Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 1 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 παυλος, δουλος ιησου χριστου, κλητος αποστολος, αφωρισμενος εις ευαγγελιον θεου
1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ
2 ο προεπηγγειλατο δια των προφητων αυτου εν γραφαις αγιαις
2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
3 περι του υιου αυτου, του γενομενου εκ σπερματος δαυιδ κατα σαρκα,
3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα,
4 του ορισθεντος υιου θεου εν δυναμει κατα πνευμα αγιωσυνης εξ αναστασεως νεκρων, ιησου χριστου του κυριου ημων,
4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
5 δι ου ελαβομεν χαριν και αποστολην εις υπακοην πιστεως εν πασιν τοις εθνεσιν υπερ του ονοματος αυτου,
5 δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6 εν οις εστε και υμεις κλητοι ιησου χριστου,
6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
7 πασιν τοις ουσιν εν ρωμη αγαπητοις θεου, κλητοις αγιοις· χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου.
7 πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
8 πρωτον μεν ευχαριστω τω θεω μου δια ιησου χριστου υπερ παντων υμων, οτι η πιστις υμων καταγγελλεται εν ολω τω κοσμω.
8 Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9 μαρτυς γαρ μου εστιν ο θεος, ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου, ως αδιαλειπτως μνειαν υμων ποιουμαι,
9 μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι,
10 παντοτε επι των προσευχων μου δεομενος ει πως ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προς υμας.
10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
11 επιποθω γαρ ιδειν υμας, ινα τι μεταδω χαρισμα υμιν πνευματικον εις το στηριχθηναι υμας,
11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
12 τουτο δε εστιν συμπαρακληθηναι εν υμιν δια της εν αλληλοις πιστεως υμων τε και εμου.
12 τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
13 ου θελω δε υμας αγνοειν, αδελφοι, οτι πολλακις προεθεμην ελθειν προς υμας, και εκωλυθην αχρι του δευρο, ινα τινα καρπον σχω και εν υμιν καθως και εν τοις λοιποις εθνεσιν.
13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14 ελλησιν τε και βαρβαροις, σοφοις τε και ανοητοις οφειλετης ειμι·
14 Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
15 ουτως το κατ εμε προθυμον και υμιν τοις εν ρωμη ευαγγελισασθαι.
15 οὕτω τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 ου γαρ επαισχυνομαι το ευαγγελιον του χριστου· δυναμις γαρ θεου εστιν εις σωτηριαν παντι τω πιστευοντι, ιουδαιω τε πρωτον και ελληνι.
16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
17 δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεως εις πιστιν, καθως γεγραπται· ο δε δικαιος εκ πιστεως ζησεται.
17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
18 αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων,
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
19 διοτι το γνωστον του θεου φανερον εστιν εν αυτοις· ο γαρ θεος αυτοις εφανερωσεν.
19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε.
20 τα γαρ αορατα αυτου απο κτισεως κοσμου τοις ποιημασιν νοουμενα καθοραται, η τε αιδιος αυτου δυναμις και θειοτης, εις το ειναι αυτους αναπολογητους,
20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,
21 διοτι γνοντες τον θεον ουχ ως θεον εδοξασαν η ευχαριστησαν, αλλ εματαιωθησαν εν τοις διαλογισμοις αυτων, και εσκοτισθη η ασυνετος αυτων καρδια·
21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
22 φασκοντες ειναι σοφοι εμωρανθησαν,
22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
23 και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονος φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων.
23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 διο και παρεδωκεν αυτους ο θεος εν ταις επιθυμιαις των καρδιων αυτων εις ακαθαρσιαν του ατιμαζεσθαι τα σωματα αυτων εν αυτοις,
24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,
25 οιτινες μετηλλαξαν την αληθειαν του θεου εν τω ψευδει, και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα, ος εστιν ευλογητος εις τους αιωνας· αμην.
25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
26 δια τουτο παρεδωκεν αυτους ο θεος εις παθη ατιμιας. αι τε γαρ θηλειαι αυτων μετηλλαξαν την φυσικην χρησιν εις την παρα φυσιν,
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
27 ομοιως δε και οι αρσενες αφεντες την φυσικην χρησιν της θηλειας εξεκαυθησαν εν τη ορεξει αυτων εις αλληλους, αρσενες εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθιαν ην εδει της πλανης αυτων εν εαυτοις απολαμβανοντες.
27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28 και καθως ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει, παρεδωκεν αυτους ο θεος εις αδοκιμον νουν, ποιειν τα μη καθηκοντα,
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29 πεπληρωμενους παση αδικια, πορνεια πονηρια πλεονεξια κακια, μεστους φθονου φονου εριδος δολου κακοηθειας, ψιθυριστας,
29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας,
30 καταλαλους, θεοστυγεις, υβριστας, υπερηφανους, αλαζονας, εφευρετας κακων, γονευσιν απειθεις,
30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
31 ασυνετους, ασυνθετους, αστοργους, ασπονδους, ανελεημονας·
31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
32 οιτινες το δικαιωμα του θεου επιγνοντες, οτι οι τα τοιαυτα πρασσοντες αξιοι θανατου εισιν, ου μονον αυτα ποιουσιν, αλλα και συνευδοκουσιν τοις πρασσουσιν.
32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Jesus

    The Messiah

    The Son of God, conceived by the Holy Spirit and born of the Virgin Mary (Matthew 1:18; Luke 1:35): the promised Son of David and Son of Abraham, 'the Word became flesh.' Joseph,…

    Cited in the guide: Matt. 1:1, 16-17; Luke 3:23-38; John 1:14; Rom. 1:3

Places

  • Rome

    Today: Italy · On The Journey to Rome

    The empire's heart. Paul wrote his great letter to the church here before arriving in chains, then ministered under guard while awaiting trial before Caesar.

    Cited in the guide: Acts 28:16; Romans 1:7; Acts 19:21

Cross references (32)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 9:15; Romans 15:16; 1 Corinthians 1:1; Jeremiah 1:5; Colossians 1:1
  2. 2 Titus 1:2; Luke 1:70; Romans 3:21; Romans 16:26; Romans 3:2
  3. 3 Galatians 4:4; Matthew 1:1; Jeremiah 23:5–6; John 1:14; Luke 1:31–33
  4. 4 Hebrews 5:5–6; Hebrews 9:14; Ephesians 1:19–23; 2 Corinthians 13:4; Acts 13:33–35
  5. 5 Acts 9:15; Romans 16:26; Acts 6:7; Malachi 1:11; 1 Corinthians 15:10
  6. 6 1 Peter 2:9; Revelation 17:14; 2 Peter 1:10; Hebrews 3:1; 1 Corinthians 1:9
  7. 7 Colossians 1:2; Jude 1–2; Ephesians 1:2; 2 Corinthians 13:14; 1 Thessalonians 1:1
  8. 8 Romans 16:19; 1 Corinthians 1:4; 1 Thessalonians 1:8–9; Romans 6:17; Philippians 1:3
  9. 9 Ephesians 6:18; Ephesians 1:16–19; Romans 9:1; 2 Timothy 1:3; 2 Corinthians 1:23
  10. 10 Romans 15:30–32; Acts 18:21; James 4:15; Philemon 22; 1 Thessalonians 3:10–11
  11. 11 2 Peter 1:12; 2 Thessalonians 3:3; Romans 16:25; Romans 15:29; 2 Peter 3:17–18
  12. 12 1 Thessalonians 3:7–10; 3 John 3–4; Romans 15:32; 2 Corinthians 7:4–7; Titus 1:4
  13. 13 Acts 19:21; Philippians 4:17; 2 Timothy 4:17; 1 Thessalonians 2:18; 1 Thessalonians 4:13
  14. 14 1 Corinthians 9:16–23; Acts 9:15; Colossians 3:11; Acts 26:17–18; James 3:17–18
  15. 15 Romans 15:20; Isaiah 6:8; 1 Corinthians 9:17; 2 Corinthians 10:15–16; Matthew 9:38
  16. 16 Mark 8:38; 2 Timothy 1:8; 1 Peter 4:16; 2 Timothy 1:12; Psalm 40:9–10
  17. 17 Habakkuk 2:4; Galatians 3:11; Hebrews 10:38; Philippians 3:9; Hebrews 11:6–7
  18. 18 Ephesians 5:6; 1 Timothy 4:1–2; Romans 1:32; Colossians 3:6; 2 Thessalonians 2:10
  19. 19 Acts 14:16–17; Psalm 19:1–6; Romans 1:20; Acts 17:23–30; Isaiah 40:26
  20. 20 Romans 1:19; Isaiah 40:26; Psalm 19:1–6; Psalm 8:3; Psalm 33:6–9
  21. 21 Ephesians 4:17–18; 2 Kings 17:15; Jeremiah 2:5; 2 Timothy 3:2; Psalm 50:23
  22. 22 1 Corinthians 1:19–21; Proverbs 26:12; Romans 11:25; Proverbs 25:14; Jeremiah 8:8–9
  23. 23 Psalm 106:20; Jeremiah 2:11; Acts 17:29; 1 Peter 4:3; Psalm 115:5–8
  24. 24 Psalm 81:11–12; Acts 7:42; Acts 14:16; Matthew 15:14; 2 Thessalonians 2:10–12
  25. 25 Habakkuk 2:18; Jeremiah 13:25; 1 John 2:15–16; Isaiah 44:20; Amos 2:4
  26. 26 Jude 7; 1 Timothy 1:10; Leviticus 18:22–28; Romans 1:24; 1 Corinthians 6:9
  27. 27 Leviticus 20:13; Leviticus 18:22; Romans 1:23–24
  28. 28 2 Thessalonians 2:10–12; Romans 1:21; Titus 1:16; Jeremiah 9:6; Romans 1:24
  29. 29 2 Corinthians 12:20; Proverbs 16:28; Psalm 41:7; Proverbs 26:20
  30. 30 2 Timothy 3:2; Jude 16; 2 Peter 2:18; Titus 3:3; Romans 8:7–8
  31. 31 2 Timothy 3:3; Proverbs 18:2; Romans 3:11; Isaiah 33:8; Jeremiah 4:22
  32. 32 Romans 1:21; Romans 2:1–5; Romans 6:21; Psalm 50:18; Romans 1:18

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 1:1 John Chrysostom, Homilies on Romans (Homily I)

    Moses having written five books, has nowhere put his own name to them, neither have they who after him put together the history of events after him, no nor yet has Matthew, nor John, nor Mark, nor Luke; but the blessed Paul everywhere in his Epistles sets his own name. Now why was this?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 1:1–4 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    … the holy Scriptures, concerning His Son, who was made to Him of the seed of David according to the flesh, who was predestinated the Son of God with power through the Spirit of holiness, by the resurrection from the dead of our Lord Jesus Christ." And again, writing to the Romans about Israel, he says: "Whose are the fathers, and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 1:24–29 Augustine of Hippo, Confessions (Book III, Chapters VIII–XI)

    … wickedly against their own souls; and iniquity gives itself the lie, either by corrupting or perverting their nature, which Thou hast made and ordained, or by an immoderate use of things permitted, or in "burning" in things forbidden to that use which is against nature; or when convicted, raging with heart and voice against Thee, kicking against the pricks; or …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 1:18 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXVI)

    And, "That the wrath of God is revealed from heaven against all ungodliness, and unrighteousness of men," and, "indignation and wrath, tribulation and anguish upon every soul of man that worketh evil, of the Jew first, and also of the Gentile." And yet countless were the evils which the Gentiles have suffered in this world, and this is declared alike …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 1:3 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    Paul also saith, Remember Jesus Christ raised from the dead, of the seed of David, according to my Gospel: and in the beginning of the Epistle to the Romans he saith, Which was made of the seed of David according to the flesh.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)