Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 12 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ηρξατο αυτοις εν παραβολαις λεγειν· αμπελωνα εφυτευσεν ανθρωπος και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον, και εξεδοτο αυτον γεωργοις και απεδημησεν.
1 He began to speak to them in parables. “A man planted a vineyard, put a hedge around it, dug a pit for the wine press, built a tower, rented it out to a farmer, and went into another country.
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
2 και απεστειλεν προς τους γεωργους τω καιρω δουλον, ινα παρα των γεωργων λαβη απο του καρπου του αμπελωνος.
2 When it was time, he sent a servant to the farmer to get from the farmer his share of the fruit of the vineyard.
2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
3 και λαβοντες αυτον εδειραν και απεστειλαν κενον.
3 They took him, beat him, and sent him away empty.
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4 και παλιν απεστειλεν προς αυτους αλλον δουλον· κακεινον λιθοβολησαντες εκεφαλαιωσαν και απεστειλαν ητιμωμενον.
4 Again, he sent another servant to them; and they threw stones at him, wounded him in the head, and sent him away shamefully treated.
4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
5 και παλιν αλλον απεστειλεν· κακεινον απεκτειναν, και πολλους αλλους, ους μεν δεροντες, ους δε αποκτεννοντες.
5 Again he sent another, and they killed him, and many others, beating some, and killing some.
5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6 ετι ουν ενα υιον εχων, αγαπητον αυτου, απεστειλεν και αυτον εσχατον προς αυτους λεγων οτι εντραπησονται τον υιον μου.
6 Therefore still having one, his beloved son, he sent him last to them, saying, ‘They will respect my son.’
6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
7 εκεινοι δε οι γεωργοι, θεασαμενοι αυτον ερχομενον, προς εαυτους ειπον οτι ουτος εστιν ο κληρονομος· δευτε αποκτεινωμεν αυτον, και ημων εσται η κληρονομια.
7 But those farmers said among themselves, ‘This is the heir. Come, let’s kill him, and the inheritance will be ours.’
7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 και λαβοντες απεκτειναν αυτον και εξεβαλον αυτον εξω του αμπελωνος.
8 They took him, killed him, and cast him out of the vineyard.
8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9 τι ουν ποιησει ο κυριος του αμπελωνος; ελευσεται και απολεσει τους γεωργους τουτους, και δωσει τον αμπελωνα αλλοις.
9 What therefore will the lord of the vineyard do? He will come and destroy the farmers, and will give the vineyard to others.
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 ουδε την γραφην ταυτην ανεγνωτε, λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας·
10 Haven’t you even read this Scripture: ‘The stone which the builders rejected was made the head of the corner.
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρα κυριου εγενετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων;
11 This was from the Lord. It is marvelous in our eyes’?”
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12 και εζητουν αυτον κρατησαι, και εφοβηθησαν τον οχλον· εγνωσαν γαρ οτι προς αυτους την παραβολην ειπεν. και αφεντες αυτον απηλθον.
12 They tried to seize him, but they feared the multitude; for they perceived that he spoke the parable against them. They left him and went away.
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 και αποστελλουσιν προς αυτον τινας των φαρισαιων και των ηρωδιανων ινα αυτον αγρευσωσιν λογω.
13 They sent some of the Pharisees and the Herodians to him, that they might trap him with words.
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
14 οι δε ελθοντες λεγουσιν αυτω· διδασκαλε, οιδαμεν οτι αληθης ει και ου μελει σοι περι ουδενος· ου γαρ βλεπεις εις προσωπον ανθρωπων, αλλ επ αληθειας την οδον του θεου διδασκεις. ειπον ουν ημιν· εξεστιν δουναι κηνσον καισαρι η ου;
14 When they had come, they asked him, “Teacher, we know that you are honest, and don’t defer to anyone; for you aren’t partial to anyone, but truly teach the way of God. Is it lawful to pay taxes to Caesar, or not?
14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
15 δωμεν η μη δωμεν; ο δε ειδως αυτων την υποκρισιν ειπεν αυτοις· τι με πειραζετε; φερετε μοι δηναριον ινα ιδω.
15 Shall we give, or shall we not give?” But he, knowing their hypocrisy, said to them, “Why do you test me? Bring me a denarius, that I may see it.”
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16 οι δε ηνεγκαν. και λεγει αυτοις· τινος η εικων αυτη και η επιγραφη; οι δε ειπον· καισαρος.
16 They brought it. He said to them, “Whose is this image and inscription?” They said to him, “Caesar’s.”
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.
17 και αποκριθεις ο ιησους ειπεν αυτοις· αποδοτε τα καισαρος καισαρι και τα του θεου τω θεω. και εθαυμασαν επ αυτω.
17 Jesus answered them, “Give to Caesar the things that are Caesar’s, and to God the things that are God’s.” They marveled greatly at him.
17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18 και ερχονται σαδδουκαιοι προς αυτον, οιτινες λεγουσιν αναστασιν μη ειναι, και επηρωτων αυτον λεγοντες·
18 Some Sadducees, who say that there is no resurrection, came to him. They asked him, saying,
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19 διδασκαλε, μωυσης εγραψεν ημιν οτι εαν τινος αδελφος αποθανη και καταλιπη γυναικα, και τεκνα μη αφη, ινα λαβη ο αδελφος αυτου την γυναικα αυτου και εξαναστηση σπερμα τω αδελφω αυτου.
19 “Teacher, Moses wrote to us, ‘If a man’s brother dies and leaves a wife behind him, and leaves no children, that his brother should take his wife and raise up offspring for his brother.’
19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 επτα ουν αδελφοι ησαν. και ο πρωτος ελαβεν γυναικα, και αποθνησκων ουκ αφηκεν σπερμα.
20 There were seven brothers. The first took a wife, and dying left no offspring.
20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
21 και ο δευτερος ελαβεν αυτην, και απεθανεν, και ουδε αυτος [ουκ] αφηκεν σπερμα. και ο τριτος ωσαυτως.
21 The second took her, and died, leaving no children behind him. The third likewise;
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς [οὐκ] ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.
22 και ελαβον αυτην οι επτα, και ουκ αφηκαν σπερμα. εσχατη παντων απεθανεν και η γυνη.
22 and the seven took her and left no children. Last of all the woman also died.
22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
23 εν τη ουν αναστασει, οταν αναστωσιν, τινος αυτων εσται γυνη; οι γαρ επτα εσχον αυτην γυναικα.
23 In the resurrection, when they rise, whose wife will she be of them? For the seven had her as a wife.”
23 ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 και αποκριθεις ο ιησους ειπεν αυτοις· ου δια τουτο πλανασθε, μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου;
24 Jesus answered them, “Isn’t this because you are mistaken, not knowing the Scriptures nor the power of God?
24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25 οταν γαρ εκ νεκρων αναστωσιν, ουτε γαμουσιν ουτε γαμιζονται, αλλ εισιν ως αγγελοι [οι] εν τοις ουρανοις.
25 For when they will rise from the dead, they neither marry nor are given in marriage, but are like angels in heaven.
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
26 περι δε των νεκρων οτι εγειρονται, ουκ ανεγνωτε εν τη βιβλω μωυσεως, επι του βατου πως ειπεν αυτω ο θεος λεγων, εγω ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ;
26 But about the dead, that they are raised, haven’t you read in the book of Moses about the Bush, how God spoke to him, saying, ‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’?
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
27 ουκ εστιν ο θεος νεκρων, αλλα ζωντων· υμεις ουν πολυ πλανασθε.
27 He is not the God of the dead, but of the living. You are therefore badly mistaken.”
27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28 και προσελθων εις των γραμματεων, ακουσας αυτων συζητουντων, ιδων οτι καλως αυτοις απεκριθη, επηρωτησεν αυτον· ποια εστιν πρωτη παντων εντολη;
28 One of the scribes came and heard them questioning together, and knowing that he had answered them well, asked him, “Which commandment is the greatest of all?”
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
29 ο δε ιησους απεκριθη αυτω οτι πρωτη παντων εντολη· ακουε, ισραηλ, κυριος ο θεος ημων κυριος εις εστιν·
29 Jesus answered, “The greatest is: ‘Hear, Israel, the Lord our God, the Lord is one.
29 ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
30 και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου. αυτη πρωτη εντολη.
30 You shall love the Lord your God with all your heart, with all your soul, with all your mind, and with all your strength.’ This is the first commandment.
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
31 και δευτερα ομοια, αυτη· αγαπησεις τον πλησιον σου ως εαυτον. μειζων τουτων αλλη εντολη ουκ εστιν.
31 The second is like this: ‘You shall love your neighbor as yourself.’ There is no other commandment greater than these.”
31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
32 και ειπεν αυτω ο γραμματευς· καλως, διδασκαλε, επ αληθειας ειπας οτι εις εστιν και ουκ εστιν αλλος πλην αυτου·
32 The scribe said to him, “Truly, teacher, you have said well that he is one, and there is none other but he;
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33 και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ψυχης και εξ ολης της ισχυος, και το αγαπαν τον πλησιον ως εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και θυσιων.
33 and to love him with all the heart, with all the understanding, all the soul, and with all the strength, and to love his neighbor as himself, is more important than all whole burnt offerings and sacrifices.”
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34 και ο ιησους ιδων οτι νουνεχως απεκριθη, ειπεν αυτω· ου μακραν ει απο της βασιλειας του θεου. και ουδεις ουκετι ετολμα αυτον επερωτησαι.
34 When Jesus saw that he answered wisely, he said to him, “You are not far from God’s Kingdom.” No one dared ask him any question after that.
34 καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 και αποκριθεις ο ιησους ελεγεν διδασκων εν τω ιερω· πως λεγουσιν οι γραμματεις οτι ο χριστος υιος δαυιδ εστιν;
35 Jesus responded, as he taught in the temple, “How is it that the scribes say that the Christ is the son of David?
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;
36 αυτος γαρ δαυιδ ειπεν εν πνευματι αγιω· λεγει ο κυριος τω κυριω μου, καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
36 For David himself said in the Holy Spirit, ‘The Lord said to my Lord, “Sit at my right hand, until I make your enemies the footstool of your feet.”’
36 αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37 αυτος ουν δαυιδ λεγει αυτον κυριον· και ποθεν υιος αυτου εστιν; και ο πολυς οχλος ηκουεν αυτου ηδεως.
37 Therefore David himself calls him Lord, so how can he be his son?” The common people heard him gladly.
37 αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 και ελεγεν αυτοις εν τη διδαχη αυτου· βλεπετε απο των γραμματεων των θελοντων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις
38 In his teaching he said to them, “Beware of the scribes, who like to walk in long robes, and to get greetings in the marketplaces,
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39 και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις.
39 and to get the best seats in the synagogues and the best places at feasts,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
40 οι κατεσθιοντες τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι! ουτοι ληψονται περισσοτερον κριμα.
40 those who devour widows’ houses, and for a pretense make long prayers. These will receive greater condemnation.”
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα.
41 και καθισας ο ιησους κατεναντι του γαζοφυλακιου εθεωρει πως ο οχλος βαλλει χαλκον εις το γαζοφυλακιον. και πολλοι πλουσιοι εβαλλον πολλα·
41 Jesus sat down opposite the treasury and saw how the multitude cast money into the treasury. Many who were rich cast in much.
41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
42 και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο, ο εστιν κοδραντης.
42 A poor widow came and she cast in two small brass coins, which equal a quadrans coin.
42 καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
43 και προσκαλεσαμενος τους μαθητας αυτου ειπεν αυτοις· αμην λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν των βαλλοντων εις το γαζοφυλακιον·
43 He called his disciples to himself and said to them, “Most certainly I tell you, this poor widow gave more than all those who are giving into the treasury,
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44 παντες γαρ εκ του περισσευοντος αυτοις εβαλον· αυτη δε εκ της υστερησεως αυτης παντα οσα ειχεν εβαλεν, ολον τον βιον αυτης.
44 for they all gave out of their abundance, but she, out of her poverty, gave all that she had to live on.”
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 5:1–4; Mark 13:34; Song of Songs 8:11–12; Mark 4:2; Psalm 80:8–16
  2. 2 John 15:1–8; Hebrews 1:1; Micah 7:1; Jeremiah 25:4–5; Jeremiah 44:4
  3. 3 2 Chronicles 36:16; Jeremiah 26:20–24; Hebrews 11:36–37; Nehemiah 9:26; 1 Thessalonians 2:15
  4. 5 Matthew 5:12; Mark 9:13; Luke 6:22–23; Jeremiah 7:25–28; Matthew 22:6
  5. 6 Hebrews 1:1–2; Matthew 3:17; John 1:34; Psalm 2:12; 1 John 5:11–12
  6. 7 John 11:47–50; Acts 5:28; Matthew 2:3–13; Isaiah 49:7; Psalm 2:2–3
  7. 8 Luke 20:15; Matthew 21:39; Matthew 21:33; Hebrews 13:11–13
  8. 9 Romans 10:20–11:12; Matthew 21:43; Luke 19:27; Romans 9:30–33; Jeremiah 17:3
  9. 10 Psalm 118:22–23; Luke 20:17–18; 1 Peter 2:7–8; Isaiah 28:16; Acts 4:11–12
  10. 11 Psalm 118:23; Habakkuk 1:5; Acts 2:32–36; Acts 3:12–16; Ephesians 3:8–11
  11. 12 Mark 11:18; Mark 11:32; John 7:30; John 7:25; John 7:44
  12. 13 Luke 20:20–26; Mark 3:6; Luke 11:54; Mark 8:15; Psalm 38:12
  13. 14 Galatians 1:10; 2 Corinthians 2:17; 2 Corinthians 5:11; 2 Corinthians 2:2; 2 Corinthians 5:16
  14. 15 Revelation 2:23; Ezekiel 17:2; Matthew 22:18; Acts 5:9; Hebrews 4:13
  15. 16 Luke 20:24–26; Matthew 22:19–22; Revelation 3:12; 2 Timothy 2:19
  16. 17 Romans 13:7; 2 Corinthians 5:14–15; 1 Corinthians 14:24–25; 1 Peter 2:17; Acts 4:19–20
  17. 18 Matthew 22:23–33; Acts 4:1–2; 2 Timothy 2:18; Acts 23:6–9; Luke 20:27–40
  18. 19 Deuteronomy 25:5–10; Ruth 1:11–13; Genesis 38:8; Ruth 4:5
  19. 20 Matthew 22:25–28; Luke 20:29–33
  20. 24 2 Timothy 3:15–17; John 20:9; Matthew 22:29; Ephesians 1:19; Isaiah 25:8
  21. 25 Luke 20:35–36; Matthew 22:30; 1 John 3:2; Hebrews 12:22–23; 1 Corinthians 15:42–54
  22. 26 Exodus 3:2–6; Luke 20:37; Genesis 17:7–8; Genesis 33:20; Exodus 3:16
  23. 27 Romans 14:9; Mark 12:24; Romans 4:17; Hebrews 11:13–16; Hebrews 3:10
  24. 28 Matthew 22:34–40; Luke 10:25–28; Luke 20:39; Matthew 19:18; Matthew 5:19
  25. 29 Luke 10:27; Deuteronomy 6:4; Galatians 3:20; Romans 3:30; Jude 25
  26. 30 Deuteronomy 6:5
  27. 31 Romans 13:8–9; Matthew 22:39; Leviticus 19:18; Luke 10:27; 1 Corinthians 13:4–8
  28. 32 Deuteronomy 4:39; Isaiah 46:9; Deuteronomy 4:35; Isaiah 45:5–6; Isaiah 45:18
  29. 33 Micah 6:6–8; Hosea 6:6; Matthew 9:13; 1 Samuel 15:22; Matthew 12:7
  30. 34 Colossians 4:6; Luke 20:40; Matthew 22:46; Titus 1:9–11; Matthew 12:20
  31. 35 Luke 20:41–44; Matthew 22:41–45; Matthew 26:55; Luke 19:47; Matthew 9:27
  32. 36 Psalm 110:1; Matthew 22:43–45; Hebrews 1:13; Hebrews 10:12–13; 1 Corinthians 15:25
  33. 37 Romans 1:3–4; Luke 21:38; Matthew 11:25; Romans 9:5; James 2:5
  34. 38 Luke 20:45–47; Matthew 23:1–7; Luke 11:43; Matthew 6:5; Mark 4:2
  35. 39 James 2:2–3
  36. 40 Luke 20:47; Matthew 23:33; Matthew 23:13; Matthew 6:7; Ezekiel 22:25
  37. 41 Luke 21:1–4; 2 Kings 12:9; John 8:20; Matthew 27:6
  38. 43 2 Corinthians 9:6–8; 2 Corinthians 8:2; Acts 11:29; 2 Corinthians 8:12; Matthew 10:42
  39. 44 2 Corinthians 8:2–3; 1 John 3:17; Luke 21:2–4; Ezra 2:68–69; Mark 14:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 12:30 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    … evil." And that we ought to worship God alone, He thus persuaded us: "The greatest commandment is, Thou shalt worship the Lord thy God, and Him only shall thou serve, with all thy heart, and with all thy strength, the Lord God that made thee." And when a certain man came to Him and said, "Good Master," He answered and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 12:30 Augustine of Hippo, Confessions (Book XII, Chapters XXIV–XXVII)

    Let us not, then, "be puffed up for one against the other," above that which is written; let us love the Lord our God with all our heart, with all our soul, and with all our mind, and our neighbour as ourself. As to which two precepts of charity, unless we believe that Moses meant whatever in these books he …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 12:34 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXI)

    "For when Jesus," he saith, "saw that he answered discreetly, He said unto him, Thou art not far from the kingdom of God." They are not contradicting each other, but indeed fully agreeing.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 12:39 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLI)

    And so the Lord in reference to their pride said immediately, "Beware of the Scribes which love the chief seats in the synagogues, and the first rooms at feasts." Not because they hold them, but because they love them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 12:7 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVIII)

    "Come, let us kill Him, and the inheritance shall be ours." Fools!

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)