1 Μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν Θεοῦ ἀγνωσία, καὶ ἐκ τῶν ὁρομένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα, οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην. 2 Ἀλλʼ ἢ πῦρ, ἢ πνεῦμα, ἢ ταχινὸν ἀέρα, ἢ κύκλον ἄστρων, ἢ βίαιον ὕδωρ, ἢ φωστῆρας οὐρανοῦ, πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν. 3 Ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι, θεοὺς ὑπελάμβανον, γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων· ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά. 4 Εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν. 5 Ἐκ γὰρ μεγέθους καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. 6 Ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶ μέμψις ὀλίγη, καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται Θεὸν ζητοῦντες, καὶ θέλοντες εὑρεῖν. 7 Ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσι, καὶ πείθονται τῇ ὄψει, ὅτι καλὰ τὰ βλεπόμενα. 8 Πάλιν δὲ οὐδʼ αὐτοὶ συγγνωστοί. 9 Εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι, ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα, τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον; 10 Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτων, οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα, καὶ ἀπεικάσματα ζώων, ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας. 11 Εἰ δὲ καί τις ὑλοτῦμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας, περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ, καὶ τεχνησέμενος εὐπρεπῶς κατεσκεύασε χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς, 12 τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη, 13 τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον, ξύλον σκολιὸν, καὶ ὄζοις συμπεφυκὸς, λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ, καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτὸ, ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου, 14 ἢ ζώῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ, καταχρίσας μίλτῳ, καὶ φύκει ἐρυθῄνας χρόαν αὐτοῦ, καὶ πᾶσαν κηλίδα τὴν ἐν αὐτῷ καταχρίσας. 15 Καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα, ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ· 16 ἵνα μὲν οὖν μὴ καταπέσῃ, προενόησεν αὐτοῦ, εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι, καὶ γάρ ἐστιν εἰκὼν, καὶ χρείαν ἔχει βοηθείας. 17 Περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος, οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν. 18 Καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται, περὶ δὲ ζωῆς τὸν νεκρὸν ἀξιοῖ, περὶ δὲ ἐπικουρίας τὸν ἀπειρότατον ἱκετεύει, περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον, 19 περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.
Sabiduría · Septuaginta griega de Brenton
Sabiduría 13 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… philosophers, I used to compare some teachings of theirs with those long fables of the Manichæans and the former things which they declared, who could only prevail so far as to estimate this lower world, while its lord they could by no means find out, seemed to me the more probable.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… to see with eyes of flesh: but from the works, which are Divine, it is possible to attain to some conception of His power, according to Solomon, who says, For by the greatness and beauty of the creatures proportionably the Maker of them is seen.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… but, saith He, "he that is able to receive it, let him receive it." Vain, assuredly, are all men in whom the knowledge of God is not, and who could not, out of the good things which are seen, find out Him who is good. But I was no longer in that vanity; I had surmounted it, and by the …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… incorporeal and invisible, that thou mayest abhor those who blaspheme the wise and good Artificer, and from what is spoken and read, and whatever thou canst thyself discover or conceive, from the greatness and beauty of the creatures mayest proportionably see the maker of them, and bending the knee with godly reverence to the Maker of the worlds, the …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… use of the rules discovered and laid down by those who are rebuked by Holy Writ in these terms: "For if they were able to know so much that they could weigh the world, how did they not more easily find out the Lord thereof?"
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)