1 Ἀναστὰς δὲ Λάβαν τὸ πρωῒ, κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς· καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. 2 Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ· καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν· καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ. 3 Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτοὺς, παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί. 4 Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδώμ. 5 Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν. 6 Καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες, καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. 7 Καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαυ· καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μεθʼ αὐτοῦ. 8 Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο· καὶ διεῖλε τὸν λαὸν τὸν μεθʼ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰς καμήλους, καὶ τὰ πρόβατα, εἰς δύο παρεμβολάς. 9 Καὶ εἶπεν Ἰακὼβ, ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. 10 Εἶπε δὲ Ἰακὼβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω· 11 Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. 12 Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς Ἡσαῦ· ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. 13 Σὺ δὲ εἶπας, εὐ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. 14 Καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην· καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα· καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ, 15 αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, 16 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι, καὶ πώλους δέκα. 17 Καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας· εἶπε δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. 18 Καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων, ἐάν σοι συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου, καὶ ἐρωτᾷ σε, λέγων, τίνος εἶ; καὶ ποῦ πορεύῃ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; 19 Ἐρεῖς, τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου Ἡσαῦ· καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. 20 Καὶ ἐνετείλατο τῷ πρώτῳ, καὶ τῷ δευτέρῳ, καὶ τῷ τρίτῳ, καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτόν· 21 Καὶ ἐρεῖτε, ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν· εἶπε γὰρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου. 22 Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ· αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ. 23 Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ. 24 Καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. 25 Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετʼ αὐτοῦ ἕως πρωΐ. 26 Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ. 27 Καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. 28 Εἶπε δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν, Ἰακώβ. 29 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. 30 Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν, ἱνατί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. 31 Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρὸσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. 32 Ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ. 33 Ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν.
Genesis · Brenton's Greek Septuagint
Genesis 32 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jacob
He wrestled with God through the night and rose as Israel, father of twelve tribes.
Cited in the guide: Genesis 25–35; 46–49
Rachel
Jacob's beloved wife, mother of Joseph and Benjamin, who died in childbirth.
Cited in the guide: Genesis 29-35
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Psalm 91:11; Psalm 34:7; Ephesians 3:10; Hebrews 1:4; 2 Kings 6:16–17
- 2 2 Samuel 2:8; Joshua 5:14; Joshua 21:38; 1 Kings 2:8; Luke 2:13
- 3 Joshua 24:4; Genesis 25:30; Genesis 14:6; Genesis 33:14; Deuteronomy 2:5
- 4 1 Peter 3:6; 1 Kings 20:32; Genesis 33:8; Genesis 32:18; Genesis 27:37
- 5 Genesis 33:8; Genesis 33:15; Job 6:22; Genesis 33:11; 2 Samuel 16:4
- 6 Genesis 33:1; Amos 5:19; Genesis 32:11; Genesis 27:40–41; Genesis 32:8
- 7 Genesis 35:3; Genesis 32:11; Psalm 107:6; Proverbs 2:11; 2 Corinthians 1:8–10
- 8 Genesis 33:1–3; Matthew 10:16
- 9 Genesis 31:42; Psalm 34:4–6; Genesis 31:3; Genesis 28:13; Genesis 31:13
- 10 Psalm 18:35; Genesis 24:27; 2 Samuel 7:18; 1 Timothy 1:12–15; Job 42:5–6
- 11 Psalm 59:1–2; Proverbs 18:19; Matthew 6:13; Psalm 31:2; Daniel 3:17
- 12 Genesis 28:13–15; Hebrews 6:17; Titus 1:2; Genesis 22:17; Genesis 46:3–4
- 13 Proverbs 18:16; Genesis 43:11; Proverbs 17:8; Proverbs 19:6; Proverbs 21:14
- 14 Job 1:3; Deuteronomy 8:18; Job 42:12; Genesis 31:16; Genesis 31:9
- 16 Isaiah 28:26; Matthew 10:16; Proverbs 2:11; Genesis 33:8–9; Psalm 112:5
- 17 Genesis 33:3
- 18 Genesis 32:4–5
- 20 Job 42:8–9; Proverbs 21:14; Proverbs 16:14; 2 Timothy 2:25; Genesis 43:11
- 22 Deuteronomy 3:16; Deuteronomy 2:37; Joshua 12:2; 1 Timothy 5:8; Genesis 35:22–26
- 24 Hosea 12:3–5; Ephesians 6:12; Genesis 32:28; Luke 13:24; Genesis 32:30
- 25 2 Corinthians 12:7–9; Hosea 12:3–4; Genesis 32:32; Matthew 26:41; Isaiah 45:11
- 26 Hosea 12:4; Psalm 115:12–13; 2 Corinthians 12:8–9; Psalm 67:1; 1 Chronicles 4:10
- 28 Revelation 2:17; Genesis 35:10; Isaiah 62:2–4; Hosea 12:3–5; Genesis 27:33–36
- 29 Job 11:7; Isaiah 9:6; Judges 13:16–18; Hosea 6:1; Genesis 27:28–29
- 30 Exodus 24:10–11; Numbers 12:8; Isaiah 6:5; Deuteronomy 5:24; Genesis 16:13
- 31 2 Corinthians 12:7; Malachi 4:2; Genesis 19:15; Psalm 38:17; Genesis 32:25
- 32 1 Samuel 5:5
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… eternal, and of right belongs eternally to Jerusalem the free mother, where the genuine people of Israel shall be: for this name is interpreted "Seeing God;" in the desire of which reward a pious life is to be led through faith in this miserable pilgrimage.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
And said to Him, "I will not let Thee go, except Thou bless me." When the conqueror was blessed by the Conquered, Christ was figured.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
But this Jacob, when he received another name, heard the same words, "Thou shalt not be called Jacob, but Israel shalt thou be called." Search the Scriptures, and see how that he was always called both, both Jacob and Israel.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)