Revelation · Byzantine Textform (Robinson-Pierpont 2018)
Revelation 16 Byzantine Textform (Robinson-Pierpont 2018)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Romans 16:25–27 stands after 14:23 (as 14:24–26), as in most Byzantine manuscripts.
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ηκουσα φωνησ μεγαλησ εκ του ναου λεγουσησ τοισ επτα αγγελοισ υπαγετε και εκχεατε τασ επτα φιαλασ του θυμου του θεου εισ την γην
1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 και απηλθεν ο πρωτοσ και εξεχεεν την φιαλην αυτου εισ την γην και εγενετο ελκοσ κακον και πονηρον επι τουσ ανθρωπουσ τουσ εχοντασ το χαραγμα του θηριου και τουσ προσκυνουντασ τη εικονι αυτου
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 και ο δευτεροσ αγγελοσ εξεχεεν την φιαλην αυτου εισ την θαλασσαν και εγενετο αιμα ωσ νεκρου και πασα ψυχη ζωσα απεθανεν εν τη θαλασση
3 Καὶ ὁ δεύτερος [ἄγγελος] ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 και ο τριτοσ εξεχεεν την φιαλην αυτου εισ τουσ ποταμουσ και εισ τασ πηγασ των υδατων και εγενετο αιμα
4 Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 και ηκουσα του αγγελου των υδατων λεγοντοσ δικαιοσ ει ο ων και ο ην ο οσιοσ οτι ταυτα εκρινασ
5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοισ εδωκασ πιειν αξιοι εισιν
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7 και ηκουσα του θυσιαστηριου λεγοντοσ ναι κυριε ο θεοσ ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεισ σου
7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 και ο τεταρτοσ αγγελοσ εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι εν πυρι τουσ ανθρωπουσ
8 Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9 και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν οι ανθρωποι το ονομα του θεου του εχοντοσ εξουσιαν επι τασ πληγασ ταυτασ και ου μετενοησαν δουναι αυτω δοξαν
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 και ο πεμπτοσ εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τασ γλωσσασ αυτων εκ του πονου
10 Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 και ο εκτοσ εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδοσ των βασιλεων των απο ανατολησ ηλιου
12 Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [τὸν] Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 και ειδον εκ του στοματοσ του δρακοντοσ και εκ του στοματοσ του θηριου και εκ του στοματοσ του ψευδοπροφητου πνευματα ακαθαρτα τρια ωσ βατραχοι
13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
14 εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τουσ βασιλεισ τησ οικουμενησ ολησ συναγαγειν αυτουσ εισ τον πολεμον τησ ημερασ εκεινησ τησ μεγαλησ του θεου του παντοκρατοροσ
14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
15 ιδου ερχομαι ωσ κλεπτησ μακαριοσ ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνοσ περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
16 και συνηγαγεν αυτουσ εισ τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 και ο εβδομοσ εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη απο του ναου του ουρανου απο του θρονου λεγουσα γεγονεν
17 Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονε.
18 και εγενοντο αστραπαι και βρονται και φωναι και σεισμοσ μεγασ οιοσ ουκ εγενετο αφ ου οι ανθρωποι εγενοντο επι τησ γησ τηλικουτοσ σεισμοσ ουτωσ μεγασ
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19 και εγενετο η πολισ η μεγαλη εισ τρια μερη και αι πολεισ των εθνων επεσον και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου τησ οργησ αυτου
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 και πασα νησοσ εφυγεν και ορη ουχ ευρεθησαν
20 καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 και χαλαζα μεγαλη ωσ ταλαντιαια καταβαινει εκ του ουρανου επι τουσ ανθρωπουσ και εβλασφημησαν οι ανθρωποι τον θεον εκ τησ πληγησ τησ χαλαζησ οτι μεγαλη εστιν η πληγη αυτησ σφοδρα
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὕτη σφόδρα.
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zephaniah 3:8; Jeremiah 10:25; Revelation 15:1; Psalm 79:6; Revelation 16:17
- 2 Revelation 8:7; Revelation 16:11; Revelation 13:15–18; Deuteronomy 28:27; Exodus 9:8–11
- 3 Exodus 7:17–21; Revelation 8:8–9; Revelation 11:6; Psalm 105:29; Psalm 78:44
- 4 Revelation 8:10–11; Exodus 7:17–20; Hosea 13:15; Revelation 14:7; Isaiah 50:2
- 5 Revelation 1:8; Revelation 11:17; Revelation 1:4; Psalm 145:17; Revelation 4:8
- 6 Isaiah 49:26; Revelation 11:18; Revelation 6:10–11; Luke 11:49–50; Revelation 18:24
- 7 Revelation 19:2; Revelation 6:9; Revelation 15:3–4; Revelation 8:3–5; Isaiah 6:6
- 8 Acts 2:20; Luke 21:25; Revelation 14:18; Jonah 4:8; Revelation 7:16
- 9 Revelation 2:21; Revelation 16:21; Revelation 16:10–11; Revelation 11:13; Luke 13:5
- 10 Revelation 9:2; Matthew 8:12; Isaiah 8:21–22; Exodus 10:21–23; Revelation 18:23
- 11 Revelation 16:9; Revelation 16:2; Revelation 11:13; Revelation 16:21; Revelation 2:21
- 12 Revelation 9:14; Jeremiah 51:36; Isaiah 44:27; Isaiah 41:25; Isaiah 42:15
- 13 Revelation 19:20; 2 Thessalonians 2:9–11; Revelation 20:10; 1 John 4:1–3; Revelation 13:11–18
- 14 Revelation 17:14; 1 Timothy 4:1; Revelation 20:8; 2 Corinthians 11:13–15; James 3:15
- 15 1 Thessalonians 5:2–3; Matthew 24:42–43; Revelation 3:18; 2 Peter 3:10; Revelation 3:3–4
- 16 Zechariah 12:11; Judges 5:19; Joel 3:9–14; 2 Kings 23:29–30; Revelation 17:14
- 17 John 19:30; Revelation 21:6; Ephesians 6:12; Ephesians 2:2; Revelation 15:5–6
- 18 Daniel 12:1; Revelation 4:5; Revelation 11:13; Revelation 11:19; Matthew 24:21
- 19 Revelation 18:5; Revelation 17:18; Revelation 18:10; Revelation 18:21; Revelation 18:2
- 20 Revelation 6:14; Revelation 20:11; Isaiah 2:14–17; Jeremiah 4:23–25
- 21 Revelation 11:19; Revelation 16:9; Joshua 10:11; Revelation 16:11; Revelation 8:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences