Skip to the text

Sirach · Brenton's Greek Septuagint

Sirach 13 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Sirach is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Ὁ ἁπτομενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
·
2 Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει· τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
·
3 Πλούσιος ἠδίκησε, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
·
4 Ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε.
·
5 Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.
·
6 Χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι, καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ, καὶ ἐρεῖ, τίς ἡ χρεία σου;
·
7 Καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρὶς, καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε, καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
·
8 Πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.
·
9 Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε.
·
10 Μὴ ἔμπιπτε ἵνα μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφιστῶ ἵνα μὴ ἐπιλησθῇς.
·
11 Μὴ ἔπεχε εἰσηγορεῖσθαι μετʼ αὐτοῦ, καὶ μὴ πίστευε τοῖς πλείοσι λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει.
·
12 Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
·
13 Συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς.
·
15 Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ.
·
16 Πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
·
17 Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
·
18 Τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
·
19 Κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων πτωχοί.
·
20 Βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
·
21 Πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων.
·
22 Πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες, ἐλάλησεν ἀπόῤῥητα καὶ ἐδικαίωσαν αὐτόν· ταπεινὸς ἔσφαλε καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
·
23 Πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν· πτωχὸς ἐλάλησε, καὶ εἶπαν, τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
·
24 Ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ ἔστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν ἀσεβοῦς.
·
25 Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
·
26 Ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρὸν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
·