RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριαισ υμων ταισ επερχομεναισ 1 Come now, you rich, weep and howl for your miseries that are coming on you.
1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις·
2 ο πλουτοσ υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν 2 Your riches are corrupted and your garments are moth-eaten.
2 ὁ πλοῦτος ὑμῶν σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
3 ο χρυσοσ υμων και ο αργυροσ κατιωται και ο ιοσ αυτων εισ μαρτυριον υμιν εσται και φαγεται τασ σαρκασ υμων ωσ πυρ εθησαυρισατε εν εσχαταισ ημεραισ 3 Your gold and your silver are corroded, and their corrosion will be for a testimony against you and will eat your flesh like fire. You have laid up your treasure in the last days.
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
4 ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο απεστερημενοσ αφ υμων κραζει και αι βοαι των θερισαντων εισ τα ωτα κυριου σαβαωθ εισεληλυθασιν 4 Behold, the wages of the laborers who mowed your fields, which you have kept back by fraud, cry out; and the cries of those who reaped have entered into the ears of the Lord of Armies.
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.
5 ετρυφησατε επι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμων ωσ εν ημερα σφαγησ 5 You have lived in luxury on the earth, and taken your pleasure. You have nourished your hearts as in a day of slaughter.
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.
6 κατεδικασατε εφονευσατε τον δικαιον ουκ αντιτασσεται υμιν 6 You have condemned and you have murdered the righteous one. He doesn’t resist you.
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
7 μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυριου ιδου ο γεωργοσ εκδεχεται τον τιμιον καρπον τησ γησ μακροθυμων επ αυτον εωσ λαβη υετον πρωιμον και οψιμον 7 Be patient therefore, brothers, until the coming of the Lord. Behold, the farmer waits for the precious fruit of the earth, being patient over it, until it receives the early and late rain.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον.
8 μακροθυμησατε και υμεισ στηριξατε τασ καρδιασ υμων οτι η παρουσια του κυριου ηγγικεν 8 You also be patient. Establish your hearts, for the coming of the Lord is at hand.
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
9 μη στεναζετε κατ αλληλων αδελφοι ινα μη κριθητε ιδου ο κριτησ προ των θυρων εστηκεν 9 Don’t grumble, brothers, against one another, so that you won’t be judged. Behold, the judge stands at the door.
9 μὴ στενάζετε κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
10 υποδειγμα λαβετε αδελφοι μου τησ κακοπαθειασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν τω ονοματι κυριου 10 Take, brothers, for an example of suffering and of perseverance, the prophets who spoke in the name of the Lord.
10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
11 ιδου μακαριζομεν τουσ υπομενοντασ την υπομονην ιωβ ηκουσατε και το τελοσ κυριου ιδετε οτι πολυσπλαγχνοσ εστιν και οικτιρμων 11 Behold, we call them blessed who endured. You have heard of the perseverance of Job and have seen the Lord in the outcome, and how the Lord is full of compassion and mercy.
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
12 προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον ητω δε υμων το ναι ναι και το ου ου ινα μη εισ υποκρισιν πεσητε 12 But above all things, my brothers, don’t swear—not by heaven, or by the earth, or by any other oath; but let your “yes” be “yes”, and your “no”, “no”, so that you don’t fall into hypocrisy.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.
13 κακοπαθει τισ εν υμιν προσευχεσθω ευθυμει τισ ψαλλετω 13 Is any among you suffering? Let him pray. Is any cheerful? Let him sing praises.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
14 ασθενει τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτον αλειψαντεσ αυτον ελαιω εν τω ονοματι του κυριου 14 Is any among you sick? Let him call for the elders of the assembly, and let them pray over him, anointing him with oil in the name of the Lord;
14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου·
15 και η ευχη τησ πιστεωσ σωσει τον καμνοντα και εγερει αυτον ο κυριοσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω 15 and the prayer of faith will heal him who is sick, and the Lord will raise him up. If he has committed sins, he will be forgiven.
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16 εξομολογεισθε αλληλοισ τα παραπτωματα και ευχεσθε υπερ αλληλων οπωσ ιαθητε πολυ ισχυει δεησισ δικαιου ενεργουμενη 16 Confess your sins to one another and pray for one another, that you may be healed. The insistent prayer of a righteous person is powerfully effective.
16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17 ηλιασ ανθρωποσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτουσ τρεισ και μηνασ εξ 17 Elijah was a man with a nature like ours, and he prayed earnestly that it might not rain, and it didn’t rain on the earth for three years and six months.
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
18 και παλιν προσηυξατο και ο ουρανοσ υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτησ 18 He prayed again, and the sky gave rain, and the earth produced its fruit.
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19 αδελφοι εαν τισ εν υμιν πλανηθη απο τησ αληθειασ και επιστρεψη τισ αυτον 19 Brothers, if any among you wanders from the truth and someone turns him back,
19 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
20 γινωσκετω οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθοσ αμαρτιων 20 let him know that he who turns a sinner from the error of his way will save a soul from death and will cover a multitude of sins.
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.