RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και τω αγγελω τησ εν σαρδεσιν εκκλησιασ γραψον ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τουσ επτα αστερασ οιδα σου τα εργα οτι ονομα εχεισ οτι ζησ και νεκροσ ει 1 “And to the angel of the assembly in Sardis write: “He who has the seven Spirits of God and the seven stars says these things: “I know your works, that you have a reputation of being alive, but you are dead.
1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 γινου γρηγορων και στηρισον τα λοιπα α εμελλεσ αποβαλλειν ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θεου μου 2 Wake up and strengthen the things that remain, which you were about to throw away, for I have found no works of yours perfected before my God.
2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθνήσκειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
3 μνημονευε ουν πωσ ειληφασ και ηκουσασ και τηρει και μετανοησον εαν ουν μη γρηγορησησ ηξω επι σε ωσ κλεπτησ και ου μη γνωσ ποιαν ωραν ηξω επι σε 3 Remember therefore how you have received and heard. Keep it and repent. If therefore you won’t watch, I will come as a thief, and you won’t know what hour I will come upon you.
3 μνημόνευε οὖν πῶς εἴληφας [καὶ ἤκουσας, καὶ τήρει] καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω [ἐπὶ σὲ] ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
4 αλλ ολιγα εχεισ ονοματα εν σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσιν μετ εμου εν λευκοισ οτι αξιοι εισιν 4 Nevertheless you have a few names in Sardis that didn’t defile their garments. They will walk with me in white, for they are worthy.
4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 ο νικων ουτοσ περιβαλειται εν ιματιοισ λευκοισ και ου μη εξαλειψω το ονομα αυτου εκ τησ βιβλου τησ ζωησ και ομολογησω το ονομα αυτου ενωπιον του πατροσ μου και ενωπιον των αγγελων αυτου 5 He who overcomes will be arrayed in white garments, and I will in no way blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels.
5 Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ 6 He who has an ear, let him hear what the Spirit says to the assemblies.
6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 και τω αγγελω τησ εν φιλαδελφεια εκκλησιασ γραψον ταδε λεγει ο αγιοσ ο αληθινοσ ο εχων την κλειν του δαυιδ ο ανοιγων και ουδεισ κλεισει αυτην ει μη ο ανοιγων και ουδεισ ανοιξει 7 “To the angel of the assembly in Philadelphia write: “He who is holy, he who is true, he who has the key of David, he who opens and no one can shut, and who shuts and no one opens, says these things:
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει·
8 οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ανεωγμενην ην ουδεισ δυναται κλεισαι αυτην οτι μικραν εχεισ δυναμιν και ετηρησασ μου τον λογον και ουκ ηρνησω το ονομα μου 8 “I know your works (behold, I have set before you an open door, which no one can shut), that you have a little power, and kept my word, and didn’t deny my name.
8 οἶδά σου τὰ ἔργα· — ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· — ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 ιδου διδωμι εκ τησ συναγωγησ του σατανα των λεγοντων εαυτουσ ιουδαιουσ ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτουσ ινα ηξωσιν και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι ηγαπησα σε 9 Behold, I make some of the synagogue of Satan, of those who say they are Jews, and they are not, but lie—behold, I will make them to come and worship before your feet, and to know that I have loved you.
9 ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι [ἐγὼ] ἠγάπησά σε.
10 οτι ετηρησασ τον λογον τησ υπομονησ μου καγω σε τηρησω εκ τησ ωρασ του πειρασμου τησ μελλουσησ ερχεσθαι επι τησ οικουμενησ ολησ πειρασαι τουσ κατοικουντασ επι τησ γησ 10 Because you kept my command to endure, I also will keep you from the hour of testing which is to come on the whole world, to test those who dwell on the earth.
10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 ερχομαι ταχυ κρατει ο εχεισ ινα μηδεισ λαβη τον στεφανον σου 11 I am coming quickly! Hold firmly that which you have, so that no one takes your crown.
11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα τησ πολεωσ του θεου μου τησ καινησ ιερουσαλημ η καταβαινει εκ του ουρανου απο του θεου μου και το ονομα μου το καινον 12 He who overcomes, I will make him a pillar in the temple of my God, and he will go out from there no more. I will write on him the name of my God and the name of the city of my God, the new Jerusalem, which comes down out of heaven from my God, and my own new name.
12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ 13 He who has an ear, let him hear what the Spirit says to the assemblies.
13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 και τω αγγελω τησ εν λαοδικεια εκκλησιασ γραψον ταδε λεγει ο αμην ο μαρτυσ ο πιστοσ και αληθινοσ η αρχη τησ κτισεωσ του θεου 14 “To the angel of the assembly in Laodicea write: “The Amen, the Faithful and True Witness, the Beginning of God’s creation, says these things:
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
15 οιδα σου τα εργα οτι ουτε ψυχροσ ει ουτε ζεστοσ οφελον ψυχροσ ησ η ζεστοσ 15 “I know your works, that you are neither cold nor hot. I wish you were cold or hot.
15 οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός·
16 ουτωσ οτι χλιαροσ ει και ου ζεστοσ ουτε ψυχροσ μελλω σε εμεσαι εκ του στοματοσ μου 16 So, because you are lukewarm, and neither hot nor cold, I will vomit you out of my mouth.
16 οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 οτι λεγεισ πλουσιοσ ειμι και πεπλουτηκα και ουδενοσ 3762 A-GSN-N χρειαν εχω και ουκ οιδασ οτι συ ει ο ταλαιπωροσ και ο ελεεινοσ και πτωχοσ και τυφλοσ και γυμνοσ 17 Because you say, ‘I am rich, and have gotten riches, and have need of nothing,’ and don’t know that you are the wretched one, miserable, poor, blind, and naked;
17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, — καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ [ὁ] ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, —
18 συμβουλευω σοι αγορασαι χρυσιον παρ εμου πεπυρωμενον εκ πυροσ ινα πλουτησησ και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη τησ γυμνοτητοσ σου και κολλυριον ινα εγχριση τουσ οφθαλμουσ σου ινα βλεπησ 18 I counsel you to buy from me gold refined by fire, that you may become rich; and white garments, that you may clothe yourself, and that the shame of your nakedness may not be revealed; and eye salve to anoint your eyes, that you may see.
18 συμβουλεύω σοι ἀγοράσαι παρ᾽ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 εγω οσουσ εαν φιλω ελεγχω και παιδευω ζηλωσον ουν και μετανοησον 19 As many as I love, I reprove and chasten. Be zealous therefore, and repent.
19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
20 ιδου εστηκα επι την θυραν και κρουω εαν τισ ακουση τησ φωνησ μου και ανοιξη την θυραν και εισελευσομαι προσ αυτον και δειπνησω μετ αυτου και αυτοσ μετ εμου 20 Behold, I stand at the door and knock. If anyone hears my voice and opens the door, then I will come in to him and will dine with him, and he with me.
20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.
21 ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ωσ καγω ενικησα και εκαθισα μετα του πατροσ μου εν τω θρονω αυτου 21 He who overcomes, I will give to him to sit down with me on my throne, as I also overcame and sat down with my Father on his throne.
21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ 22 He who has an ear, let him hear what the Spirit says to the assemblies.”
22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.