Skip to the text

Luke · Byzantine Textform (Robinson-Pierpont 2018)

Luke 6 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εγενετο δε εν σαββατω δευτεροπρωτω διαπορευεσθαι αυτον δια των σποριμων και ετιλλον οι μαθηται αυτου τουσ σταχυασ και ησθιον ψωχοντεσ ταισ χερσιν
1 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί.
2 τινεσ δε των φαρισαιων ειπον αυτοισ τι ποιειτε ο ουκ εξεστιν ποιειν εν τοισ σαββασιν
2 τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;
3 και αποκριθεισ προσ αυτουσ ειπεν ο ιησουσ ουδε τουτο ανεγνωτε ο εποιησεν δαυιδ οποτε επεινασεν αυτοσ και οι μετ αυτου οντεσ
3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες;
4 ωσ εισηλθεν εισ τον οικον του θεου και τουσ αρτουσ τησ προθεσεωσ ελαβεν και εφαγεν και εδωκεν και τοισ μετ αυτου ουσ ουκ εξεστιν φαγειν ει μη μονουσ τουσ ιερεισ
4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
5 και ελεγεν αυτοισ οτι κυριοσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου
5 καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
6 εγενετο δε και εν ετερω σαββατω εισελθειν αυτον εισ την συναγωγην και διδασκειν και ην εκει ανθρωποσ και η χειρ αυτου η δεξια ην ξηρα
6 Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7 παρετηρουν δε οι γραμματεισ και οι φαρισαιοι ει εν τω σαββατω θεραπευσει ινα ευρωσιν κατηγοριαν αυτου
7 παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ.
8 αυτοσ δε ηδει τουσ διαλογισμουσ αυτων και ειπεν τω ανθρωπω τω ξηραν εχοντι την χειρα εγειραι και στηθι εισ το μεσον ο δε αναστασ εστη
8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. ὁ δὲ ἀναστὰς ἔστη.
9 ειπεν ουν ο ιησουσ προσ αυτουσ επερωτησω υμασ τι εξεστιν τοισ σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι
9 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;
10 και περιβλεψαμενοσ παντασ αυτουσ ειπεν αυτω εκτεινον την χειρα σου ο δε εποιησεν και αποκατεσταθη η χειρ αυτου υγιησ ωσ η αλλη
10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς ἡ ἄλλη.
11 αυτοι δε επλησθησαν ανοιασ και διελαλουν προσ αλληλουσ τι αν ποιησειαν τω ιησου
11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12 εγενετο δε εν ταισ ημεραισ ταυταισ εξηλθεν εισ το οροσ προσευξασθαι και ην διανυκτερευων εν τη προσευχη του θεου
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13 και οτε εγενετο ημερα προσεφωνησεν τουσ μαθητασ αυτου και εκλεξαμενοσ απ αυτων δωδεκα ουσ και αποστολουσ ωνομασεν
13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,
14 σιμωνα ον και ωνομασεν πετρον και ανδρεαν τον αδελφον αυτου ιακωβον και ιωαννην φιλιππον και βαρθολομαιον
14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15 ματθαιον και θωμαν ιακωβον τον του αλφαιου και σιμωνα τον καλουμενον ζηλωτην
15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
16 ιουδαν ιακωβου και ιουδαν ισκαριωτην οσ και εγενετο προδοτησ
16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης,
17 και καταβασ μετ αυτων εστη επι τοπου πεδινου και οχλοσ μαθητων αυτου και πληθοσ πολυ του λαου απο πασησ τησ ιουδαιασ και ιερουσαλημ και τησ παραλιου τυρου και σιδωνοσ οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων
17 καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,
18 και οι οχλουμενοι υπο πνευματων ακαθαρτων και εθεραπευοντο
18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·
19 και πασ ο οχλοσ εζητει απτεσθαι αυτου οτι δυναμισ παρ αυτου εξηρχετο και ιατο παντασ
19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 και αυτοσ επαρασ τουσ οφθαλμουσ αυτου εισ τουσ μαθητασ αυτου ελεγεν μακαριοι οι πτωχοι οτι υμετερα εστιν η βασιλεια του θεου
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21 μακαριοι οι πεινωντεσ νυν οτι χορτασθησεσθε μακαριοι οι κλαιοντεσ νυν οτι γελασετε
21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22 μακαριοι εστε οταν μισησωσιν υμασ οι ανθρωποι και οταν αφορισωσιν υμασ και ονειδισωσιν και εκβαλωσιν το ονομα υμων ωσ πονηρον ενεκα του υιου του ανθρωπου
22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
23 χαρητε εν εκεινη τη ημερα και σκιρτησατε ιδου γαρ ο μισθοσ υμων πολυσ εν τω ουρανω κατα ταυτα γαρ εποιουν τοισ προφηταισ οι πατερεσ αυτων
23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 πλην ουαι υμιν τοισ πλουσιοισ οτι απεχετε την παρακλησιν υμων
24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 ουαι υμιν οι εμπεπλησμενοι οτι πεινασετε ουαι υμιν οι γελωντεσ νυν οτι πενθησετε και κλαυσετε
25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26 ουαι οταν καλωσ υμασ ειπωσιν οι ανθρωποι κατα ταυτα γαρ εποιουν τοισ ψευδοπροφηταισ οι πατερεσ αυτων
26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 αλλ υμιν λεγω τοισ ακουουσιν αγαπατε τουσ εχθρουσ υμων καλωσ ποιειτε τοισ μισουσιν υμασ
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
28 ευλογειτε τουσ καταρωμενουσ υμιν προσευχεσθε υπερ των επηρεαζοντων υμασ
28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
29 τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην και απο του αιροντοσ σου το ιματιον και τον χιτωνα μη κωλυσησ
29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30 παντι δε τω αιτουντι σε διδου και απο του αιροντοσ τα σα μη απαιτει
30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31 και καθωσ θελετε ινα ποιωσιν υμιν οι ανθρωποι και υμεισ ποιειτε αυτοισ ομοιωσ
31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32 και ει αγαπατε τουσ αγαπωντασ υμασ ποια υμιν χαρισ εστιν και γαρ οι αμαρτωλοι τουσ αγαπωντασ αυτουσ αγαπωσιν
32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
33 και εαν αγαθοποιητε τουσ αγαθοποιουντασ υμασ ποια υμιν χαρισ εστιν και γαρ οι αμαρτωλοι το αυτο ποιουσιν
33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
34 και εαν δανειζητε παρ ων ελπιζετε απολαβειν ποια υμιν χαρισ εστιν και γαρ αμαρτωλοι αμαρτωλοισ δανειζουσιν ινα απολαβωσιν τα ισα
34 καὶ ἐὰν δανείζητε παρ᾽ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.
35 πλην αγαπατε τουσ εχθρουσ υμων και αγαθοποιειτε και δανειζετε μηδεν απελπιζοντεσ και εσται ο μισθοσ υμων πολυσ και εσεσθε υιοι υψιστου οτι αυτοσ χρηστοσ εστιν επι τουσ αχαριστουσ και πονηρουσ
35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36 γινεσθε ουν οικτιρμονεσ καθωσ και ο πατηρ υμων οικτιρμων εστιν
36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
37 και μη κρινετε και ου μη κριθητε μη καταδικαζετε και ου μη καταδικασθητε απολυετε και απολυθησεσθε
37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
38 διδοτε και δοθησεται υμιν μετρον καλον πεπιεσμενον και σεσαλευμενον και υπερεκχυνομενον δωσουσιν εισ τον κολπον υμων τω γαρ αυτω μετρω ω μετρειτε αντιμετρηθησεται υμιν
38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
39 ειπεν δε παραβολην αυτοισ μητι δυναται τυφλοσ τυφλον οδηγειν ουχι αμφοτεροι εισ βοθυνον πεσουνται
39 Εἶπε δὲ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
40 ουκ εστιν μαθητησ υπερ τον διδασκαλον αυτου κατηρτισμενοσ δε πασ εσται ωσ ο διδασκαλοσ αυτου
40 οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41 τι δε βλεπεισ το καρφοσ το εν τω οφθαλμω του αδελφου σου την δε δοκον την εν τω ιδιω οφθαλμω ου κατανοεισ
41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
42 η πωσ δυνασαι λεγειν τω αδελφω σου αδελφε αφεσ εκβαλω το καρφοσ το εν τω οφθαλμω σου αυτοσ την εν τω οφθαλμω σου δοκον ου βλεπων υποκριτα εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου και τοτε διαβλεψεισ εκβαλειν το καρφοσ το εν τω οφθαλμω του αδελφου σου
42 ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
43 ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον ουδε δενδρον σαπρον ποιουν καρπον καλον
43 οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν·
44 εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται ου γαρ εξ ακανθων συλλεγουσιν συκα ουδε εκ βατου τρυγωσιν σταφυλην
44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.
45 ο αγαθοσ ανθρωποσ εκ του αγαθου θησαυρου τησ καρδιασ αυτου προφερει το αγαθον και ο πονηροσ ανθρωποσ εκ του πονηρου θησαυρου τησ καρδιασ αυτου προφερει το πονηρον εκ γαρ του περισσευματοσ τησ καρδιασ λαλει το στομα αυτου
45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 τι δε με καλειτε κυριε κυριε και ου ποιειτε α λεγω
46 Τί δέ με καλεῖτε Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
47 πασ ο ερχομενοσ προσ με και ακουων μου των λογων και ποιων αυτουσ υποδειξω υμιν τινι εστιν ομοιοσ
47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
48 ομοιοσ εστιν ανθρωπω οικοδομουντι οικιαν οσ εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημμυρασ δε γενομενησ προσερρηξεν ο ποταμοσ τη οικια εκεινη και ουκ ισχυσεν σαλευσαι αυτην τεθεμελιωτο γαρ επι την πετραν
48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
49 ο δε ακουσασ και μη ποιησασ ομοιοσ εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρισ θεμελιου η προσερρηξεν ο ποταμοσ και ευθεωσ επεσεν και εγενετο το ρηγμα τησ οικιασ εκεινησ μεγα
49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ εὐθὺς ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Bartholomew

    One of the Twelve

    Listed among the Twelve after Philip in Matthew 10:3, Mark 3:18 and Luke 6:14; the Gospels say nothing more of him by that name.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:14

  • James

    Apostle, son of Alphaeus

    One of the Twelve, named son of Alphaeus in every list of the apostles.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:15

  • Judas Iscariot

    Apostle who betrayed Jesus

    One of the Twelve, son of Simon Iscariot, who betrayed Jesus.

    Cited in the guide: Matthew 10:4; Mark 3:19; Luke 6:16

  • Simon the Zealot

    One of the Twelve

    One of the Twelve, called the Zealot, listed next to Judas Iscariot in each list.

    Cited in the guide: Matthew 10:4; Mark 3:18; Luke 6:15

  • Thaddaeus

    One of the Twelve

    Listed as Thaddaeus in Matthew 10:3 and Mark 3:18 (Lebbaeus in some KJV readings) and as Judas son of James in Luke 6:16 in the same place among the Twelve; John 14:22 names a…

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:16

Cross references (48)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Deuteronomy 23:25; Mark 2:23–28; Matthew 12:1–8; Leviticus 23:7; Exodus 12:15
  2. 2 Matthew 12:2; John 5:16; Exodus 35:2; John 9:14–16; John 5:9–11
  3. 3 1 Samuel 21:3–6; Mark 2:25–26; Matthew 12:3–5; Matthew 21:16; Mark 12:26
  4. 4 Leviticus 24:5–9
  5. 5 Mark 2:27; Revelation 1:10; Mark 9:7; Matthew 11:5–8
  6. 6 Mark 3:1–6; Matthew 12:9–14; Matthew 4:23; John 5:3; Luke 4:31
  7. 7 Luke 20:20; Psalm 38:12; Psalm 37:32–33; Mark 3:2; John 9:26–29
  8. 8 Isaiah 42:4; Matthew 9:4; Revelation 2:23; Philippians 1:28; 1 Peter 4:1
  9. 9 Mark 3:4; Matthew 12:12–13; Luke 14:3; John 7:19–23; Luke 9:56
  10. 10 Mark 3:5; Exodus 4:6–7; 1 Kings 13:6; Psalm 107:20; John 5:8
  11. 11 Psalm 2:1–2; Acts 5:33; Ecclesiastes 9:3; Matthew 21:45; John 11:47
  12. 12 Hebrews 5:7; Mark 6:46; Mark 1:35; Mark 14:34–36; Matthew 14:23–25
  13. 13 Mark 3:13–19; Revelation 21:14; Mark 6:7; Matthew 9:36–10:4; Ephesians 4:11
  14. 14 Acts 1:13; Matthew 4:21; John 1:40–42; 2 Peter 1:1; John 21:15–24
  15. 15 Matthew 9:9; Acts 1:13; Mark 3:18; Matthew 10:3–4; Galatians 2:9
  16. 16 John 6:70–71; Jude 1; Matthew 27:3–5; John 14:22; Matthew 26:14–16
  17. 17 Matthew 11:21; Psalm 107:17–20; Matthew 14:14; Mark 3:7–12; Matthew 12:15
  18. 18 Matthew 15:22; Matthew 17:15; Acts 5:16
  19. 19 Matthew 14:36; Mark 3:10; Acts 5:15–16; Mark 6:56; Mark 5:30
  20. 20 James 2:5; Luke 6:20–24; 2 Corinthians 8:9; Luke 12:32; Matthew 25:34
  21. 21 John 6:35; James 1:12; Matthew 5:6; Isaiah 61:1–3; Revelation 7:16
  22. 22 Matthew 5:10–12; Matthew 10:22; 1 Peter 4:12–16; 1 Peter 3:14; 1 Thessalonians 2:14–15
  23. 23 Acts 5:41; Revelation 21:7; Revelation 3:5; Revelation 3:12; James 1:2
  24. 24 Psalm 49:6–7; Matthew 6:2; 1 Timothy 6:17; Psalm 49:16–19; James 5:1–6
  25. 25 Isaiah 65:13; James 4:9; Proverbs 14:13; Luke 16:14–15; Revelation 3:17
  26. 26 John 15:19; James 4:4; Matthew 7:15; 1 John 4:5–6; Micah 2:11
  27. 27 1 Thessalonians 5:15; Luke 6:35; Proverbs 25:21–22; Proverbs 24:17; Romans 12:17–21
  28. 28 1 Peter 3:9; Romans 12:14; 1 Corinthians 4:12; Luke 23:34; James 3:10
  29. 29 Hebrews 10:34; Matthew 5:39–42; 2 Corinthians 11:20; Isaiah 50:6; 1 Corinthians 6:7
  30. 30 Deuteronomy 15:7–10; Acts 20:35; Isaiah 58:7–10; Psalm 41:1; Matthew 6:12
  31. 31 Matthew 7:12; Galatians 5:14; Matthew 22:39; James 2:8–16
  32. 32 Matthew 5:46–47; 1 Peter 2:19–20
  33. 34 Matthew 5:42; Luke 14:12–14; Luke 6:35; Deuteronomy 15:8–11
  34. 35 Matthew 5:44–45; John 13:35; Proverbs 19:17; Romans 5:8–10; Psalm 145:9
  35. 36 Ephesians 5:1–2; Matthew 5:48; 1 Peter 1:15–16; Ephesians 4:31
  36. 37 Ephesians 4:32; James 5:9; Matthew 7:1–5; Mark 11:25; 1 Corinthians 13:4–7
  37. 38 2 Corinthians 9:6–8; Deuteronomy 15:10; Mark 4:24; Proverbs 3:9–10; Matthew 7:2
  38. 39 Matthew 15:14; 2 Timothy 3:13; Isaiah 9:16; Matthew 23:16–26; 1 Timothy 6:3–5
  39. 40 John 13:16; Matthew 10:24–25; John 15:20; Matthew 23:15
  40. 41 John 8:7; James 1:24; Romans 2:1; Romans 2:21–24; Matthew 7:3–5
  41. 42 Romans 2:21–29; 1 Thessalonians 2:10–12; Psalm 51:9–13; Revelation 3:17–18; 2 Timothy 2:21
  42. 43 Matthew 12:33; Matthew 7:16–20; Jeremiah 2:21; Matthew 3:10; Psalm 92:12–14
  43. 44 James 3:12; Matthew 12:33; Galatians 5:19–23; Titus 2:11–13; Jude 12
  44. 45 Proverbs 4:23; Matthew 12:34–37; Ephesians 4:29; John 7:38; Psalm 37:30–31
  45. 46 Galatians 6:7; Matthew 7:21–23; Malachi 1:6; Luke 13:25–27; Matthew 25:44
  46. 47 James 1:22–25; Matthew 7:24–27; Luke 11:28; John 14:15; James 4:17
  47. 48 1 Corinthians 3:10–15; Psalm 62:2; Matthew 7:25–26; Isaiah 28:16; Jude 24
  48. 49 Ezekiel 33:31; James 1:22–26; Matthew 13:20–22; 2 Peter 1:5–9; 1 John 2:3–4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 6:37 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … false witness; "not rendering evil for evil, or railing for railing," or blow for blow, or cursing for cursing, but being mindful of what the Lord said in His teaching: "Judge not, that ye be not judged; forgive, and it shall be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 6:28 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    But I say unto you, Pray for your enemies, and love them that hate you, and bless them that curse you, and pray for them that despitefully use you." And that we should communicate to the needy, and do nothing for glory, He said, "Give to him that asketh, and from him that would borrow turn not away; for if …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 6:13 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve. The other eighteen Æons are made manifest in this way: that the Lord, [according to them,] …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 6:13 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 49–51)

    … they are multiplied above number." This takes place now, since He has spoken, first by the mouth of his forerunner John, and afterward by His own mouth, saying, "Repent: for the kingdom of heaven is at hand." He chose disciples, whom He also called apostles, of lowly birth, unhonored, and illiterate, so that whatever great thing they might be or …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 6:22 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    And again He saith, "When they shall cast out your name as evil, rejoice ye, and leap for joy." For not only of the dangers they underwent, but of the calumny also, He appoints the recompence to be great.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)