1 Οὕτως λέγει Κύριος, ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου; 3 Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτέννων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησε. 4 Καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσάν μου· ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξαντο. 5 Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε ἀδελφοὶ ὑμῶν τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. 6 Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. 7 Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. 8 Τίς ἤκουσε τοιοῦτο, καὶ τίς ἑὼρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; 9 Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος· οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ Θεός σου. 10 Εὐφράνθητι Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτὴν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπʼ αὐτῇ, 11 ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. 12 Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπʼ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται. 13 Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. 14 Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. 15 Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. 16 Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. 17 Οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπιτοαυτὸ ἀναλωθήσονται, εἶπε Κύριος. 18 Κᾀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. 19 Καὶ καταλείψω ἐπʼ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὶς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσόχ, καὶ εἰς Θοβὲλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν· καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, 20 καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθʼ ἵππων καὶ ἁρματων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος, ὡς ἀνενέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου. 21 Καὶ ἀπʼ αὐτῶν λήμψομαι ἱερεῖς καὶ Λευίτας, εἶπε Κύριος. 22 Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν. 23 Καὶ ἔσται μὴν ἐκ μηνὸς, καὶ σάββατον ἐκ σαββάτου, ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ, εἶπεν Κύριος. 24 Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
Isaiah · Brenton's Greek Septuagint
Isaiah 66 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Acts 7:48–50; Acts 17:24; Matthew 5:34–35; 1 Kings 8:27; Psalm 132:7
- 2 Isaiah 57:15; Psalm 34:18; Psalm 51:17; Matthew 5:3–4; 2 Chronicles 34:27–28
- 3 Proverbs 15:8; Isaiah 1:11–15; Amos 5:21–22; Isaiah 65:12; Isaiah 66:17
- 4 Isaiah 65:12; Proverbs 10:24; Jeremiah 7:13; Proverbs 1:24; 2 Kings 21:2
- 5 Isaiah 66:2; John 15:18–20; Matthew 5:10–12; Psalm 38:20; Matthew 10:22
- 6 Joel 3:7–16; Isaiah 34:8; Amos 1:2; Isaiah 59:18; Isaiah 65:5–7
- 7 Revelation 12:1–5; Galatians 4:26
- 8 Isaiah 64:4; 1 Corinthians 2:9; Isaiah 49:20–22; Romans 15:18–21
- 9 Isaiah 37:3; Genesis 18:14
- 10 Psalm 26:8; Psalm 137:6; Deuteronomy 32:43; Isaiah 65:18; Ezekiel 9:4
- 11 Isaiah 60:16; Joel 3:18; Psalm 36:8; Isaiah 60:5; 1 Peter 2:2
- 12 Isaiah 60:16; Isaiah 48:18; Isaiah 45:14; Isaiah 66:11; Isaiah 49:19–23
- 13 2 Corinthians 1:4; Isaiah 51:3; Isaiah 40:1; 1 Thessalonians 2:7; Isaiah 66:10
- 14 Zechariah 10:7; Proverbs 3:8; Ezra 8:31; Ezekiel 37:1–14; Ezra 8:22
- 15 Isaiah 30:33; 2 Peter 3:10–12; 2 Thessalonians 1:6–9; Matthew 22:7; Psalm 11:6
- 16 Ezekiel 38:21–22; Isaiah 30:30; Ezekiel 39:2–10; Isaiah 27:1; Revelation 19:11–21
- 17 Isaiah 65:3–4; Deuteronomy 14:3–8; Isaiah 1:28–29; Leviticus 11:2–8
- 18 Psalm 86:9; Revelation 11:15; 2 Corinthians 4:4–6; Isaiah 2:2; John 5:42
- 19 Isaiah 52:15; Romans 15:21; Ezekiel 27:10; Isaiah 55:5; Isaiah 60:9
- 20 Isaiah 60:3–14; Isaiah 11:9; Isaiah 65:25; Isaiah 65:11; Romans 15:16
- 21 1 Peter 2:9; Exodus 19:6; 1 Peter 2:5; Revelation 1:6; Isaiah 61:6
- 22 Isaiah 65:17; 2 Peter 3:13; Revelation 21:1; John 10:27–29; 1 Peter 1:4–5
- 23 Ezekiel 46:1; Psalm 86:9; Ezekiel 46:6; Colossians 2:16–17; Zechariah 14:16
- 24 Isaiah 14:11; Revelation 14:10–11; Daniel 12:2; 1 Thessalonians 2:15–16; Revelation 21:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For the holy word saith, "On whom shall I look, but on him that is meek and peaceable, and that trembleth at My words?"
The heaven is My throne, and the earth is My footstool." And again, in another place, "Your new moons and your sabbaths My soul hateth; and the great day of the fast and of ceasing from labour I cannot away with; nor, if ye come to be seen of Me, will I hear you: your hands are full of blood; …
… nor by the earth, for it is His footstool; neither by Jerusalem, for it is the city of the great King." For these words are evidently spoken with reference to the Creator, as also Esaias says: "Heaven is my throne, the earth is my footstool." And besides this Being there is no other God; otherwise He would not be termed …
For with fire of the Lord shall all the earth be judged, and all flesh with His sword: many shall be wounded by the Lord." In His promise to the good he says that He will flow down as a river of peace, that is to say, in the greatest possible abundance of peace.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Whom also by His prophet Isaiah God earnestly accepting said, "To whom will I look, but to him who is meek and quiet, and trembleth at My words?" For indeed there are many kinds of humility: one is humble in his own measure, another with all excess of lowliness.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)