Skip to the text

2 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

2 Corinthians 7 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ταυτας ουν εχοντες τας επαγγελιας, αγαπητοι, καθαρισωμεν εαυτους απο παντος μολυσμου σαρκος και πνευματος, επιτελουντες αγιωσυνην εν φοβω θεου.
1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
2 χωρησατε ημας· ουδενα ηδικησαμεν, ουδενα εφθειραμεν, ουδενα επλεονεκτησαμεν.
2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
3 ου προς κατακρισιν λεγω· προειρηκα γαρ οτι εν ταις καρδιαις ημων εστε εις το συναποθανειν και συζην.
3 οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
4 πολλη μοι παρρησια προς υμας, πολλη μοι καυχησις υπερ υμων· πεπληρωμαι τη παρακλησει, υπερπερισσευομαι τη χαρα επι παση τη θλιψει ημων.
4 πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5 και γαρ ελθοντων ημων εις μακεδονιαν ουδεμιαν εσχηκεν ανεσιν η σαρξ ημων, αλλ εν παντι θλιβομενοι· εξωθεν μαχαι, εσωθεν φοβοι.
5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
6 αλλ ο παρακαλων τους ταπεινους παρεκαλεσεν ημας ο θεος εν τη παρουσια τιτου·
6 ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
7 ου μονον δε εν τη παρουσια αυτου, αλλα και εν τη παρακλησει η παρεκληθη εφ υμιν, αναγγελλων ημιν την υμων επιποθησιν, τον υμων οδυρμον, τον υμων ζηλον υπερ εμου, ωστε με μαλλον χαρηναι,
7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι,
8 οτι ει και ελυπησα υμας εν τη επιστολη, ου μεταμελομαι, ει και μετεμελομην· βλεπω γαρ οτι η επιστολη εκεινη, ει και προς ωραν, ελυπησεν υμας.
8 ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς.
9 νυν χαιρω, ουχ οτι ελυπηθητε, αλλ οτι ελυπηθητε εις μετανοιαν· ελυπηθητε γαρ κατα θεον, ινα εν μηδενι ζημιωθητε εξ ημων.
9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
10 η γαρ κατα θεον λυπη μετανοιαν εις σωτηριαν αμεταμελητον κατεργαζεται· η δε του κοσμου λυπη θανατον κατεργαζεται.
10 ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
11 ιδου γαρ αυτο τουτο, το κατα θεον λυπηθηναι υμας, ποσην κατειργασατο υμιν σπουδην, αλλα απολογιαν, αλλα αγανακτησιν, αλλα φοβον, αλλα επιποθησιν, αλλα ζηλον, αλλα εκδικησιν! εν παντι συνεστησατε εαυτους αγνους ειναι εν τω πραγματι.
11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.
12 αρα ει και εγραψα υμιν, ουχ εινεκεν του αδικησαντος, ουδε εινεκεν του αδικηθεντος, αλλ εινεκεν του φανερωθηναι την σπουδην υμων την υπερ ημων προς υμας ενωπιον του θεου.
12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.
13 δια τουτο παρακεκλημεθα. επι δε τη παρακλησει υμων περισσοτερως μαλλον εχαρημεν επι τη χαρα τιτου, οτι αναπεπαυται το πνευμα αυτου απο παντων υμων·
13 Διὰ τοῦτο παρακεκλήμεθα. ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
14 οτι ει τι αυτω υπερ υμων κεκαυχημαι, ου κατησχυνθην, αλλ ως παντα εν αληθεια ελαλησαμεν υμιν, ουτως και η καυχησις ημων η επι τιτου αληθεια εγενηθη.
14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
15 και τα σπλαγχνα αυτου περισσοτερως εις υμας εστιν αναμιμνησκομενου την παντων υμων υπακοην, ως μετα φοβου και τρομου εδεξασθε αυτον.
15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
16 χαιρω οτι εν παντι θαρρω εν υμιν.
16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Thessalonians 4:7; 1 Peter 2:11; James 4:8; Proverbs 8:13; Psalm 51:10
  2. 2 Acts 20:33; 2 Corinthians 6:12–13; 2 Corinthians 11:9; Romans 16:18; 1 Thessalonians 2:3–6
  3. 3 Philippians 1:8–9; 2 Corinthians 6:11–12; Ruth 1:16–17; 1 Thessalonians 2:8; 2 Corinthians 12:15
  4. 4 2 Corinthians 1:4; James 1:2; 2 Corinthians 3:12; Romans 5:3; 1 Corinthians 1:4
  5. 5 2 Corinthians 2:13; Deuteronomy 32:25; 2 Corinthians 11:23–30; Matthew 11:28–30; Acts 20:1
  6. 6 2 Thessalonians 2:16–17; 2 Corinthians 1:3–4; 3 John 2–4; 2 Corinthians 7:13; Jeremiah 31:13
  7. 7 Jude 3; 2 John 4; James 5:17; James 4:9–10; Colossians 2:5
  8. 8 Revelation 3:19; John 16:6; Exodus 5:22–23; Hebrews 12:9–11; Jeremiah 20:7–9
  9. 9 Luke 15:7; Jeremiah 31:18–20; Ecclesiastes 7:3; 2 Corinthians 13:8–10; 2 Corinthians 7:10–11
  10. 10 Acts 3:19; Acts 11:18; 2 Timothy 2:25–26; 2 Samuel 12:13; Luke 18:13
  11. 11 Romans 14:18; 1 Timothy 5:21–22; 2 Timothy 2:15; Psalm 2:11; Ephesians 5:11
  12. 12 2 Corinthians 2:9; 1 Timothy 3:5; 2 Corinthians 7:8; 2 Corinthians 2:17; 2 Corinthians 2:3–4
  13. 13 2 Corinthians 7:6; Romans 15:32; 1 Peter 3:8; 1 Corinthians 16:13; Romans 12:15
  14. 14 2 Corinthians 7:4; 2 Thessalonians 1:4; 2 Corinthians 1:18–20; 2 Corinthians 9:2–4; 2 Corinthians 8:24
  15. 15 Philippians 2:12; 2 Corinthians 2:9; 1 John 3:17; Psalm 119:120; Isaiah 66:2
  16. 16 2 Corinthians 2:3; Philemon 8; Philemon 21; 2 Thessalonians 3:4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:2 John Chrysostom, Homilies on Second Corinthians (Homily XIV)

    Again he raiseth the discourse about love, mitigating the harshness of his rebuke. For since he had convicted and reproached them as being beloved indeed, yet not loving in an equal degree, but breaking away from his love and mixing up with other pestilent fellows; again he softens the vehemence of his rebuke, saying, "Make room for us," that is, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 7:8–11 Augustine of Hippo, The City of God (Book XIV, Chapters 6–7)

    For, behold, this selfsame thing that ye sorrowed after a godly sort, what carefulness it wrought in you!" Consequently the Stoics may defend themselves by replying, that sorrow is indeed useful for repentance of sin, but that this can have no place in the mind of the wise man, inasmuch as no sin attaches to him of which he could …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 7:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    This Paul also clearly declared, when he said, "The sorrow of the world worketh death, but godly sorrow worketh repentance unto salvation, not to be repented of." These then He too Himself calls blessed, whose sorrow is of that kind; yet not simply them that sorrow did He designate, but them that sorrow intensely.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 7:5 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    … spectacle to angels and men, and pressing onwards for the prize of his high calling, --very joyfully do we with the eyes of faith behold him rejoicing with them that rejoice, and weeping with them that weep; though hampered by fightings without and fears within; desiring to depart and to be with Christ; longing to see the Romans, that he …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 7:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    Declaring this, Paul said, "Without were fightings, within were fears;" and, "In perils among false brethren;" and in his discourse to the Milesians too He said, "Also of you shall some arise speaking perverse things;" and He Himself too said, "The man's foes shall be they of his own household." But when He said, "It must needs be," it is …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)