Skip to the text

2 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

2 Corinthians 8 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 γνωριζω δε υμιν, αδελφοι, την χαριν του θεου την δεδομενην εν ταις εκκλησιαις της μακεδονιας,
1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
2 οτι εν πολλη δοκιμη θλιψεως η περισσεια της χαρας αυτων και η κατα βαθους πτωχεια αυτων επερισσευσεν εις τον πλουτον της απλοτητος αυτων·
2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν·
3 οτι κατα δυναμιν, μαρτυρω, και υπερ δυναμιν, αυθαιρετοι,
3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι,
4 μετα πολλης παρακλησεως δεομενοι ημων την χαριν και την κοινωνιαν της διακονιας της εις τους αγιους,
4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους,
5 και ου καθως ηλπισαμεν, αλλ εαυτους εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματος θεου,
5 καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾽ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ,
6 εις το παρακαλεσαι ημας τιτον, ινα καθως προενηρξατο ουτως και επιτελεση εις υμας και την χαριν ταυτην.
6 εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
7 αλλ ωσπερ εν παντι περισσευετε, πιστει και λογω και γνωσει και παση σπουδη και τη εξ υμων εν ημιν αγαπη, ινα και εν ταυτη τη χαριτι περισσευητε.
7 ἀλλ᾽ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
8 ου κατ επιταγην λεγω, αλλα δια της ετερων σπουδης και το της υμετερας αγαπης γνησιον δοκιμαζων·
8 Οὐ κατ᾽ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
9 γινωσκετε γαρ την χαριν του κυριου ημων ιησου χριστου, οτι δι υμας επτωχευσεν πλουσιος ων, ινα υμεις τη εκεινου πτωχεια πλουτησητε.
9 γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾽ ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
10 και γνωμην εν τουτω διδωμι· τουτο γαρ υμιν συμφερει, οιτινες ου μονον το ποιησαι, αλλα και το θελειν προενηρξασθε απο περυσι·
10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
11 νυνι δε και το ποιησαι επιτελεσατε, οπως καθαπερ η προθυμια του θελειν, ουτως και το επιτελεσαι εκ του εχειν.
11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
12 ει γαρ η προθυμια προκειται, καθο εαν εχη τις ευπροσδεκτος, ου καθο ουκ εχει.
12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
13 ου γαρ ινα αλλοις ανεσις, υμιν δε θλιψις, αλλ εξ ισοτητος εν τω νυν καιρω το υμων περισσευμα εις το εκεινων υστερημα,
13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις, ἀλλ᾽ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα,
14 ινα και το εκεινων περισσευμα γενηται εις το υμων υστερημα, οπως γενηται ισοτης,
14 ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης,
15 καθως γεγραπται· ο το πολυ ουκ επλεονασεν, και ο το ολιγον ουκ ηλαττονησεν.
15 καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε.
16 χαρις δε τω θεω τω διδοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια τιτου,
16 Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
17 οτι την μεν παρακλησιν εδεξατο, σπουδαιοτερος δε υπαρχων αυθαιρετος εξηλθεν προς υμας.
17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς.
18 συνεπεμψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινος εν τω ευαγγελιω δια πασων των εκκλησιων·—
18 συνεπέμψαμεν δὲ μετ᾽ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· —
19 ου μονον δε, αλλα και χειροτονηθεις υπο των εκκλησιων συνεκδημος ημων συν τη χαριτι ταυτη τη διακονουμενη υφ ημων προς την αυτου του κυριου δοξαν και προθυμιαν ημων·—
19 οὐ μόνον δέ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν· —
20 στελλομενοι τουτο, μη τις ημας μωμησηται εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων,
20 στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν,
21 προνοουμενοι καλα ου μονον ενωπιον κυριου, αλλα και ενωπιον ανθρωπων.
21 προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
22 συνεπεμψαμεν δε αυτοις τον αδελφον ημων, ον εδοκιμασαμεν εν πολλοις πολλακις σπουδαιον οντα, νυνι δε πολυ σπουδαιοτερον πεποιθησει πολλη τη εις υμας.
22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
23 ειτε υπερ τιτου, κοινωνος εμος και εις υμας συνεργος· ειτε αδελφοι ημων, αποστολοι εκκλησιων, δοξα χριστου.
23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
24 την ουν ενδειξιν της αγαπης υμων και ημων καυχησεως υπερ υμων εις αυτους ενδειξασθε εις προσωπον των εκκλησιων.
24 Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Titus

    Coworker and partner of Paul

    A Greek coworker of Paul, not compelled to be circumcised, who carried Paul's letters to Corinth, and whom Paul left in Crete to set things in order.

    Cited in the guide: 2 Corinthians 2:13; 2 Corinthians 8:23; Galatians 2:3

Cross references (24)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 16:9; 2 Corinthians 9:2; 2 Corinthians 11:9; Acts 11:23; 2 Corinthians 9:12
  2. 2 James 2:5; Proverbs 11:25; 2 Corinthians 6:10; Deuteronomy 15:4; 2 Corinthians 9:13
  3. 3 Exodus 35:29; Exodus 35:5; 2 Corinthians 9:6–7; Exodus 35:21–22; Philemon 14
  4. 4 Galatians 6:10; Acts 24:17; 2 Corinthians 9:1; Hebrews 6:10; 1 John 3:16–18
  5. 5 Romans 12:1; Romans 14:7–9; Romans 6:13; 2 Corinthians 8:1; 2 Chronicles 30:12
  6. 6 2 Corinthians 12:18; 2 Corinthians 8:19; 2 Corinthians 8:16–17; 2 Corinthians 8:4; Philippians 4:18
  7. 7 2 Corinthians 9:8; 2 Peter 1:5–8; 2 Thessalonians 1:3; Philippians 1:9; 1 Corinthians 13:2
  8. 8 1 Corinthians 7:6; 1 John 3:17–19; 1 Peter 1:22; 2 Corinthians 9:7; James 2:14–16
  9. 9 Romans 8:32; Philippians 2:6–8; Matthew 20:28; Romans 5:8; 2 Corinthians 6:10
  10. 10 Hebrews 13:16; 1 Timothy 6:18–19; Proverbs 19:17; James 2:15–16; 2 Corinthians 9:2
  11. 11 2 Corinthians 9:2
  12. 12 Mark 12:42–44; Luke 21:1–4; Exodus 35:29; 2 Corinthians 9:7; Exodus 35:21–22
  13. 13 Acts 4:34; Romans 15:26–27
  14. 14 2 Corinthians 9:12; Acts 4:34
  15. 15 Exodus 16:18; Luke 22:35
  16. 16 Revelation 17:17; Jeremiah 32:40; 2 Corinthians 2:13–14; 2 Corinthians 7:12; Ezra 7:27
  17. 17 2 Corinthians 8:6; Hebrews 13:22; 2 Corinthians 8:10; 2 Corinthians 8:8
  18. 18 2 Corinthians 12:18; 1 Corinthians 7:17; 2 Corinthians 8:19; 2 Corinthians 2:12; 2 Corinthians 8:22–23
  19. 19 1 Corinthians 16:3–4; 2 Corinthians 9:8; 2 Corinthians 4:15; 1 Peter 4:10–11; 2 Corinthians 9:12–14
  20. 20 Ephesians 5:15; 1 Thessalonians 5:22; Romans 14:16; Matthew 10:16; 1 Corinthians 16:3
  21. 21 Romans 12:17; 1 Peter 2:12; Philippians 4:8; Titus 2:5–8; Romans 14:18
  22. 22 Philippians 2:20–22
  23. 23 Philippians 2:25; Philemon 17; 3 John 8; 2 Corinthians 8:6; Philippians 4:3
  24. 24 2 Corinthians 7:14; 2 Corinthians 7:4; 2 Corinthians 8:8; 2 Corinthians 9:2–4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 8:7 John Chrysostom, Homilies on Second Corinthians (Homily XVII)

    See again his exhortation accompanied with commendations, greater commendations. And he said not, that ye give,' but "that ye abound; in faith," namely, of the gifts, and "in utterance," the word of wisdom, and "knowledge," namely, of the doctrines, and "in all earnestness," to the attaining of all other virtue.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 8:9 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    And since His voice is acknowledged in the prophecy, "Thou wilt not leave my soul in hell," He has brought Him down to hell and brought Him up again. By this poverty of His we are made rich; for "the Lord maketh poor and maketh rich." But that we may know what this is, let us hear what follows: "He …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 8:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    For having spoken of the noble spirit they had shown in regard of their goods, he saith, "They gave also their own selves to the Lord, and to us."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 8:21 Augustine of Hippo, On Christian Doctrine (Book IV, Chapters 26–28)

    For while he pursues an upright life, he takes care to maintain a good reputation as well, providing things honest in the sight of God and men, fearing God, and caring for men.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 8:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXII)

    For this cause "He became poor, that He might make us rich;" for this cause He underwent all those sufferings, that He might incite us to ask.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)