Skip to the text

Psalms · Brenton's Greek Septuagint

Psalm 27 (28) Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · Psalm 28 · About the recordings

Notes on this text (2)

1 Τοῦ Δαυίδ. Πρὸς σὲ Κύριε ἐκέκραξα, ὁ Θεός μου μὴ παρασιωπήσῃς ἐπʼ ἑμοὶ, μήποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 2 Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου εἰς ναὸν ἅγιόν σου. 3 Μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. 4 Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. 5 Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. 6 Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. 7 Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. 8 Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι. 9 Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

Cross references (9)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info. References use English (Hebrew-based) verse numbers; links open the passage in LXX.

  1. 1 Psalm 143:7; Psalm 18:2; Psalm 88:4–6; Proverbs 1:12; Psalm 83:1
  2. 2 Psalm 141:2; Psalm 138:2; Psalm 140:6; 1 Timothy 2:8; Psalm 134:2
  3. 3 Psalm 55:21; Psalm 12:2; Jeremiah 9:8–9; Psalm 26:9; Micah 3:5
  4. 4 Revelation 22:12; 2 Timothy 4:14; Psalm 109:17–21; Revelation 18:6; Psalm 59:12–13
  5. 5 Isaiah 5:12; Romans 1:28; Job 34:26–27; John 12:37; Psalm 92:4–6
  6. 6 Psalm 31:21–22; Psalm 107:19–22; Psalm 118:5; Psalm 66:19–20; Psalm 69:33–34
  7. 7 Psalm 30:11–12; Psalm 56:3–4; Ephesians 6:10; Isaiah 61:10; Isaiah 12:2
  8. 8 Psalm 20:6; Psalm 140:7; Isaiah 61:1; 1 Samuel 16:13; Psalm 2:2
  9. 9 Isaiah 40:11; Psalm 78:71; Deuteronomy 9:29; Isaiah 63:9; Matthew 2:6

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences