Saltar al texto

Susana · Septuaginta griega de Brenton

Susana 1 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1◆ ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ. 2◆ Καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα, καὶ φοβουμένη τὸν Κύριον. 3◆ Καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. 4◆ Καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. 5◆ Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν. 6◆ Οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακεὶμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι. 7◆ Καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα, καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς. 8◆ Καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην, καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς, 9◆ καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν, μηδὲ μνημονεύειν κριμάτων δικαίων. 10◆ Καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν· 11◆ Ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν, ὅτι ἤθελον συγγενέσθαι αὐτῇ. 12◆ Καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν. 13◆ Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί. 14◆ Καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων, καὶ ἀνακάμφαντες ἦλθον ἐπιτοαυτὸ, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν, ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην. 15◆ Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον, εἰσῆλθέ ποτε καθὼς χθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν. 16◆ Καὶ οὐκ ἧν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι, καὶ παρατηροῦντες αὐτήν. 17◆ Καὶ εἶπε τοῖς κορασίοις, ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα, καὶ τας θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι. 18◆ Καὶ ἐποίησαν καθὼς εἶπε, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας, ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι. 19◆ Καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύται, καὶ ἐπέδραμον αὐτῇ, 20◆ καὶ εἶπον, ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σου ἐσμέν· διὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθʼ ἡμῶν. 21◆ Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. 22◆ Καὶ ἀνεστέναξε Σωσάννα, καὶ εἶπε, στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοι ἐστίν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. 23◆ Αἱρετώτερόν μοι ἐστὶ μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου. 24◆ Καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα· ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύται κατέναντι αὐτῆς. 25◆ Καὶ δραμων ὁ εἷς, ἤνοιξε τὰς θύρας τοῦ παραδείσου. 26◆ Ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδεισῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ. 27◆ Ἡνίκα δὲ εἶπα οἱ πρεσβύται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σωσάννης. 28◆ Καὶ ἐγένετο τῇ ἐπαύριον, ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακεὶμ, ἦλθον οἱ δύο πρεσβύται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης, τοῦ θανατῶσαι αὐτὴν, 29◆ καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ, ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ Ἰωακείμ· οἱ δὲ ἀπέστειλαν. 30◆ Καὶ ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς, καὶ πάντες οἱ συγγενεῖς αὐτῆς. 31◆ Ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα, καὶ καλὴ τῷ εἴδει. 32◆ Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτὴν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς. 33◆ Ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς, καὶ πάντες οἱ ἰδόντες αὐτήν. 34◆ Ἀναστάντες δὲ οἱ δύο πρεσβύται ἐν μέσῳ τῷ λαῷ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς. 35◆ Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ. 36◆ Εἶπον δὲ οἱ πρεσβύται, περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέλυσε τὰς παιδίσκας. 37◆ Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς. 38◆ Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπʼ αὐτούς. 39◆ Καὶ ἰδόντες συγγινομένους αὐτοὺς, ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι, 40◆ Ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος· καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν· ταῦτα μαρτυροῦμεν. 41◆ Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν. 42◆ Ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα, καὶ εἶπεν, ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, 43◆ σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ. 44◆ Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς. 45◆ Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιήλ. 46◆ Καὶ ἐβόησε φωνῇ μεγάλῃ, ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. 47◆ Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν, καὶ εἶπαν, τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας; 48◆ Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν, εἶπεν, οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες, κατεκρίνατε θυγατέρα Ἰσραήλ; 49◆ Ἀναστρέψατε εἰς τὸ κριτήριον, ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. 50◆ Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς· καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι, δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον. 51◆ Καὶ εἶπε πρὸς αὐτοὺς Δανιὴλ, διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακρὰν, καὶ ἀνακρινῶ αὐτούς. 52◆ Ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνὸς, ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ εἶπε πρὸς αὐτὸν, πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον, 53◆ κρίνων κρίσεις ἀδίκους· καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Θεοῦ, ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. 54◆ Νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπὸν, ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ σχῖνον. 55◆ Εἶπε δὲ Δανιὴλ, ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος φάσιν Θεοῦ λαβὼν παρὰ τοῦ Θεοῦ, σχίσει σε μέσον. 56◆ Καὶ μεταστήσας αὐτὸν, ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον, καὶ εἶπεν αὐτῷ, σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου. 57◆ Οὕτως ἑποιεῖτε θυγατράσιν Ἰσραὴλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν. 58◆ Νῦν οὖν λέγε μοι, ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ πρίνον. 59◆ Εἶπε δὲ αὐτῷ Δανιὴλ, ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλὴν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ, τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς. 60◆ Καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν. 61◆ Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας. 62◆ Καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον· ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ· καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 63◆ Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν αὐτῶν, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. 64◆ Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης, καὶ ἐπέκεινα.

¿Por qué mi Biblia dice algo distinto?