Skip to the text

1 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

1 Corinthians 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ου θελω δε υμας αγνοειν, αδελφοι, οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν, και παντες δια της θαλασσης διηλθον,
1 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
2 και παντες εις τον μωυσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση,
2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
3 και παντες το αυτο βρωμα πνευματικον εφαγον,
3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον,
4 και παντες το αυτο πομα πνευματικον επιον· επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας, η δε πετρα ην ο χριστος.
4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
5 αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος· κατεστρωθησαν γαρ εν τη ερημω.
5 ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6 ταυτα δε τυποι ημων εγενηθησαν, εις το μη ειναι ημας επιθυμητας κακων, καθως κακεινοι επεθυμησαν.
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
7 μηδε ειδωλολατραι γινεσθε, καθως τινες αυτων, ως γεγραπται· εκαθισεν ο λαος φαγειν και πιειν, και ανεστησαν παιζειν.
7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
8 μηδε πορνευωμεν, καθως τινες αυτων επορνευσαν και επεσον εν μια ημερα εικοσιτρεις χιλιαδες.
8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.
9 μηδε εκπειραζωμεν τον χριστον, καθως και τινες αυτων επειρασαν και υπο των οφεων απωλοντο.
9 μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
10 μηδε γογγυζετε, καθως και τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου.
10 μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
11 ταυτα δε παντα τυποι συνεβαινον εκεινοις, εγραφη δε προς νουθεσιαν ημων, εις ους τα τελη των αιωνων κατηντησεν.
11 ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.
12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση.
12 Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος· πιστος δε ο θεος, ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε, αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι [υμας] υπενεγκειν.
13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι [ὑμᾶς] ὑπενεγκεῖν.
14 διοπερ, αγαπητοι μου, φευγετε απο της ειδωλολατριας.
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
15 ως φρονιμοις λεγω· κρινατε υμεις ο φημι.
15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.
16 το ποτηριον της ευλογιας ο ευλογουμεν, ουχι κοινωνια του αιματος του χριστου εστιν; τον αρτον ον κλωμεν, ουχι κοινωνια του σωματος του χριστου εστιν;
16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
17 οτι εις αρτος, εν σωμα οι πολλοι εσμεν· οι γαρ παντες εκ του ενος αρτου μετεχομεν.
17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
18 βλεπετε τον ισραηλ κατα σαρκα· ουχι οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν;
18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;
19 τι ουν φημι; οτι ειδωλον τι εστιν; η οτι ειδωλοθυτον τι εστιν;
19 τί οὖν φημί; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;
20 αλλ οτι α θυει τα εθνη, δαιμονιοις θυει και ου θεω· ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι.
20 ἀλλ᾽ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων· ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων.
21 οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων·
22 η παραζηλουμεν τον κυριον; μη ισχυροτεροι αυτου εσμεν;
22 ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
23 παντα μοι εξεστιν, αλλ ου παντα συμφερει· παντα μοι εξεστιν, αλλ ου παντα οικοδομει.
23 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
24 μηδεις το εαυτου ζητειτω, αλλα το του ετερου εκαστος.
24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.
25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν·
25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
26 του γαρ κυριου η γη και το πληρωμα αυτης.
26 τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
27 ει δε τις καλει υμας των απιστων και θελετε πορευεσθαι, παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν.
27 εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
28 εαν δε τις υμιν ειπη, τουτο ειδωλοθυτον εστιν, μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν· του γαρ κυριου η γη και το πληρωμα αυτης.
28 ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
29 συνειδησιν δε λεγω ουχι την εαυτου, αλλα την του ετερου. ινατι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως;
29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
30 ει εγω χαριτι μετεχω, τι βλασφημουμαι υπερ ου εγω ευχαριστω;
30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε, παντα εις δοξαν θεου ποιειτε.
31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
32 απροσκοποι γινεσθε και ιουδαιοις και ελλησιν και τη εκκλησια του θεου,
32 ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ,
33 καθως καγω παντα πασιν αρεσκω, μη ζητων το εμαυτου συμφερον, αλλα το των πολλων, ινα σωθωσιν.
33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 14:29; Nehemiah 9:11–12; Psalm 78:13–14; Psalm 106:7–11; Psalm 105:39
  2. 2 Hebrews 3:2–3; Exodus 14:31; 1 Corinthians 1:13–16; Romans 6:3; John 9:28–29
  3. 3 Deuteronomy 8:3; Nehemiah 9:15; Exodus 16:4; Nehemiah 9:20; Exodus 16:35
  4. 4 Exodus 17:6; John 7:37; Isaiah 48:21; John 4:14; Psalm 105:41
  5. 5 Hebrews 3:17; Jude 5; Numbers 26:64–65; Numbers 14:37; Psalm 106:26
  6. 6 Jude 7; 1 Corinthians 10:11; 2 Peter 2:6; Hebrews 4:11; Zephaniah 3:6–7
  7. 7 Exodus 32:6–8; Psalm 106:19–20; Deuteronomy 9:12; 1 Corinthians 6:9; 1 Corinthians 10:14
  8. 8 Numbers 25:1–9; 1 Corinthians 6:18; Psalm 106:29; 1 Corinthians 6:9; Revelation 2:14
  9. 9 Numbers 21:5–6; Psalm 78:18; Hebrews 3:8–11; Exodus 17:2; Psalm 78:56
  10. 10 Numbers 14:2; Numbers 16:41; Numbers 14:37; Philippians 2:14; 1 Chronicles 21:15
  11. 11 Romans 15:4; Romans 13:11; 1 Corinthians 9:10; Philippians 4:5; 1 John 2:18
  12. 12 Romans 11:20; 2 Peter 3:17; Proverbs 16:18; 1 Corinthians 8:2; Matthew 26:40–41
  13. 13 2 Peter 2:9; 2 Timothy 4:18; 2 Thessalonians 3:3; 1 Peter 5:8–9; Hebrews 12:4
  14. 14 Revelation 21:8; 1 John 5:21; 2 Corinthians 7:1; 1 Peter 2:11; Revelation 22:15
  15. 15 1 Thessalonians 5:21; 1 Corinthians 8:1; 1 Corinthians 11:13; 1 Corinthians 4:10; 1 Corinthians 6:5
  16. 16 Matthew 26:26–28; 1 Corinthians 11:23–29; Acts 2:42; Hebrews 3:14; 1 John 1:7
  17. 17 Romans 12:5; Colossians 3:15; 1 Corinthians 12:27; 1 Corinthians 12:12; Ephesians 4:4
  18. 18 Philippians 3:3–5; Leviticus 3:11; Ephesians 2:11–12; Galatians 6:16; Leviticus 7:6
  19. 19 1 Corinthians 8:4; Isaiah 41:29; 1 Corinthians 1:28; Deuteronomy 32:21; 1 Corinthians 3:7
  20. 20 Revelation 9:20; Psalm 106:37–39; Deuteronomy 32:16–17; 2 Corinthians 4:4; Leviticus 17:7
  21. 21 Matthew 6:24; 1 Kings 18:21; 2 Corinthians 6:15–17; Isaiah 65:11; 1 Corinthians 10:16
  22. 22 Deuteronomy 32:21; Deuteronomy 32:16; Hebrews 10:31; Joshua 24:19; Job 40:9–14
  23. 23 1 Corinthians 6:12; 1 Corinthians 8:9; Ephesians 4:29; Romans 14:19–20; 1 Thessalonians 5:11
  24. 24 Romans 15:1–2; Philippians 2:4–5; 1 Corinthians 10:33; Philippians 2:21; 1 Corinthians 9:19–23
  25. 25 1 Timothy 4:4; 1 Corinthians 8:7; Titus 1:15; Romans 14:14; Acts 10:15
  26. 26 Psalm 24:1; Psalm 50:12; Exodus 19:5; Deuteronomy 10:14; Job 41:11
  27. 27 1 Corinthians 10:25; Luke 10:7–8; 1 Corinthians 5:9–11; 2 Corinthians 4:2; Luke 5:29–30
  28. 28 1 Corinthians 8:10–13; 1 Corinthians 8:7; Romans 14:15; 1 Corinthians 10:26; Matthew 6:31–32
  29. 29 1 Corinthians 9:19; Romans 14:15–21; 1 Corinthians 8:9–13; 1 Corinthians 10:32; 2 Corinthians 8:21
  30. 30 Romans 14:6; 1 Timothy 4:3–4
  31. 31 Colossians 3:17; Colossians 3:23; 1 Peter 4:11; Deuteronomy 12:7; Deuteronomy 12:18
  32. 32 Acts 20:28; 1 Corinthians 10:33; Romans 14:13; Acts 24:16; 1 Corinthians 8:13
  33. 33 Galatians 1:10; 1 Corinthians 10:24; 1 Corinthians 9:19–23; Romans 15:2–3; 2 Corinthians 12:19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:13 John Chrysostom, Homilies on First Corinthians (Homily XXIV)

    Thus, because he terrified them greatly, relating the ancient examples, and threw them into an agony, saying, "Let him that thinketh he standeth take heed lest he fall; "though they had borne many temptations, and had exercised themselves many times therein; for "I was with you," saith he, "in weakness, and in fear, and in much trembling:" (1 Cor. ii.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 10:26 Clement of Rome, First Epistle to the Corinthians (Chapters LIII–LVIII)

    For "the earth is the Lord's, and the fulness thereof." These things they who live a godly life, that is never to be repented of, both have done and always will do.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 10:16 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    … and revived, that He might rule over the living and the dead." And again, writing to the Corinthians, he declares, "But we preach Christ Jesus crucified;" and adds, "The cup of blessing which we bless, is it not the communion of the blood of Christ?"

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 10:13 Augustine of Hippo, Confessions (Book X, Chapters V–VIII)

    But there is hope, because Thou art faithful, who wilt not suffer us to be tempted above that we are able, but wilt with the temptation also make a way to escape, that we may be able to bear it. I would therefore confess what I know concerning myself; I will confess also what I know not concerning myself.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 10:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily II)

    Hear ye not Paul saying, "that all these things are written for our admonition"? And thou, if thou hadst to take up a Gospel, wouldest not choose to do so with hands unwashed; but the things that are laid up within it, dost thou not think to be highly necessary?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)