Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 17 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας, και ελαλησεν μετ εμου λεγων· δευρο δειξω σοι το κριμα της πορνης της μεγαλης της καθημενης επι υδατων πολλων,
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
2 μεθ ης επορνευσαν οι βασιλεις της γης, και εμεθυσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης.
2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3 και απηνεγκεν με εις ερημον εν πνευματι. και ειδον γυναικα καθημενην επι [το] θηριον [το] κοκκινον, γεμον ονοματα βλασφημιας, εχον κεφαλας επτα και κερατα δεκα.
3 καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ [τὸ] θηρίον [τὸ] κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταις, εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτης, γεμον βδελυγματων, και τα ακαθαρτα της πορνειας της γης,
4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,
5 και επι το μετωπον αυτης ονομα γεγραμμενον· μυστηριον, βαβυλων η μεγαλη, η μητηρ των πορνων και των βδελυγματων της γης.
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6 και ειδον την γυναικα μεθυουσαν εκ του αιματος των αγιων και εκ του αιματος των μαρτυρων ιησου. και εθαυμασα ιδων αυτην θαυμα μεγα.
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
7 και ειπεν μοι ο αγγελος· διατι εθαυμασας; εγω ερω σοι το μυστηριον της γυναικος και του θηριου του βασταζοντος αυτην, του εχοντος τας επτα κεφαλας και τα δεκα κερατα.
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 το θηριον ο ειδες, ην και ουκ εστιν, και μελλει αναβαινειν εκ της αβυσσου και εις απωλειαν υπαγειν· και θαυμασονται οι κατοικουντες επι της γης, ων ου γεγραπται τα ονομα επι το βιβλιον της ζωης απο καταβολης κοσμου, βλεποντων το θηριον οτι ην, και ουκ εστιν και παρεσται.
8 Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν, καὶ οὐκ ἔστι καὶ παρέσται.
9 ωδε ο νους ο εχων σοφιαν. αι επτα κεφαλαι ορη επτα εισιν, οπου η γυνη καθηται επ αυτων,
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη ἑπτά εἰσιν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν,
10 και βασιλεις επτα εισιν· οι πεντε επεσαν, ο εις εστιν, ο αλλος ουπω ηλθεν, και οταν ελθη, ολιγον αυτον δει μειναι.
10 καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11 και το θηριον ο ην και ουκ εστιν, και αυτος ογδοος εστιν, και εκ των επτα εστιν, και εις απωλειαν υπαγει.
11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 και τα δεκα κερατα α ειδες δεκα βασιλεις εισιν, οιτινες βασιλειαν ουπω ελαβον, αλλ εξουσιαν ως βασιλεις μιαν ωραν λαμβανουσιν μετα του θηριου.
12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13 ουτοι μιαν γνωμην εχουσιν, και την δυναμιν και την εξουσιαν αυτων τω θηριω διδοασιν.
13 οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14 ουτοι μετα του αρνιου πολεμησουσιν, και το αρνιον νικησει αυτους, οτι κυριος κυριων εστιν και βασιλευς βασιλεων, και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι.
14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 και λεγει μοι· τα υδατα α ειδες, ου η πορνη καθηται, λαοι και οχλοι εισιν και εθνη και γλωσσαι.
15 Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.
16 και τα δεκα κερατα α ειδες και το θηριον, ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην, και τας σαρκας αυτης φαγονται, και αυτην κατακαυσουσιν εν πυρι.
16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 ο γαρ θεος εδωκεν εις τας καρδιας αυτων ποιησαι την γνωμην αυτου, και ποιησαι μιαν γνωμην και δουναι την βασιλειαν αυτων τω θηριω, αχρι τελεσθωσιν οι λογοι του θεου.
17 ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.
18 και η γυνη ην ειδες εστιν η πολις η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων της γης.
18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 19:2; Revelation 17:1–17; Jeremiah 51:13; Revelation 16:19; Revelation 21:9
  2. 2 Revelation 14:8; Jeremiah 51:7; Revelation 18:3; Revelation 18:9; Revelation 18:23
  3. 3 Revelation 12:3; Revelation 13:1–6; Revelation 17:9–12; Revelation 17:18; Revelation 17:6–7
  4. 4 Jeremiah 51:7; Revelation 18:16; Revelation 19:2; Revelation 18:12; 2 Thessalonians 2:3–10
  5. 5 Revelation 18:2; Revelation 14:8; Revelation 17:7; Revelation 16:19; Isaiah 3:9
  6. 6 Revelation 16:6; Revelation 13:15; Revelation 2:13; Daniel 7:25; Revelation 12:11
  7. 7 Revelation 17:1–6; Revelation 17:8
  8. 8 Revelation 11:7; Revelation 17:11; Revelation 3:10; Revelation 9:1–2; Revelation 19:15–21
  9. 9 Revelation 13:18; Revelation 17:7; Daniel 12:4; Daniel 12:8–10; Matthew 24:15
  10. 11 Revelation 17:8
  11. 12 Revelation 12:3; Revelation 13:1; Zechariah 1:18–21; Daniel 7:24; Revelation 17:16
  12. 13 Revelation 17:17; Ezekiel 38:10; Philippians 1:27; Philippians 2:2; Isaiah 10:5–7
  13. 14 Romans 8:30; 1 Timothy 6:15; Matthew 22:14; Revelation 3:21; Deuteronomy 10:17
  14. 15 Revelation 17:1; Jeremiah 51:13; Jeremiah 51:55; Isaiah 8:7–8; Psalm 65:7
  15. 16 Revelation 18:8; Ezekiel 16:37–44; Leviticus 21:9; Jeremiah 50:41–42; Revelation 18:16–17
  16. 17 2 Thessalonians 2:10–12; 2 Corinthians 8:16; Proverbs 21:1; Revelation 10:7; Ezra 7:27
  17. 18 Revelation 16:19; Revelation 18:2; Daniel 7:23; Daniel 2:40–41

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 17:15 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-18)

    For that peoples are signified under the name of waters the Apocalypse of John clearly indicates to us, where, after he had been shown many waters, and he had asked what they were, was answered that they were peoples. That water, then--namely, that people--was shut in by the five books of Moses, as by five porches.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)