Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 17 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ταυτα ελαλησεν ο ιησους, και επηρεν τους οφθαλμους αυτου εις τον ουρανον και ειπεν· πατερ, εληλυθεν η ωρα· δοξασον σου τον υιον, ινα και ο υιος σου δοξαση σε,
1 Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε,
2 καθως εδωκας αυτω εξουσιαν πασης σαρκος, ινα παν ο δεδωκας αυτω δωσει αυτοις ζωην αιωνιον.
2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσει αὐτοῖς ζωὴν αἰώνιον.
3 αυτη δε εστιν η αιωνιος ζωη, ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλας ιησουν χριστον.
3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
4 εγω σε εδοξασα επι της γης, το εργον ετελειωσα ο δεδωκας μοι ινα ποιησω·
4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
5 και νυν δοξασον με συ, πατερ, παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι.
5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 εφανερωσα σου το ονομα τοις ανθρωποις ους δεδωκας μοι εκ του κοσμου. σοι ησαν και εμοι αυτους δεδωκας, και τον λογον σου τετηρηκασιν.
6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.
7 νυν εγνωκαν οτι παντα οσα δεδωκας μοι παρα σου εστιν·
7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν·
8 οτι τα ρηματα α δεδωκας μοι δεδωκα αυτοις, και αυτοι ελαβον, και εγνωσαν αληθως οτι παρα σου εξηλθον, και επιστευσαν οτι συ με απεστειλας.
8 ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
9 εγω περι αυτων ερωτω· ου περι του κοσμου ερωτω, αλλα περι ων δεδωκας μοι, οτι σοι εισιν,
9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι,
10 και τα εμα παντα σα εστιν και τα σα εμα, και δεδοξασμαι εν αυτοις.
10 καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
11 και ουκετι ειμι εν τω κοσμω, και ουτοι εν τω κοσμω εισιν, και εγω προς σε ερχομαι. πατερ αγιε, τηρησον αυτους εν τω ονοματι σου ω δεδωκας μοι, ινα ωσιν εν καθως ημεις.
11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.
12 οτε ημην μετ αυτων εν τω κοσμω, εγω ετηρουν αυτους εν τω ονοματι σου· ους δεδωκας μοι εφυλαξα, και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας, ινα η γραφη πληρωθη.
12 ὅτε ἤμην μετ᾽ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
13 νυν δε προς σε ερχομαι, και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν αυτοις.
13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.
14 εγω δεδωκα αυτοις τον λογον σου, και ο κοσμος εμισησεν αυτους, οτι ουκ εισιν εκ του κοσμου, καθως εγω ουκ ειμι εκ του κοσμου.
14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
15 ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου, αλλ ινα τηρησης αυτους εκ του πονηρου.
15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
16 εκ του κοσμου ουκ εισιν, καθως εγω εκ του κοσμου ουκ ειμι.
16 ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.
17 αγιασον αυτους εν τη αληθεια σου· ο λογος ο σος αληθεια εστιν.
17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι.
18 καθως εμε απεστειλας εις τον κοσμον, καγω απεστειλα αυτους εις τον κοσμον·
18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.
19 και υπερ αυτων εγω αγιαζω εμαυτον, ινα και αυτοι ωσιν ηγιασμενοι εν αληθεια.
19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
20 ου περι τουτων δε ερωτω μονον, αλλα και περι των πιστευοντων δια του λογου αυτων εις εμε,
20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
21 ινα παντες εν ωσιν, καθως συ, πατερ, εν εμοι καγω εν σοι, ινα και αυτοι εν ημιν εν ωσιν, ινα ο κοσμος πιστευση οτι συ με απεστειλας.
21 ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.
22 και εγω την δοξαν ην δεδωκας μοι δεδωκα αυτοις, ινα ωσιν εν καθως ημεις εν εσμεν,
22 καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν,
23 εγω εν αυτοις και συ εν εμοι, ινα ωσιν τετελειωμενοι εις εν, και ινα γινωσκη ο κοσμος οτι συ με απεστειλας και ηγαπησας αυτους καθως εμε ηγαπησας.
23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
24 πατερ, ους δεδωκας μοι, θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου, ινα θεωρωσιν την δοξαν την εμην ην δεδωκας μοι, οτι ηγαπησας με προ καταβολης κοσμου.
24 πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25 πατερ δικαιε, και ο κοσμος σε ουκ εγνω, εγω δε σε εγνων, και ουτοι εγνωσαν οτι συ με απεστειλας·
25 πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
26 και εγνωρισα αυτοις το ονομα σου και γνωρισω, ινα η αγαπη ην ηγαπησας με εν αυτοις η, καγω εν αυτοις.
26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.
Cross references (26)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Philippians 2:9–11; John 17:4–5; John 13:31–32; John 12:23; John 12:27–28
  2. 2 John 10:28–29; John 6:39; Daniel 7:14; John 6:37; Matthew 28:18
  3. 3 1 John 5:20; 1 John 5:11–12; Jeremiah 9:23–24; John 3:17; John 17:25
  4. 4 John 4:34; Acts 20:24; 2 Timothy 4:7; John 14:31; John 19:30
  5. 5 John 1:1–3; Colossians 1:15–17; John 10:30; 1 Peter 1:20; Philippians 2:6
  6. 6 John 17:26; 1 John 5:20; John 14:21–24; John 17:24; John 10:27–29
  7. 7 John 7:16–17; John 16:15; John 10:29–30; John 8:28; John 17:10
  8. 8 John 17:14; John 15:15; John 16:30; 1 Thessalonians 2:13; John 16:27
  9. 9 Hebrews 9:24; John 17:2; John 17:6; Luke 22:32; 1 John 5:19
  10. 10 John 10:30; 1 Peter 2:9; Revelation 5:8–14; 2 Thessalonians 1:10; 1 Corinthians 3:21–23
  11. 11 Matthew 6:9; Proverbs 18:10; John 17:12–18; Hebrews 9:24; John 10:29–30
  12. 12 Psalm 109:6–19; John 10:27–28; John 18:9; John 13:18; Acts 1:16–20
  13. 13 Hebrews 12:2; Galatians 5:22; John 15:11; John 3:29; John 16:22–24
  14. 14 John 17:16; John 15:18–21; 1 John 5:19–20; John 8:23; 1 John 4:5–6
  15. 15 Psalm 121:7; 1 John 5:18; Matthew 6:13; 2 Thessalonians 3:3; 1 Chronicles 4:10
  16. 16 John 17:14
  17. 17 Psalm 119:160; John 15:3; Ephesians 5:26; 1 Peter 1:22–23; John 17:19
  18. 18 2 Corinthians 5:20; John 20:21; John 17:3; Ephesians 3:7; Matthew 10:5
  19. 19 Titus 2:14; Hebrews 2:11; John 17:17; Hebrews 10:5–10; 1 Corinthians 1:2
  20. 20 John 17:6–11; Acts 2:41; Acts 4:4; Romans 15:18–19; Ephesians 4:11
  21. 21 1 Corinthians 12:12; Colossians 3:11–14; John 17:11; 1 Corinthians 12:25–27; Philippians 1:27
  22. 22 2 Corinthians 3:18; John 14:20; Ephesians 2:20; John 1:16; Mark 16:17–20
  23. 23 John 17:21; John 16:27; 1 John 3:1; 1 John 4:12–16; John 13:35
  24. 24 John 12:26; John 17:5; John 14:3; 2 Corinthians 4:6; Matthew 25:21
  25. 25 John 17:11; John 7:29; John 15:21; John 16:27; John 17:8
  26. 26 John 17:6; John 17:23; John 15:9; 1 John 4:13–14; Hebrews 2:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 17:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVII — 1)

    Before these words, which we are now, with the Lord's help, to make the subject of discourse, Jesus had said, "These things have I spoken unto you, that in me ye might have peace;" which we are to consider as referring, not to the later words uttered by Him immediately before, but to all that He had addressed to them, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 17:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXX)

    "He that hath done and taught," it saith, "the same shall be called great in the Kingdom of heaven." And with much reason; for to show true wisdom in words, is easy, but the proof which is by works is the part of some noble and great one.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 17:5 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    … alone antecedently to Adam, but also before all creation, the Word glorified His Father, remaining in Him; and was Himself glorified by the Father, as He did Himself declare, "Father, glorify Thou Me with the glory which I had with Thee before the world was." Nor did He stand in need of our service when He ordered us to follow …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 17:3 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXVII)

    This is life eternal; this Himself hath said, "But this is life eternal, that they may know Thee the Only True God, and Jesus Christ whom Thou hast sent." This is life eternal, that they may know, see, comprehend, acquaint themselves with what they had believed, may perceive that which they were not yet able to comprehend.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 17:23 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    … men know that ye are my disciples," not "if ye cast out devils," but "if ye have love one to another." And again, "Hereby shall all men know that Thou hast sent me;" not "if these men raise the dead," but, "if they be one." For, as to miracles, they oftentimes, while they profited another, have injured him who had …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)