PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετης. 1 As he passed by, he saw a man blind from birth.
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες· ραββι, τις ημαρτεν, ουτος η οι γονεις αυτου, ινα τυφλος γεννηθη; 2 His disciples asked him, “Rabbi, who sinned, this man or his parents, that he was born blind?”
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 απεκριθη ιησους· ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου, αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω. 3 Jesus answered, “This man didn’t sin, nor did his parents, but that the works of God might be revealed in him.
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 εμε δει εργαζεσθαι τα εργα του πεμψαντος με εως ημερα εστιν· ερχεται νυξ οτε ουδεις δυναται εργαζεσθαι. 4 I must work the works of him who sent me while it is day. The night is coming, when no one can work.
4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 οταν εν τω κοσμω ω, φως ειμι του κοσμου. 5 While I am in the world, I am the light of the world.”
5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6 ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματος, και επεχρισεν τον πηλον επι τους οφθαλμους του τυφλου 6 When he had said this, he spat on the ground, made mud with the saliva, anointed the blind man’s eyes with the mud,
6 ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7 και ειπεν αυτω· υπαγε νιψαι εις την κολυμβηθραν του σιλωαμ, ο ερμηνευεται απεσταλμενος. απηλθεν ουν και ενιψατο, και ηλθεν βλεπων. 7 and said to him, “Go, wash in the pool of Siloam” (which means “Sent”). So he went away, washed, and came back seeing.
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 οι ουν γειτονες και οι θεωρουντες αυτον το προτερον οτι τυφλος ην, ελεγον· ουχ ουτος εστιν ο καθημενος και προσαιτων; 8 Therefore the neighbors and those who saw that he was blind before said, “Isn’t this he who sat and begged?”
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 αλλοι ελεγον οτι ουτος εστιν· αλλοι δε οτι ομοιος αυτω εστιν. εκεινος ελεγεν οτι εγω ειμι. 9 Others were saying, “It is he.” Still others were saying, “He looks like him.” He said, “I am he.”
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10 ελεγον ουν αυτω· πως ανεωχθησαν σου οι οφθαλμοι; 10 They therefore were asking him, “How were your eyes opened?”
10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 απεκριθη εκεινος και ειπεν· ανθρωπος λεγομενος ιησους πηλον εποιησεν και επεχρισεν μου τους οφθαλμους και ειπεν μοι· υπαγε εις την κολυμβηθραν του σιλωαμ και νιψαι· απελθων δε και νιψαμενος ανεβλεψα. 11 He answered, “A man called Jesus made mud, anointed my eyes, and said to me, ‘Go to the pool of Siloam and wash.’ So I went away and washed, and I received sight.”
11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 ειπον ουν αυτω· που εστιν εκεινος; λεγει· ουκ οιδα. 12 Then they asked him, “Where is he?” He said, “I don’t know.”
12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13 αγουσιν αυτον προς τους φαρισαιους, τον ποτε τυφλον. 13 They brought him who had been blind to the Pharisees.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 ην δε σαββατον οτε τον πηλον εποιησεν ο ιησους και ανεωξεν αυτου τους οφθαλμους. 14 It was a Sabbath when Jesus made the mud and opened his eyes.
14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πως ανεβλεψεν. ο δε ειπεν αυτοις· πηλον επεθηκεν μου επι τους οφθαλμους, και ενιψαμην, και βλεπω. 15 Again therefore the Pharisees also asked him how he received his sight. He said to them, “He put mud on my eyes, I washed, and I see.”
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16 ελεγον ουν εκ των φαρισαιων τινες· ουτος ο ανθρωπος ουκ εστιν παρα του θεου, οτι το σαββατον ου τηρει. αλλοι ελεγον· πως δυναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν; και σχισμα ην εν αυτοις. 16 Some therefore of the Pharisees said, “This man is not from God, because he doesn’t keep the Sabbath.” Others said, “How can a man who is a sinner do such signs?” So there was division among them.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 λεγουσιν τω τυφλω παλιν· συ τι λεγεις περι αυτου, οτι ηνοιξεν σου τους οφθαλμους; ο δε ειπεν οτι προφητης εστιν. 17 Therefore they asked the blind man again, “What do you say about him, because he opened your eyes?” He said, “He is a prophet.”
17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι τυφλος ην και ανεβλεψεν, εως οτου εφωνησαν τους γονεις αυτου του αναβλεψαντος 18 The Jews therefore didn’t believe concerning him, that he had been blind and had received his sight, until they called the parents of him who had received his sight,
18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 και ηρωτησαν αυτους λεγοντες· ουτος εστιν ο υιος υμων, ον υμεις λεγετε οτι τυφλος εγεννηθη; πως ουν αρτι βλεπει; 19 and asked them, “Is this your son, whom you say was born blind? How then does he now see?”
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20 απεκριθησαν δε αυτοις οι γονεις αυτου και ειπον· οιδαμεν οτι ουτος εστιν ο υιος ημων και οτι τυφλος εγεννηθη· 20 His parents answered them, “We know that this is our son, and that he was born blind;
20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πως δε νυν βλεπει ουκ οιδαμεν, η τις ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν· αυτος ηλικιαν εχει, αυτον ερωτησατε, αυτος περι εαυτου λαλησει. 21 but how he now sees, we don’t know; or who opened his eyes, we don’t know. He is of age. Ask him. He will speak for himself.”
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22 ταυτα ειπον οι γονεις αυτου, οτι εφοβουντο τους ιουδαιους· ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα, εαν τις αυτον ομολογηση χριστον, αποσυναγωγος γενηται. 22 His parents said these things because they feared the Jews; for the Jews had already agreed that if any man would confess him as Christ, he would be put out of the synagogue.
22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23 δια τουτο οι γονεις αυτου ειπον οτι ηλικιαν εχει, αυτον ερωτησατε. 23 Therefore his parents said, “He is of age. Ask him.”
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24 εφωνησαν ουν εκ δευτερου τον ανθρωπον ος ην τυφλος, και ειπον αυτω· δος δοξαν τω θεω· ημεις οιδαμεν οτι ο ανθρωπος ουτος αμαρτωλος εστιν. 24 So they called the man who was blind a second time, and said to him, “Give glory to God. We know that this man is a sinner.”
24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25 απεκριθη ουν εκεινος και ειπεν· ει αμαρτωλος εστιν ουκ οιδα· εν οιδα, οτι τυφλος ων αρτι βλεπω. 25 He therefore answered, “I don’t know if he is a sinner. One thing I do know: that though I was blind, now I see.”
25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 ειπον δε αυτω παλιν· τι εποιησεν σοι; πως ηνοιξεν σου τους οφθαλμους; 26 They said to him again, “What did he do to you? How did he open your eyes?”
26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27 απεκριθη αυτοις· ειπον υμιν ηδη, και ουκ ηκουσατε· τι παλιν θελετε ακουειν; μη και υμεις θελετε αυτου μαθηται γενεσθαι; 27 He answered them, “I told you already, and you didn’t listen. Why do you want to hear it again? You don’t also want to become his disciples, do you?”
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 ελοιδορησαν αυτον και ειπον· συ ει μαθητης εκεινου· ημεις δε του μωυσεως εσμεν μαθηται. 28 They insulted him and said, “You are his disciple, but we are disciples of Moses.
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 ημεις οιδαμεν οτι μωυσει λελαληκεν ο θεος· τουτον δε ουκ οιδαμεν ποθεν εστιν. 29 We know that God has spoken to Moses. But as for this man, we don’t know where he comes from.”
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 απεκριθη ο ανθρωπος και ειπεν αυτοις· εν γαρ τουτω θαυμαστον εστιν, οτι υμεις ουκ οιδατε ποθεν εστιν, και ανεωξεν μου τους οφθαλμους. 30 The man answered them, “How amazing! You don’t know where he comes from, yet he opened my eyes.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31 οιδαμεν δε οτι αμαρτωλων ο θεος ουκ ακουει, αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη, τουτου ακουει. 31 We know that God doesn’t listen to sinners, but if anyone is a worshiper of God and does his will, he listens to him.
31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 εκ του αιωνος ουκ ηκουσθη οτι ηνοιξεν τις οφθαλμους τυφλου γεγεννημενου. 32 Since the world began it has never been heard of that anyone opened the eyes of someone born blind.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33 ει μη ην ουτος παρα θεου, ουκ ηδυνατο ποιειν ουδεν. 33 If this man were not from God, he could do nothing.”
33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 απεκριθησαν και ειπον αυτω· εν αμαρτιαις συ εγεννηθης ολος, και συ διδασκεις ημας; και εξεβαλον αυτον εξω. 34 They answered him, “You were altogether born in sins, and do you teach us?” Then they threw him out.
34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω, και ευρων αυτον ειπεν αυτω· συ πιστευεις εις τον υιον του θεου; 35 Jesus heard that they had thrown him out, and finding him, he said, “Do you believe in the Son of God?”
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 απεκριθη εκεινος και ειπεν· και τις εστιν, κυριε, ινα πιστευσω εις αυτον; 36 He answered, “Who is he, Lord, that I may believe in him?”
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 ειπεν δε αυτω ο ιησους· και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν. 37 Jesus said to him, “You have both seen him, and it is he who speaks with you.”
37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 ο δε εφη· πιστευω, κυριε· και προσεκυνησεν αυτω. 38 He said, “Lord, I believe!” and he worshiped him.
38 ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
39 και ειπεν ο ιησους· εις κριμα εγω εις τον κοσμον τουτον ηλθον, ινα οι μη βλεποντες βλεπωσιν και οι βλεποντες τυφλοι γενωνται. 39 Jesus said, “I came into this world for judgment, that those who don’t see may see; and that those who see may become blind.”
39 καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40 και ηκουσαν εκ των φαρισαιων ταυτα οι οντες μετ αυτου, και ειπον αυτω· μη και ημεις τυφλοι εσμεν; 40 Those of the Pharisees who were with him heard these things, and said to him, “Are we also blind?”
40 καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ, καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41 ειπεν αυτοις ο ιησους· ει τυφλοι ητε, ουκ αν ειχετε αμαρτιαν· νυν δε λεγετε οτι βλεπομεν· η ουν αμαρτια υμων μενει. 41 Jesus said to them, “If you were blind, you would have no sin; but now you say, ‘We see.’ Therefore your sin remains.
41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.