1 Ἄκουε Ἰσραήλ· σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, 2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα, καὶ σὺ ἀκήκοας, τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ; 3 Καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος. 4 Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου, λέγων, διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γὴν τὴν ἀγαθὴν ταύτην. 5 Οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἵνα στήσῃ τὴν διαθήκην, ἥ ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ. 6 Καὶ γνώσῃ σήμερον, ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. 7 Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφʼ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου, καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον. 8 Καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφʼ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς, 9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης ἃς διέθετο Κύριος πρὸς ὑμᾶς, καὶ κατεγενόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. 10 Καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπʼ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας· 11 Καὶ ἐγένετο διὰ τεσσεράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. 12 Καὶ εἶπε Κύριος πρὸς μέ, ἀνάστηθι, κατάβηθι τοτάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα. 13 Καὶ εἶπε Κύριος πρὸς μὲ, λέγων, λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς, λέγων, ἑώρακα τὸν λαὸν τοὗτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι· 14 Καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ ἰσχυρὸν, καὶ πολὺ μᾶλλον ἢ τοῦτο. 15 Καὶ ἐπιστρέψας, κατέβην ἐκ τοῦ ὄρους· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου. 16 Καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν· 17 καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν, ἔῤῥιψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν. 18 Καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν. 19 Καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμόν καὶ τὴν ὀργὴν, ὅτι παρωξύνθη Κύριος ἐφʼ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ. 20 Καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ. 21 Καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον ἔλαβον αὐτὸν, καὶ κατέκαυσα αὐτὸν ἐν πυρί, καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως ἐγένετο λεπτόν, καὶ ἐγένετο ὡσεὶ κονιορτός· καὶ ἔῤῥιψα τὸν κονιορτὸν εἰς τὸν χειμάῤῥουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους. 22 Καὶ ἐν τῷ ἐμπυρισμῷ, καὶ ἐν τῷ πειρασμῷ, καὶ ἐν τοῖς μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον. 23 Καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ, λέγων, ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ῥήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ. 24 Ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν. 25 Καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς. 26 Καὶ ηὐξάμην πρὸς τὸν Θεὸν, καὶ εἶπα, Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. 27 Μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου, καὶ τὰ ἀσεβήματα, καὶ ἐπὶ τὰ ἁμαρτήματα αὐτῶν. 28 Μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες, παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς, ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς. 29 Καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.
Deuteronomy · Brenton's Greek Septuagint
Deuteronomy 9 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Anak
The ancestor of the Anakim, the tall people of Canaan whom the spies feared; Ahiman, Sheshai and Talmai at Hebron were his descendants.
Cited in the guide: Numbers 13:22; Numbers 13:28; Deuteronomy 9:2
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (28)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 11:31; Deuteronomy 4:38; Deuteronomy 1:28; Deuteronomy 11:23; Joshua 1:11
- 2 Numbers 13:22; Deuteronomy 2:21; Nahum 1:6; Deuteronomy 2:11–12; Daniel 11:16
- 3 Deuteronomy 4:24; Romans 8:31; Hebrews 12:29; Deuteronomy 20:4; Deuteronomy 7:23–24
- 4 Deuteronomy 8:17; 2 Timothy 1:9; Deuteronomy 9:5; Deuteronomy 18:9–14; Leviticus 18:24–30
- 5 Titus 3:5; Genesis 17:8; Genesis 26:4; Genesis 15:7; Genesis 13:15
- 6 Deuteronomy 10:16; Deuteronomy 9:13; Exodus 32:9; Acts 7:51; Deuteronomy 31:27
- 7 Exodus 14:11; Exodus 16:2; Numbers 21:5; Numbers 25:2; Numbers 11:4
- 8 Psalm 106:19–22; Exodus 32:16; Exodus 32:7–10
- 9 Exodus 34:28; Exodus 24:18; 1 Kings 19:8; Exodus 24:15; Exodus 24:12
- 10 Exodus 31:18; Hebrews 8:10; Deuteronomy 10:4; Deuteronomy 18:16; Deuteronomy 4:10–15
- 11 Deuteronomy 9:9; Hebrews 8:6–10; Numbers 10:33; Hebrews 9:4
- 12 Exodus 32:7–8; Judges 2:17; Deuteronomy 31:29; Galatians 1:6; Hosea 6:4
- 13 Deuteronomy 9:6; Deuteronomy 10:16; 2 Kings 17:14; Deuteronomy 31:27; Exodus 32:9–10
- 14 Deuteronomy 29:20; Exodus 32:10–13; Psalm 9:5; Revelation 3:5; Numbers 14:11–12
- 15 Exodus 19:18; Deuteronomy 5:23; Deuteronomy 4:11; Exodus 32:14–35; Exodus 9:23
- 16 Exodus 32:19; Acts 7:40–41
- 18 Exodus 34:28; Deuteronomy 9:9; Psalm 106:23; 2 Samuel 12:16; Exodus 32:10–14
- 19 Exodus 32:14; James 5:16–17; Deuteronomy 10:10; Exodus 32:10–11; Psalm 99:6
- 20 Exodus 32:21; Exodus 32:35; Hebrews 7:26–28; Exodus 32:2–5
- 21 Exodus 32:20; Isaiah 31:7; Isaiah 30:22; Isaiah 2:18–21; Hosea 8:11
- 22 Numbers 11:34; Exodus 17:7; Numbers 11:1–5
- 23 Psalm 106:24–25; Hebrews 4:2; Isaiah 63:10; Psalm 78:22; Hebrews 3:18–19
- 24 Deuteronomy 31:27; Acts 7:51; Deuteronomy 9:6–7
- 25 Deuteronomy 9:18; Deuteronomy 9:16
- 26 Exodus 32:11–13; Titus 2:14; Jeremiah 14:21; Psalm 107:2; Exodus 15:13
- 27 Jeremiah 14:21; Micah 7:18–19; Isaiah 43:24–25; Exodus 3:6; Proverbs 21:12
- 28 Numbers 14:16; Exodus 32:12
- 29 Nehemiah 1:10; 1 Kings 8:51; Deuteronomy 4:34; Deuteronomy 9:26; Psalm 95:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
They have speedily departed from the way in which I commanded them to walk, and have made to themselves molten images." And the Lord said unto him, "I have spoken to thee once and again, saying, I have seen this people, and, behold, it is a stiff-necked people: let Me destroy them, and blot out their name from under heaven; …
For the number ten, by which the perfection of blessedness is signified, multiplied four times, because of the fourfold divisions of the seasons, and the fourfold divisions of the world, will make the number forty. Wherefore Moses and Elias, and the Mediator Himself, our Lord Jesus Christ, fasted forty days, because in the time of this life, continence from the …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
For it is Moses that says: And the anger of the Lord came upon Aaron: and I prayed for him, saith he, and God forgave him.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
For we have absolute certainty that the Decalogue of the law, that is, those ten well-known precepts, were first written by the finger of God on two tables of stone. But the law, when it is not aided by grace, maketh transgressors, and is only in the letter, on account of which the apostle specially declared, "The letter killeth, but …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)