17:8
  8. 8 Revelation 11:7; Revelation 17:11; Revelation 3:10; Revelation 9:1–2; Revelation 19:15–21
  9. 9 Revelation 13:18; Revelation 17:7; Daniel 12:4; Daniel 12:8–10; Matthew 24:15
  10. 11 Revelation 17:8
  11. 12 Revelation 12:3; Revelation 13:1; Zechariah 1:18–21; Daniel 7:24; Revelation 17:16
  12. 13 Revelation 17:17; Ezekiel 38:10; Philippians 1:27; Philippians 2:2; Isaiah 10:5–7
  13. 14 Romans 8:30; 1 Timothy 6:15; Matthew 22:14; Revelation 3:21; Deuteronomy 10:17
  14. 15 Revelation 17:1; Jeremiah 51:13; Jeremiah 51:55; Isaiah 8:7–8; Psalm 65:7
  15. 16 Revelation 18:8; Ezekiel 16:37–44; Leviticus 21:9; Jeremiah 50:41–42; Revelation 18:16–17
  16. 17 2 Thessalonians 2:10–12; 2 Corinthians 8:16; Proverbs 21:1; Revelation 10:7; Ezra 7:27
  17. 18 Revelation 16:19; Revelation 18:2; Daniel 7:23; Daniel 2:40–41

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 17:15 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-18)

    For that peoples are signified under the name of waters the Apocalypse of John clearly indicates to us, where, after he had been shown many waters, and he had asked what they were, was answered that they were peoples. That water, then--namely, that people--was shut in by the five books of Moses, as by five porches.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)