Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 λεγω ουν, μη απωσατο ο θεος τον λαον αυτου; μη γενοιτο· και γαρ εγω ισραηλιτης ειμι, εκ σπερματος αβρααμ, φυλης βενιαμιν.
1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
2 ουκ απωσατο ο θεος τον λαον αυτου ον προεγνω. η ουκ οιδατε εν ηλια τι λεγει η γραφη, ως εντυγχανει τω θεω κατα του ισραηλ λεγων;
2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων;
3 κυριε, τους προφητας σου απεκτειναν και τα θυσιαστηρια σου κατεσκαψαν, καγω υπελειφθην μονος, και ζητουσιν την ψυχην μου.
3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.
4 αλλα τι λεγει αυτω ο χρηματισμος; κατελιπον εμαυτω επτακισχιλιους ανδρας, οιτινες ουκ εκαμψαν γονυ τη βααλ.
4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
5 ουτως ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτος γεγονεν.
5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν.
6 ει δε χαριτι, ουκετι εξ εργων· επει η χαρις ουκετι γινεται χαρις. ει δε εξ εργων, ουκετι εστιν χαρις· επει το εργον ουκετι εστιν εργον.
6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 τι ουν; ο επιζητει ισραηλ, τουτο ουκ επετυχεν, η δε εκλογη επετυχεν· οι δε λοιποι επωρωθησαν,
7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
8 καθως γεγραπται· εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως, οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν, εως της σημερον ημερας.
8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
9 και δαυιδ λεγει· γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις·
9 καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν, και τον νωτον αυτων δια παντος συγκαμψον.
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
11 λεγω ουν, μη επταισαν ινα πεσωσιν; μη γενοιτο· αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν, εις το παραζηλωσαι αυτους.
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
12 ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων, ποσω μαλλον το πληρωμα αυτων;
12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 υμιν γαρ λεγω τοις εθνεσιν. εφ οσον μεν ειμι εγω εθνων αποστολος, την διακονιαν μου δοξαζω,
13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾽ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
14 ει πως παραζηλωσω μου την σαρκα και σωσω τινας εξ αυτων.
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
15 ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου, τις η προσληψις ει μη ζωη εκ νεκρων;
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16 ει δε η απαρχη αγια, και το φυραμα· και ει η ριζα αγια, και οι κλαδοι.
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 ει δε τινες των κλαδων εξεκλασθησαν, συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις και συγκοινωνος της ριζης και της πιοτητος της ελαιας εγενου,
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
18 μη κατακαυχω των κλαδων· ει δε κατακαυχασαι, ου συ την ριζαν βασταζεις, αλλ η ριζα σε.
18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ.
19 ερεις ουν· εξεκλασθησαν [οι] κλαδοι, ινα εγω εγκεντρισθω.
19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν [οἱ] κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.
20 καλως· τη απιστια εξεκλασθησαν, συ δε τη πιστει εστηκας. μη υψηλοφρονει, αλλα φοβου·
20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
21 ει γαρ ο θεος των κατα φυσιν κλαδων ουκ εφεισατο, μη πως ουδε σου φεισεται.
21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται.
22 ιδε ουν χρηστοτητα και αποτομιαν θεου, επι μεν τους πεσοντας αποτομιαν, επι δε σε χρηστοτητα, εαν επιμεινης τη χρηστοτητι· επει και συ εκκοπηση.
22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23 και εκεινοι δε, εαν μη επιμεινωσιν τη απιστια, εγκεντρισθησονται· δυνατος γαρ ο θεος εστιν παλιν εγκεντρισαι αυτους.
23 καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς.
24 ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον, ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια;
24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 ου γαρ θελω υμας αγνοειν, αδελφοι, το μυστηριον τουτο, ινα μη ητε παρ εαυτοις φρονιμοι, οτι πωρωσις απο μερους τω ισραηλ γεγονεν αχρι ου το πληρωμα των εθνων εισελθη,
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
26 και ουτως πας ισραηλ σωθησεται, καθως γεγραπται· ηξει εκ σιων ο ρυομενος και αποστρεψει ασεβειας απο ιακωβ·
26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27 και αυτη αυτοις η παρ εμου διαθηκη, οταν αφελωμαι τας αμαρτιας αυτων.
27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28 κατα μεν το ευαγγελιον εχθροι δι υμας, κατα δε την εκλογην αγαπητοι δια τους πατερας·
28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
29 αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θεου.
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
30 ωσπερ γαρ και υμεις ποτε ηπειθησατε τω θεω, νυν δε ηλεηθητε τη τουτων απειθεια,
30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
31 ουτως και ουτοι νυν ηπειθησαν, τω υμετερω ελεει ινα και αυτοι ελεηθωσιν·
31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι·
32 συνεκλεισεν γαρ ο θεος τους παντας εις απειθειαν, ινα τους παντας ελεηση.
32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 ω βαθος πλουτου και σοφιας και γνωσεως θεου! ως ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου!
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 τις γαρ εγνω νουν κυριου; η τις συμβουλος αυτου εγενετο;
34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 η τις προεδωκεν αυτω, και ανταποδοθησεται αυτω;
35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 οτι εξ αυτου και δι αυτου και εις αυτον τα παντα. αυτω η δοξα εις τους αιωνας· αμην.
36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Cross references (36)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 11:22; 1 Samuel 12:22; Jeremiah 33:24–26; Philippians 3:5; Acts 26:4
  2. 2 Psalm 94:14; Romans 8:29–30; 1 Peter 1:2; Acts 3:17; Numbers 16:15
  3. 3 1 Kings 19:10–18; 1 Kings 18:13; Nehemiah 9:26; Jeremiah 2:30; 1 Kings 18:4
  4. 4 1 Kings 19:18; Numbers 25:3; Zephaniah 1:4; 2 Kings 10:19–20; Judges 2:13
  5. 5 Romans 9:27; Ephesians 1:5–6; Romans 9:11; Romans 11:6–7; Romans 11:28
  6. 6 Galatians 2:21; 2 Timothy 1:9; Titus 3:5; Romans 3:27–28; Romans 4:4–5
  7. 7 Romans 9:18; Romans 11:5; 2 Corinthians 4:4; Romans 11:25; Romans 9:31–32
  8. 8 Deuteronomy 29:4; Isaiah 29:10; Ezekiel 12:2; Jeremiah 5:21; 2 Corinthians 3:14–15
  9. 9 Psalm 69:22–23; Psalm 28:4; Deuteronomy 32:13–15; Isaiah 59:18; 1 Timothy 6:17–19
  10. 10 Psalm 69:23; Deuteronomy 28:64–68; 2 Peter 2:4; Romans 11:8; Romans 1:21
  11. 11 Acts 13:46–48; Romans 11:31; Romans 10:19; Romans 11:12; Romans 11:14
  12. 12 Romans 11:25; Colossians 1:27; Romans 11:15; Isaiah 11:11–12:6; Ephesians 3:8
  13. 13 Acts 9:15; 2 Timothy 1:11–12; Romans 15:16–19; Galatians 1:16; 1 Timothy 2:7
  14. 14 1 Corinthians 7:16; 1 Timothy 4:16; Romans 9:3; Titus 3:5; 1 Timothy 2:4
  15. 15 Ephesians 1:10; Romans 5:10–11; Luke 15:24; Romans 11:11–12; 2 Corinthians 5:18–20
  16. 16 Proverbs 3:9; Ezekiel 44:30; James 1:18; Jeremiah 2:21; Numbers 15:17–21
  17. 17 Ephesians 2:11–13; Ephesians 3:6; Jeremiah 11:16; John 15:2; Psalm 52:8
  18. 18 1 Corinthians 10:12; Romans 11:20; Romans 3:27; Ephesians 2:19–20; John 10:16
  19. 19 Romans 11:23–24; Romans 11:17; Romans 11:11–12
  20. 20 Romans 12:16; 2 Corinthians 1:24; 1 Corinthians 10:12; Philippians 2:12; 1 Peter 1:17
  21. 21 Jeremiah 49:12; 2 Peter 2:4–9; Jeremiah 25:29; Romans 8:32; Jude 5
  22. 22 Hebrews 3:14; Hebrews 3:6; 1 Corinthians 15:2; John 15:2; Revelation 2:5
  23. 23 2 Corinthians 3:16; Zechariah 12:10; Matthew 23:39
  24. 24 Romans 11:17–18
  25. 25 Luke 21:24; 2 Corinthians 3:14–16; Romans 16:25; Romans 12:16; Zechariah 8:20–23
  26. 26 Isaiah 59:20; Jeremiah 31:31–37; Psalm 14:7; Hosea 3:5; Zechariah 10:6–12
  27. 27 Jeremiah 31:31–34; Isaiah 59:21; Jeremiah 32:38–40; Ezekiel 36:25–29; Isaiah 43:25
  28. 28 Deuteronomy 10:15; Deuteronomy 7:7–8; Matthew 21:43; Romans 11:7; Romans 9:5
  29. 29 Numbers 23:19; Hebrews 7:21; Malachi 3:6; Romans 8:28; Hosea 13:14
  30. 30 Colossians 3:7; Ephesians 2:1–2; 1 Corinthians 7:25; Romans 11:31; Titus 3:3–7
  31. 31 Romans 11:25; Romans 11:15; Romans 10:16
  32. 32 Galatians 3:22; Romans 3:9; 1 Timothy 2:4–6; Romans 3:22; John 1:7
  33. 33 Job 5:9; Job 11:7–9; Psalm 92:5; Colossians 2:2–3; Romans 2:4
  34. 34 Isaiah 40:13; 1 Corinthians 2:16; Job 15:8; Job 36:22; Jeremiah 23:18
  35. 35 Job 41:11; Job 35:7; 1 Corinthians 4:7
  36. 36 Colossians 1:15–17; 1 Corinthians 8:6; Hebrews 2:10; 1 Timothy 1:17; Romans 16:27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:7 John Chrysostom, Homilies on Romans (Homily XIX)

    He had said that God did not cast off His people; and to show in what sense He had not cast them off, he takes refuge in the Prophets again.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 11:16 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    And that the Saviour received first-fruits of those whom He was to save, Paul declared when he said, "And if the first-fruits be holy, the lump is also holy," teaching that the expression "first-fruits" denoted that which is spiritual, but that "the lump" meant us, that is, the animal Church, the lump of which they say He assumed, and blended …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 11:33 Augustine of Hippo, Confessions (Book IV, Chapters IV–VII)

    What was it that Thou didst then, O my God, and how unsearchable are the depths of Thy judgments! For when, sore sick of a fever, he long lay unconscious in a death-sweat, and all despaired of his recovery, he was baptized without his knowledge; myself meanwhile little caring, presuming that his soul would retain rather what it had imbibed …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 11:28 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IX)

    "But yet Paul," one may say, "allows them, saying on this wise, As touching the election, they are beloved for the fathers' sake.'" But tell me, when, and of what things was he discoursing, and to whom?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 11:24 Cyril of Jerusalem, Catechetical Lectures (First Catechetical Lecture)

    Thou art transplanted henceforth among the spiritual olive-trees, being grafted from the wild into the good olive-tree, from sins into righteousness, from pollutions into purity.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)