1 Ἐπίστρεφε ἐπίστρεφε ἡ Σουναμίτις· ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀφόμεθα ἐν σοί. Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. 2 Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου. 3 Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. 4 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. 5 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ. 6 Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 7 Τί ὡραιώθης, καὶ τί ἡδύνθης ἀγάπη; 8 ἐν τρυφαῖς σου τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 9 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, 10 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν. 11 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. 12 Ἐλθὲ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. 13 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 14 Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν· καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Song of Songs · Brenton's Greek Septuagint
Song of Songs 7 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (13)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Psalm 45:13; Colossians 2:19; Daniel 2:32; Ephesians 6:15; Exodus 28:15
- 2 Romans 7:4; Jeremiah 1:5; Psalm 45:16; Proverbs 3:8; Song of Songs 5:14
- 3 Song of Songs 4:5; Song of Songs 6:6
- 4 Song of Songs 4:4; Song of Songs 4:8–9; Psalm 144:12; 1 Kings 22:39; 1 Kings 9:19
- 5 Isaiah 35:2; Song of Songs 4:1; Psalm 68:24; Genesis 32:26; Song of Songs 5:11
- 6 Song of Songs 4:10; Song of Songs 1:15–16; Psalm 45:11; Song of Songs 2:14; Isaiah 62:4–5
- 7 Song of Songs 4:5; Ephesians 4:13; Isaiah 66:10; Ephesians 3:17; Psalm 92:12
- 8 2 Corinthians 2:14; John 14:21–23; Song of Songs 4:16–5:1; Song of Songs 2:3; Song of Songs 1:3
- 9 Song of Songs 5:16; Isaiah 62:8–9; Zechariah 9:15–17; Acts 16:30–34; Hebrews 13:15
- 10 Psalm 45:11; Song of Songs 6:3; Song of Songs 2:16; Galatians 2:20; John 17:24
- 11 Song of Songs 4:8; Song of Songs 2:10–13; Song of Songs 1:4
- 12 Song of Songs 6:11; Ephesians 6:24; Song of Songs 7:6; 1 Thessalonians 3:5–6; 2 Corinthians 13:5
- 13 Genesis 30:14; Matthew 13:52; 1 Corinthians 2:9; 1 Corinthians 8:8–9; Romans 15:25–27
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences