Saltar al texto

4 Macabeos · Septuaginta griega de Brenton

4 Macabeos 6 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

4 Macabeos no está en PT1904.

LXX Septuaginta griega de Brenton
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 Τοῦτον τὸν τρόπον ἀντιρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον.
·
2 Καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐκκεκοσμημένον περὶ τὴν εὐσέβειαν εὐσχημοσύνην.
·
3 Ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν, μάστιξιν κατῇκιζον·
·
4 πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος.
·
5 Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρω βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο.
·
6 Ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς, ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας ὁ γέρων, καὶ κατεῤῥεῖτο τῷ αἵματι,
·
7 καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος, ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν.
·
8 Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων, εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων.
·
9 Ὁ δὲ ὑπέμενεν τοὺς πόνους, καὶ περιεφρόνει τῆς ἀνάγκης, καὶ διεκαρτέρει τοὺς αἰκισμοὺς,
·
10 καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων.
·
11 Ἱδρῶν γέ τοι τὸ πρόσωπον, καὶ ἐπασθμαίνων σφοδρῶς, καὶ ὑπʼ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐτυχίᾳ.
·
12 Ὅθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες,
·
13 τὰ δὲ ἐν θαυμαστῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον,
·
14 τί τοῖς κακοῖς τούτοις σεαντὸν ἀλογίστως ἀπολλεῖς,
·
15 Ἐλεάζαρ; ἡμεῖς μὲν τῶν ἡψημένων βρωμάτων παραθήσομεν· σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύσασθαι, σώθητι.
·
16 Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθεὶς, ἀνεβόησεν,
·
17 μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ Ἁβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι.
·
18 Καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον, καὶ τὴν ἐπʼ αὐτῶν δόξαν νομίμως φυλάσσοντες, νῦν μεταβαλοίμεθα,
·
19 καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιεροφαγίας.
·
20 Αἰσχρὸν γὰρ εἰ ἐπιβιώσωμεν ἀλίγον χρόνον,
·
21 καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ· καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν.
·
22 Πρὸς ταῦτα ὑμεῖς μὲν, ὦ Ἁβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε.
·
23 Οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε;
·
24 Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτῶν μεταβαλλόμενον, ἐπὶ πῦρ αὐτὸν ἤγαγον.
·
25 Ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπερέπτοσαν, καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον.
·
26 Ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν, ἀνέτεινεν τὰ ὄμματα πρὸς τὸν Θεὸν, καὶ εἶπεν, σὺ οἶσθα, Θεὲ, παρόν μοι σώζεσθαι,
·
27 βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον.
·
28 Ἵλεως γενοῦ τῷ ἔθνει σου, ἀρκεσθεὶς τῇ ἡμετέρᾳ περὶ αὐτῶν δίκῃ.
·
29 Καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα, καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν.
·
30 Καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανεν, καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λσγισμῷ διὰ τὸν νόμον.
·
31 Ὁμολογουμένως οἶν δεσπότης ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
·
32 Εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπεδόμην τὴν τῆς ἐπικρατείας μαρτυρίαν.
·
33 Νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν.
·
34 Καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς, τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ.
·
35 Ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμὸν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, μηδὲ αὐταῖς ὑπείκειν.
·