Skip to the text

Hebrews · Byzantine Textform (Robinson-Pierpont 2018)

Hebrews 12 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τοιγαρουν και ημεισ τοσουτον εχοντεσ περικειμενον ημιν νεφοσ μαρτυρων ογκον αποθεμενοι παντα και την ευπεριστατον αμαρτιαν δι υπομονησ τρεχωμεν τον προκειμενον ημιν αγωνα
1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
2 αφορωντεσ εισ τον τησ πιστεωσ αρχηγον και τελειωτην ιησουν οσ αντι τησ προκειμενησ αυτω χαρασ υπεμεινεν σταυρον αισχυνησ καταφρονησασ εν δεξια τε του θρονου του θεου κεκαθικεν
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
3 αναλογισασθε γαρ τον τοιαυτην υπομεμενηκοτα υπο των αμαρτωλων εισ αυτον αντιλογιαν ινα μη καμητε ταισ ψυχαισ υμων εκλυομενοι
3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4 ουπω μεχρι αιματοσ αντικατεστητε προσ την αμαρτιαν ανταγωνιζομενοι
4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
5 και εκλελησθε τησ παρακλησεωσ ητισ υμιν ωσ υιοισ διαλεγεται υιε μου μη ολιγωρει παιδειασ κυριου μηδε εκλυου υπ αυτου ελεγχομενοσ
5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος.
6 ον γαρ αγαπα κυριοσ παιδευει μαστιγοι δε παντα υιον ον παραδεχεται
6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7 εισ παιδειαν υπομενετε ωσ υιοισ υμιν προσφερεται ο θεοσ τισ γαρ εστιν υιοσ ον ου παιδευει πατηρ
7 εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8 ει δε χωρισ εστε παιδειασ ησ μετοχοι γεγονασιν παντεσ αρα νοθοι εστε και ουχ υιοι
8 εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
9 ειτα τουσ μεν τησ σαρκοσ ημων πατερασ ειχομεν παιδευτασ και ενετρεπομεθα ου πολλω μαλλον υποταγησομεθα τω πατρι των πνευματων και ζησομεν
9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
10 οι μεν γαρ προσ ολιγασ ημερασ κατα το δοκουν αυτοισ επαιδευον ο δε επι το συμφερον εισ το μεταλαβειν τησ αγιοτητοσ αυτου
10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11 πασα δε παιδεια προσ μεν το παρον ου δοκει χαρασ ειναι αλλα λυπησ υστερον δε καρπον ειρηνικον τοισ δι αυτησ γεγυμνασμενοισ αποδιδωσιν δικαιοσυνησ
11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
12 διο τασ παρειμενασ χειρασ και τα παραλελυμενα γονατα ανορθωσατε
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
13 και τροχιασ ορθασ ποιησατε τοισ ποσιν υμων ινα μη το χωλον εκτραπη ιαθη δε μαλλον
13 καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 ειρηνην διωκετε μετα παντων και τον αγιασμον ου χωρισ ουδεισ οψεται τον κυριον
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον,
15 επισκοπουντεσ μη τισ υστερων απο τησ χαριτοσ του θεου μη τισ ριζα πικριασ ανω φυουσα ενοχλη και δια ταυτησ μιανθωσιν πολλοι
15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταύτης μιανθῶσι πολλοί,
16 μη τισ πορνοσ η βεβηλοσ ωσ ησαυ οσ αντι βρωσεωσ μιασ απεδοτο τα πρωτοτοκια αυτου
16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
17 ιστε γαρ οτι και μετεπειτα θελων κληρονομησαι την ευλογιαν απεδοκιμασθη μετανοιασ γαρ τοπον ουχ ευρεν καιπερ μετα δακρυων εκζητησασ αυτην
17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18 ου γαρ προσεληλυθατε ψηλαφωμενω ορει και κεκαυμενω πυρι και γνοφω και σκοτω και θυελλη
18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ
19 και σαλπιγγοσ ηχω και φωνη ρηματων ησ οι ακουσαντεσ παρητησαντο μη προστεθηναι αυτοισ λογον
19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
20 ουκ εφερον γαρ το διαστελλομενον καν θηριον θιγη του ορουσ λιθοβοληθησεται
20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
21 και ουτωσ φοβερον ην το φανταζομενον μωυσησ ειπεν εκφοβοσ ειμι και εντρομοσ
21 καί· οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον! Μωϋσῆς εἶπεν· ἔκφοβός εἰμι καὶ ἔντρομος·
22 αλλα προσεληλυθατε σιων ορει και πολει θεου ζωντοσ ιερουσαλημ επουρανιω και μυριασιν αγγελων
22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων,
23 πανηγυρει και εκκλησια πρωτοτοκων εν ουρανοισ απογεγραμμενων και κριτη θεω παντων και πνευμασιν δικαιων τετελειωμενων
23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
24 και διαθηκησ νεασ μεσιτη ιησου και αιματι ραντισμου κρειττον λαλουντι παρα τον αβελ
24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.
25 βλεπετε μη παραιτησησθε τον λαλουντα ει γαρ εκεινοι ουκ εφυγον τον επι γησ παραιτησαμενοι χρηματιζοντα πολλω μαλλον ημεισ οι τον απ ουρανων αποστρεφομενοι
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι·
26 ου η φωνη την γην εσαλευσεν τοτε νυν δε επηγγελται λεγων ετι απαξ εγω σειω ου μονον την γην αλλα και τον ουρανον
26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
27 το δε ετι απαξ δηλοι των σαλευομενων την μεταθεσιν ωσ πεποιημενων ινα μεινη τα μη σαλευομενα
27 τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28 διο βασιλειαν ασαλευτον παραλαμβανοντεσ εχωμεν χαριν δι ησ λατρευομεν ευαρεστωσ τω θεω μετα αιδουσ και ευλαβειασ
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας·
29 και γαρ ο θεοσ ημων πυρ καταναλισκον
29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Timothy 4:7; 1 Corinthians 9:24–27; Philippians 2:16; Luke 21:34; Hebrews 10:35–39
  2. 2 Micah 7:7; 1 Peter 3:18; 1 Peter 2:23–24; Hebrews 1:3; Philippians 1:6
  3. 3 Galatians 6:9; 2 Corinthians 4:16; Revelation 2:3; 1 Corinthians 15:58; Hebrews 12:2
  4. 4 1 Corinthians 10:13; Revelation 2:13; Hebrews 10:32–34; Hebrews 12:2; Matthew 24:9
  5. 5 Proverbs 3:11–12; Job 5:17–18; Revelation 3:19; 1 Corinthians 11:32; Psalm 94:12
  6. 6 Revelation 3:19; Proverbs 3:12; Psalm 119:75; Proverbs 13:24; Psalm 94:12
  7. 7 Proverbs 19:18; Deuteronomy 8:5; Proverbs 13:24; Proverbs 29:15; Proverbs 29:17
  8. 8 Hebrews 12:6; 1 Peter 5:9–10; Psalm 73:1; Psalm 73:14–15
  9. 9 Numbers 16:22; Numbers 27:16; Isaiah 42:5; John 3:6; Job 12:10
  10. 10 2 Peter 1:4; Leviticus 11:44–45; Titus 2:14; Ephesians 5:26–27; Ezekiel 36:25–27
  11. 11 Romans 5:3–5; 2 Corinthians 4:17; Hebrews 12:5–6; 1 Peter 1:6; Hebrews 12:10
  12. 12 Isaiah 35:3; Hebrews 12:3; Job 4:3–4; 1 Thessalonians 5:14; Ezekiel 21:7
  13. 13 Proverbs 4:26–27; Galatians 6:1; Isaiah 35:3; Isaiah 35:6; Isaiah 40:3–4
  14. 14 2 Corinthians 7:1; 1 Peter 1:15–16; 1 Thessalonians 4:7; Matthew 5:8–9; 1 Peter 3:11
  15. 15 Hebrews 3:12; Deuteronomy 29:18; Galatians 5:4; 2 Corinthians 6:1; 2 John 8
  16. 16 Genesis 25:31–34; 1 Corinthians 6:15–20; Hebrews 13:4; Mark 7:21; Revelation 22:15
  17. 17 Proverbs 1:24–31; Matthew 25:11–12; Matthew 7:23; Hebrews 6:8; Hebrews 10:26–29
  18. 18 Deuteronomy 4:11; Exodus 24:17; Deuteronomy 5:22–26; Exodus 20:18; Romans 6:14
  19. 19 Deuteronomy 18:16; 1 Corinthians 15:52; Deuteronomy 4:12; Exodus 20:1–19; Deuteronomy 5:3–22
  20. 20 Exodus 19:12–13; Deuteronomy 33:2; Galatians 3:10; Galatians 2:19; Exodus 19:16
  21. 21 Exodus 19:16; Deuteronomy 9:19; Isaiah 6:3–5; Exodus 19:19; Psalm 119:120
  22. 22 Philippians 3:20; Galatians 4:26; Psalm 48:2; Revelation 14:1; Isaiah 51:11
  23. 23 James 1:18; Hebrews 11:40; Luke 10:20; Revelation 14:4; Exodus 4:22
  24. 24 Hebrews 9:15; Hebrews 11:28; Hebrews 8:6; Hebrews 11:4; Genesis 4:10
  25. 25 Hebrews 8:5; Hebrews 2:1–3; Deuteronomy 30:17; Zechariah 7:11; Proverbs 13:18
  26. 26 Haggai 2:6–7; Isaiah 13:13; Exodus 19:18; Isaiah 2:19; Joel 3:16
  27. 27 Matthew 24:35; 1 Corinthians 7:31; Revelation 21:1; 2 Peter 3:10–11; Revelation 11:15
  28. 28 Romans 12:1–2; Psalm 2:11; Hebrews 13:15; Daniel 2:44; Hebrews 4:16
  29. 29 Deuteronomy 4:24; Deuteronomy 9:3; Isaiah 66:15; 2 Thessalonians 1:8; Hebrews 10:27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:4 John Chrysostom, Homilies on Hebrews (Homily XXIX)

    There are two kinds of consolation, apparently opposed to one another, but yet contributing great strength each to the other; both of which he has here put forward.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  2. Quotes verse 12:6 Clement of Rome, First Epistle to the Corinthians (Chapters LIII–LVIII)

    For thus saith the holy Word: "The Lord hath severely chastened me, yet hath not given me over to death." "For whom the Lord loveth He chasteneth, and scourgeth every son whom He receiveth." "The righteous," saith it, "shall chasten me in mercy, and reprove me; but let not the oil of sinners make fat my head." And again he …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 12:14 Augustine of Hippo, The City of God (Book XV, Chapters 3–5)

    … between thee and him alone." So too of sins which may create scandal the apostle says, "Them that sin rebuke before all, that others also may fear." For this purpose, and that we may keep that peace without which no man can see the Lord, many precepts are given which carefully inculcate mutual forgiveness; among which we may number that …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 12:18 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily II)

    Since, if the Jews, when they were to approach "a mountain that burned, and fire, and blackness, and darkness, and tempest;" --or rather when they were not so much as to approach, but both to see and to hear these things from afar;--were commanded for three days before to abstain from their wives, and to wash their garments, and were …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 12:16 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    For you, brethren, a great crown is laid up: barter not away a great dignity for a petty pleasure: listen to the Apostle speaking: Lest there be any fornicator or profane person, as Esau, who for one mess of meat sold his own birthright.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)