Skip to the text

1 John · Patriarchal Text (Antoniades 1904/1912)

1 John 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 πας ο πιστευων οτι ιησους εστιν ο χριστος, εκ του θεου γεγεννηται, και πας ο αγαπων τον γεννησαντα αγαπα και τον γεγεννημενον εξ αυτου.
1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
2 εν τουτω γινωσκομεν οτι αγαπωμεν τα τεκνα του θεου, οταν τον θεον αγαπωμεν και τας εντολας αυτου τηρωμεν.
2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
3 αυτη γαρ εστιν η αγαπη του θεου, ινα τας εντολας αυτου τηρωμεν· και αι εντολαι αυτου βαρειαι ουκ εισιν,
3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
4 οτι παν το γεγεννημενον εκ του θεου νικα τον κοσμον· και αυτη εστιν η νικη η νικησασα τον κοσμον, η πιστις ημων.
4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
5 τις εστιν ο νικων τον κοσμον ει μη ο πιστευων οτι ιησους εστιν ο υιος του θεου;
5 τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;
6 ουτος εστιν ο ελθων δι υδατος και αιματος, ιησους χριστος· ουκ εν τω υδατι μονον, αλλ εν τω υδατι και τω αιματι· και το πνευμα εστιν το μαρτυρουν, οτι το πνευμα εστιν η αληθεια.
6 Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.
7◆ οτι τρεις εισιν οι μαρτυρουντες [[εν τω ουρανω, ο πατηρ, ο λογος και το αγιον πνευμα, και ουτοι οι τρεις εν εισιν·]]
7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ⟦ἐν τῷ οὐρανῷ, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι· καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ⟧,
8◆ [[και τρεις εισιν οι μαρτυρουντες εν τη γη,]] το πνευμα και το υδωρ και το αιμα, και οι τρεις εις το εν εισιν.
8 τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
9 ει την μαρτυριαν των ανθρωπων λαμβανομεν, η μαρτυρια του θεου μειζων εστιν· οτι αυτη εστιν η μαρτυρια του θεου ην μεμαρτυρηκεν περι του υιου αυτου.
9 εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ.
10 ο πιστευων εις τον υιον του θεου εχει την μαρτυριαν εν αυτω· ο μη πιστευων τω θεω ψευστην πεποιηκεν αυτον, οτι ου πεπιστευκεν εις την μαρτυριαν ην μεμαρτυρηκεν ο θεος περι του υιου αυτου.
10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
11 και αυτη εστιν η μαρτυρια, οτι ζωην αιωνιον εδωκεν ημιν ο θεος, και αυτη η ζωη εν τω υιω αυτου εστιν.
11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
12 ο εχων τον υιον εχει την ζωην· ο μη εχων τον υιον του θεου την ζωην ουκ εχει.
12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
13 ταυτα εγραψα υμιν τοις πιστευουσιν εις το ονομα του υιου του θεου, ινα ειδητε οτι ζωην αιωνιον εχετε, και ινα πιστευητε εις το ονομα του υιου του θεου.
13 Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ.
14 και αυτη εστιν η παρρησια ην εχομεν προς αυτον, οτι εαν τι αιτωμεθα κατα το θελημα αυτου, ακουει ημων.
14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
15 και εαν οιδαμεν οτι ακουει ημων ο αν αιτωμεθα, οιδαμεν οτι εχομεν τα αιτηματα α ητηκαμεν παρ αυτου.
15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρ᾽ αὐτοῦ.
16 εαν τις ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προς θανατον, αιτησει, και δωσει αυτω ζωην, τοις αμαρτανουσιν μη προς θανατον. εστιν αμαρτια προς θανατον· ου περι εκεινης λεγω ινα ερωτηση.
16 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
17 πασα αδικια αμαρτια εστιν· και εστιν αμαρτια ου προς θανατον.
17 πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18 οιδαμεν οτι πας ο γεγεννημενος εκ του θεου ουχ αμαρτανει, αλλ ο γεννηθεις εκ του θεου τηρει εαυτον, και ο πονηρος ουχ απτεται αυτου.
18 Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
19 οιδαμεν οτι εκ του θεου εσμεν, και ο κοσμος ολος εν τω πονηρω κειται.
19 οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
20 οιδαμεν δε οτι ο υιος του θεου ηκει και δεδωκεν ημιν διανοιαν ινα γινωσκωμεν τον αληθινον· και εσμεν εν τω αληθινω, εν τω υιω αυτου ιησου χριστω. ουτος εστιν ο αληθινος θεος και ζωη αιωνιος.
20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
21 τεκνια, φυλαξατε εαυτους απο των ειδωλων· αμην.
21 Τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων· ἀμήν.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 1:12–13; 1 John 2:29; John 8:42; 1 John 4:7; 1 Peter 1:22–23
  2. 2 John 13:34–35; 1 John 2:5; 1 John 3:22–24; John 15:17; 1 John 4:21
  3. 3 John 14:15; John 15:10; Deuteronomy 7:9; John 14:21–24; 2 John 6
  4. 4 1 Corinthians 15:57; 1 John 4:4; John 16:33; 1 John 3:9; 1 John 5:5
  5. 5 1 John 4:15; 1 John 5:1
  6. 6 John 15:26; Hebrews 9:14; John 16:13; Mark 14:24; John 14:17
  7. 7 Matthew 28:19; 2 Corinthians 13:14; Acts 5:32; Matthew 3:16–17; John 1:1
  8. 8 1 John 5:6–7; John 15:26; 1 Peter 3:21; Acts 2:2–4; Romans 8:16
  9. 9 Matthew 3:16–17; Matthew 17:5; Acts 17:31; John 8:17–19; Acts 5:32
  10. 10 Romans 8:16; Galatians 4:6; John 3:33; John 5:38; Hebrews 3:12
  11. 11 Romans 6:23; 1 John 2:25; John 3:36; 1 John 5:20; 1 John 4:9
  12. 12 John 3:36; John 5:24; John 1:12; 1 Corinthians 1:30; John 3:15
  13. 13 John 20:31; John 1:12; 1 John 3:23; 2 Peter 1:10–11; John 3:18
  14. 14 John 14:13; Jeremiah 29:12–13; Jeremiah 33:3; 1 John 3:21–22; John 15:7
  15. 15 Luke 11:9–10; Mark 11:24; Proverbs 15:29; 1 John 5:18–20
  16. 16 Hebrews 6:4–6; 1 Samuel 2:25; Jeremiah 11:14; Hebrews 10:26–31; Mark 3:28–30
  17. 17 1 John 3:4; James 1:15; Ezekiel 18:26–32; 1 John 5:16; James 4:7–10
  18. 18 1 John 3:9; 1 John 5:4; Jude 21; Jude 24; 1 John 5:1
  19. 19 2 Corinthians 4:4; Ephesians 2:2; 1 John 4:4–6; Galatians 1:4; Revelation 12:9
  20. 20 John 17:3; Luke 24:45; John 14:9; 1 Timothy 3:16; Isaiah 44:6
  21. 21 1 Corinthians 10:14; 1 Corinthians 10:7; Exodus 20:3–4; 2 Corinthians 6:16–17; 1 Thessalonians 1:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:1 Augustine of Hippo, Homilies on the First Epistle of John (Homily X)

    I Suppose ye remember, those of you who were present yesterday, to what place in the course of this epistle our exposition has reached: namely, "He that loveth not his brother whom he seeth, how can he love God whom he seeth not?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Quotes verse 5:1 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    … but is of antichrist." These words agree with what was said in the Gospel, that "the Word was made flesh, and dwelt among us." Wherefore he again exclaims in his Epistle, "Every one that believeth that Jesus is the Christ, has been born of God;" knowing Jesus Christ to be one and the same, to whom the gates of heaven …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 5:16 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XXI–XXII)

    There is a sin unto death: I do not say that he shall pray for it." For he manifestly shows that there are certain brethren for whom we are not commanded to pray, although the Lord bids us pray even for our persecutors.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 5:1 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XI)

    And he that loveth Him that begat, loveth Him also that is begotten of Him; but he that despiseth Him that is begotten casts back the insult upon Him who begat.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 5:8 Gregory of Nazianzus, Theological Orations (The Fifth Theological Oration)

    What about John then, when in his Catholic Epistle he says that there are Three that bear witness, the Spirit and the Water and the Blood?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)