1 Καὶ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν, ὅσα ἠθέλησε ποιῆσαι, 2 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών. 3 Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου· ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4 Καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι, καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου, λέγων, οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. 6 Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπʼ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8 Καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλὸς, πᾶς ὁ διαπορευόμενος διʼ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν, ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; 9 Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπʼ αὐτοὺς τὴν κακίαν ταύτην. 9a Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. 10 Εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11 Χιρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις, καὶ ἐν ξύλοις πευκίνοις, καὶ ἐν χρυσίῳ, καὶ ἐν χρυσίῳ, καὶ ἐν παντὶ θελήματι αὐτοῦ· τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. 12 Καὶ ἐξήλθε Χιρὰμ ἐκ Τύρου, καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμών· καὶ οὐκ ἤρεσαν αὐτῷ. 13 Καὶ εἶπε, τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς Ὅριον ἕως τῆς ἡμέρας ταύτης. 14 Καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου. 26 Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασίων Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ. 27 Καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νηῒ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών. 28 Καὶ ἦλθον εἰς Σωφιρὰ, καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα, καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.
1 Kings · Brenton's Greek Septuagint
1 Kings 9 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There are no verses 15–25 in this translation; the other verses keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Pharaoh's daughter (wife of Solomon)
The daughter of Pharaoh king of Egypt, whom Solomon married to seal an alliance and for whom he built a house.
Cited in the guide: 1 Kings 3:1; 1 Kings 7:8; 1 Kings 9:24
Solomon
David's son who built the temple and became famous for God-given wisdom.
Cited in the guide: 1 Kings 1-11; 1 Chron. 3:5; Matt. 1:6-7
Cross references (18)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Chronicles 7:11–8:6; 1 Kings 9:19; 1 Kings 7:51; 1 Kings 9:11; Ecclesiastes 2:4
- 2 1 Kings 3:5; 2 Chronicles 7:12; 1 Kings 11:9; 2 Chronicles 1:7–12
- 3 1 Kings 8:29; 2 Kings 20:5; Psalm 10:17; 1 John 5:14; Deuteronomy 11:12
- 4 1 Kings 15:5; 1 Kings 3:14; Genesis 17:1; 1 Kings 11:4; 1 Kings 11:6
- 5 1 Kings 2:4; 1 Kings 6:12; 2 Samuel 7:16; 2 Samuel 7:12; Psalm 89:28–39
- 6 2 Samuel 7:14–16; 1 Chronicles 28:9; 2 Chronicles 7:19–22; 1 Kings 11:4–10; Psalm 89:30
- 7 Psalm 44:14; Jeremiah 24:9; Deuteronomy 28:37; Deuteronomy 4:26; 2 Kings 25:21
- 8 Jeremiah 22:8–9; Deuteronomy 29:24–26; 2 Chronicles 7:21; Jeremiah 19:8; Jeremiah 22:28
- 9 Jeremiah 2:19; Jeremiah 5:19; Jeremiah 2:10–13; 2 Chronicles 7:22; Deuteronomy 29:25–28
- 10 1 Kings 6:37–7:1; 2 Chronicles 8:1–18; 1 Kings 9:1
- 11 2 Chronicles 8:2; 2 Chronicles 2:16; Joshua 20:7; 1 Kings 5:6–10; 2 Chronicles 2:8–10
- 12 Numbers 22:34; Judges 14:3
- 13 Joshua 19:27; Amos 1:9; 1 Kings 5:1–2
- 14 1 Kings 9:11; 1 Kings 10:14; 1 Kings 10:10; 1 Kings 10:21; 1 Kings 9:28
- 26 1 Kings 22:48; Numbers 33:35; Deuteronomy 2:8; 2 Chronicles 8:17–18; 2 Kings 14:22
- 27 1 Kings 5:9; 1 Kings 10:11; 1 Kings 5:6; 1 Kings 22:49; 2 Chronicles 20:36–37
- 28 1 Chronicles 29:4; 2 Chronicles 8:18; Job 28:16; 1 Kings 10:11; Isaiah 13:12
- 9a Jeremiah 2:19; Jeremiah 5:19; Jeremiah 2:10–13; 2 Chronicles 7:22; Deuteronomy 29:25–28
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences