Skip to the text

Romans · Byzantine Textform (Robinson-Pierpont 2018)

Romans 11 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 λεγω ουν μη απωσατο ο θεοσ τον λαον αυτου μη γενοιτο και γαρ εγω ισραηλιτησ ειμι εκ σπερματοσ αβρααμ φυλησ βενιαμιν
1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
2 ουκ απωσατο ο θεοσ τον λαον αυτου ον προεγνω η ουκ οιδατε εν ηλια τι λεγει η γραφη ωσ εντυγχανει τω θεω κατα του ισραηλ λεγων
2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων;
3 κυριε τουσ προφητασ σου απεκτειναν και τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελειφθην μονοσ και ζητουσιν την ψυχην μου
3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.
4 αλλα τι λεγει αυτω ο χρηματισμοσ κατελιπον εμαυτω επτακισχιλιουσ ανδρασ οιτινεσ ουκ εκαμψαν γονυ τη βααλ
4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
5 ουτωσ ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτοσ γεγονεν
5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν.
6 ει δε χαριτι ουκετι εξ εργων επει η χαρισ ουκετι γινεται χαρισ ει δε εξ εργων ουκετι εστιν χαρισ επει το εργον ουκετι εστιν εργον
6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν η δε εκλογη επετυχεν οι δε λοιποι επωρωθησαν
7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
8 καθωσ γεγραπται εδωκεν αυτοισ ο θεοσ πνευμα κατανυξεωσ οφθαλμουσ του μη βλεπειν και ωτα του μη ακουειν εωσ τησ σημερον ημερασ
8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
9 και δαυιδ λεγει γενηθητω η τραπεζα αυτων εισ παγιδα και εισ θηραν και εισ σκανδαλον και εισ ανταποδομα αυτοισ
9 καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντοσ συγκαμψον
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
11 λεγω ουν μη επταισαν ινα πεσωσιν μη γενοιτο αλλα τω αυτων παραπτωματι η σωτηρια τοισ εθνεσιν εισ το παραζηλωσαι αυτουσ
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
12 ει δε το παραπτωμα αυτων πλουτοσ κοσμου και το ηττημα αυτων πλουτοσ εθνων ποσω μαλλον το πληρωμα αυτων
12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 υμιν γαρ λεγω τοισ εθνεσιν εφ οσον μεν ειμι εγω εθνων αποστολοσ την διακονιαν μου δοξαζω
13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾽ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
14 ει πωσ παραζηλωσω μου την σαρκα και σωσω τινασ εξ αυτων
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
15 ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου τισ η προσληψισ ει μη ζωη εκ νεκρων
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16 ει δε η απαρχη αγια και το φυραμα και ει η ριζα αγια και οι κλαδοι
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 ει δε τινεσ των κλαδων εξεκλασθησαν συ δε αγριελαιοσ ων ενεκεντρισθησ εν αυτοισ και συγκοινωνοσ τησ ριζησ και τησ πιοτητοσ τησ ελαιασ εγενου
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
18 μη κατακαυχω των κλαδων ει δε κατακαυχασαι ου συ την ριζαν βασταζεισ αλλ η ριζα σε
18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ.
19 ερεισ ουν εξεκλασθησαν κλαδοι ινα εγω εγκεντρισθω
19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν [οἱ] κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.
20 καλωσ τη απιστια εξεκλασθησαν συ δε τη πιστει εστηκασ μη υψηλοφρονει αλλα φοβου
20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
21 ει γαρ ο θεοσ των κατα φυσιν κλαδων ουκ εφεισατο μηπωσ ουδε σου φεισεται
21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται.
22 ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τουσ πεσοντασ αποτομιαν επι δε σε χρηστοτητα εαν επιμεινησ τη χρηστοτητι επει και συ εκκοπηση
22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23 και εκεινοι δε εαν μη επιμεινωσιν τη απιστια εγκεντρισθησονται δυνατοσ γαρ ο θεοσ εστιν παλιν εγκεντρισαι αυτουσ
23 καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς.
24 ει γαρ συ εκ τησ κατα φυσιν εξεκοπησ αγριελαιου και παρα φυσιν ενεκεντρισθησ εισ καλλιελαιον ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια
24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 ου γαρ θελω υμασ αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε παρ εαυτοισ φρονιμοι οτι πωρωσισ απο μερουσ τω ισραηλ γεγονεν αχρι ου το πληρωμα των εθνων εισελθη
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
26 και ουτωσ πασ ισραηλ σωθησεται καθωσ γεγραπται ηξει εκ σιων ο ρυομενοσ και αποστρεψει ασεβειασ απο ιακωβ
26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27 και αυτη αυτοισ η παρ εμου διαθηκη οταν αφελωμαι τασ αμαρτιασ αυτων
27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28 κατα μεν το ευαγγελιον εχθροι δι υμασ κατα δε την εκλογην αγαπητοι δια τουσ πατερασ
28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
29 αμεταμελητα γαρ τα χαρισματα και η κλησισ του θεου
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
30 ωσπερ γαρ και υμεισ ποτε ηπειθησατε τω θεω νυν δε ηλεηθητε τη τουτων απειθεια
30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
31 ουτωσ και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι ελεηθωσιν
31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι·
32 συνεκλεισεν γαρ ο θεοσ τουσ παντασ εισ απειθειαν ινα τουσ παντασ ελεηση
32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 ω βαθοσ πλουτου και σοφιασ και γνωσεωσ θεου ωσ ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 τισ γαρ εγνω νουν κυριου η τισ συμβουλοσ αυτου εγενετο
34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 η τισ προεδωκεν αυτω και ανταποδοθησεται αυτω
35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 οτι εξ αυτου και δι αυτου και εισ αυτον τα παντα αυτω η δοξα εισ τουσ αιωνασ αμην
36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Cross references (36)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 11:22; 1 Samuel 12:22; Jeremiah 33:24–26; Philippians 3:5; Acts 26:4
  2. 2 Psalm 94:14; Romans 8:29–30; 1 Peter 1:2; Acts 3:17; Numbers 16:15
  3. 3 1 Kings 19:10–18; 1 Kings 18:13; Nehemiah 9:26; Jeremiah 2:30; 1 Kings 18:4
  4. 4 1 Kings 19:18; Numbers 25:3; Zephaniah 1:4; 2 Kings 10:19–20; Judges 2:13
  5. 5 Romans 9:27; Ephesians 1:5–6; Romans 9:11; Romans 11:6–7; Romans 11:28
  6. 6 Galatians 2:21; 2 Timothy 1:9; Titus 3:5; Romans 3:27–28; Romans 4:4–5
  7. 7 Romans 9:18; Romans 11:5; 2 Corinthians 4:4; Romans 11:25; Romans 9:31–32
  8. 8 Deuteronomy 29:4; Isaiah 29:10; Ezekiel 12:2; Jeremiah 5:21; 2 Corinthians 3:14–15
  9. 9 Psalm 69:22–23; Psalm 28:4; Deuteronomy 32:13–15; Isaiah 59:18; 1 Timothy 6:17–19
  10. 10 Psalm 69:23; Deuteronomy 28:64–68; 2 Peter 2:4; Romans 11:8; Romans 1:21
  11. 11 Acts 13:46–48; Romans 11:31; Romans 10:19; Romans 11:12; Romans 11:14
  12. 12 Romans 11:25; Colossians 1:27; Romans 11:15; Isaiah 11:11–12:6; Ephesians 3:8
  13. 13 Acts 9:15; 2 Timothy 1:11–12; Romans 15:16–19; Galatians 1:16; 1 Timothy 2:7
  14. 14 1 Corinthians 7:16; 1 Timothy 4:16; Romans 9:3; Titus 3:5; 1 Timothy 2:4
  15. 15 Ephesians 1:10; Romans 5:10–11; Luke 15:24; Romans 11:11–12; 2 Corinthians 5:18–20
  16. 16 Proverbs 3:9; Ezekiel 44:30; James 1:18; Jeremiah 2:21; Numbers 15:17–21
  17. 17 Ephesians 2:11–13; Ephesians 3:6; Jeremiah 11:16; John 15:2; Psalm 52:8
  18. 18 1 Corinthians 10:12; Romans 11:20; Romans 3:27; Ephesians 2:19–20; John 10:16
  19. 19 Romans 11:23–24; Romans 11:17; Romans 11:11–12
  20. 20 Romans 12:16; 2 Corinthians 1:24; 1 Corinthians 10:12; Philippians 2:12; 1 Peter 1:17
  21. 21 Jeremiah 49:12; 2 Peter 2:4–9; Jeremiah 25:29; Romans 8:32; Jude 5
  22. 22 Hebrews 3:14; Hebrews 3:6; 1 Corinthians 15:2; John 15:2; Revelation 2:5
  23. 23 2 Corinthians 3:16; Zechariah 12:10; Matthew 23:39
  24. 24 Romans 11:17–18
  25. 25 Luke 21:24; 2 Corinthians 3:14–16; Romans 16:25; Romans 12:16; Zechariah 8:20–23
  26. 26 Isaiah 59:20; Jeremiah 31:31–37; Psalm 14:7; Hosea 3:5; Zechariah 10:6–12
  27. 27 Jeremiah 31:31–34; Isaiah 59:21; Jeremiah 32:38–40; Ezekiel 36:25–29; Isaiah 43:25
  28. 28 Deuteronomy 10:15; Deuteronomy 7:7–8; Matthew 21:43; Romans 11:7; Romans 9:5
  29. 29 Numbers 23:19; Hebrews 7:21; Malachi 3:6; Romans 8:28; Hosea 13:14
  30. 30 Colossians 3:7; Ephesians 2:1–2; 1 Corinthians 7:25; Romans 11:31; Titus 3:3–7
  31. 31 Romans 11:25; Romans 11:15; Romans 10:16
  32. 32 Galatians 3:22; Romans 3:9; 1 Timothy 2:4–6; Romans 3:22; John 1:7
  33. 33 Job 5:9; Job 11:7–9; Psalm 92:5; Colossians 2:2–3; Romans 2:4
  34. 34 Isaiah 40:13; 1 Corinthians 2:16; Job 15:8; Job 36:22; Jeremiah 23:18
  35. 35 Job 41:11; Job 35:7; 1 Corinthians 4:7
  36. 36 Colossians 1:15–17; 1 Corinthians 8:6; Hebrews 2:10; 1 Timothy 1:17; Romans 16:27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:7 John Chrysostom, Homilies on Romans (Homily XIX)

    He had said that God did not cast off His people; and to show in what sense He had not cast them off, he takes refuge in the Prophets again.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 11:16 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    And that the Saviour received first-fruits of those whom He was to save, Paul declared when he said, "And if the first-fruits be holy, the lump is also holy," teaching that the expression "first-fruits" denoted that which is spiritual, but that "the lump" meant us, that is, the animal Church, the lump of which they say He assumed, and blended …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 11:33 Augustine of Hippo, Confessions (Book IV, Chapters IV–VII)

    What was it that Thou didst then, O my God, and how unsearchable are the depths of Thy judgments! For when, sore sick of a fever, he long lay unconscious in a death-sweat, and all despaired of his recovery, he was baptized without his knowledge; myself meanwhile little caring, presuming that his soul would retain rather what it had imbibed …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 11:28 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IX)

    "But yet Paul," one may say, "allows them, saying on this wise, As touching the election, they are beloved for the fathers' sake.'" But tell me, when, and of what things was he discoursing, and to whom?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 11:24 Cyril of Jerusalem, Catechetical Lectures (First Catechetical Lecture)

    Thou art transplanted henceforth among the spiritual olive-trees, being grafted from the wild into the good olive-tree, from sins into righteousness, from pollutions into purity.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)