Skip to the text

Luke · Byzantine Textform (Robinson-Pierpont 2018)

Luke 5 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτοσ ην εστωσ παρα την λιμνην γεννησαρετ
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
2 και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεισ αποβαντεσ απ αυτων απεπλυναν τα δικτυα
2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
3 εμβασ δε εισ εν των πλοιων ο ην του σιμωνοσ ηρωτησεν αυτον απο τησ γησ επαναγαγειν ολιγον και καθισασ εδιδασκεν εκ του πλοιου τουσ οχλουσ
3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 ωσ δε επαυσατο λαλων ειπεν προσ τον σιμωνα επαναγαγε εισ το βαθοσ και χαλασατε τα δικτυα υμων εισ αγραν
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 και αποκριθεισ ο σιμων ειπεν αυτω επιστατα δι ολησ τησ νυκτοσ κοπιασαντεσ ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω το δικτυον
5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
6 και τουτο ποιησαντεσ συνεκλεισαν πληθοσ ιχθυων πολυ διερρηγνυτο δε το δικτυον αυτων
6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.
7 και κατενευσαν τοισ μετοχοισ τοισ εν τω ετερω πλοιω του ελθοντασ συλλαβεσθαι αυτοισ και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα
7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 ιδων δε σιμων πετροσ προσεπεσεν τοισ γονασιν ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλοσ ειμι κυριε
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε·
9 θαμβοσ γαρ περιεσχεν αυτον και παντασ τουσ συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον
9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,
10 ομοιωσ δε και ιακωβον και ιωαννην υιουσ ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προσ τον σιμωνα ο ιησουσ μη φοβου απο του νυν ανθρωπουσ εση ζωγρων
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 και καταγαγοντεσ τα πλοια επι την γην αφεντεσ απαντα ηκολουθησαν αυτω
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρησ λεπρασ και ιδων τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελησ δυνασαι με καθαρισαι
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 και εκτεινασ την χειρα ηψατο αυτου ειπων θελω καθαρισθητι και ευθεωσ η λεπρα απηλθεν απ αυτου
13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 και αυτοσ παρηγγειλεν αυτω μηδενι ειπειν αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθωσ προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
15 διηρχετο δε μαλλον ο λογοσ περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι υπ αυτου απο των ασθενειων αυτων
15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 αυτοσ δε ην υποχωρων εν ταισ ερημοισ και προσευχομενοσ
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 και εγενετο εν μια των ημερων και αυτοσ ην διδασκων και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτεσ εκ πασησ κωμησ τησ γαλιλαιασ και ιουδαιασ και ιερουσαλημ και δυναμισ κυριου ην εισ το ιασθαι αυτουσ
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 και ιδου ανδρεσ φεροντεσ επι κλινησ ανθρωπον οσ ην παραλελυμενοσ και εζητουν αυτον εισενεγκειν και θειναι ενωπιον αυτου
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
19 και μη ευροντεσ ποιασ εισενεγκωσιν αυτον δια τον οχλον αναβαντεσ επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εισ το μεσον εμπροσθεν του ιησου
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 και ιδων την πιστιν αυτων ειπεν αυτω ανθρωπε αφεωνται σοι αι αμαρτιαι σου
20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεισ και οι φαρισαιοι λεγοντεσ τισ εστιν ουτοσ οσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη μονοσ ο θεοσ
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;
22 επιγνουσ δε ο ιησουσ τουσ διαλογισμουσ αυτων αποκριθεισ ειπεν προσ αυτουσ τι διαλογιζεσθε εν ταισ καρδιαισ υμων
22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 τι εστιν ευκοπωτερον ειπειν αφεωνται σοι αι αμαρτιαι σου η ειπειν εγειραι και περιπατει
23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
24 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι αμαρτιασ ειπεν τω παραλελυμενω σοι λεγω εγειραι και αρασ το κλινιδιον σου πορευου εισ τον οικον σου
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25 και παραχρημα αναστασ ενωπιον αυτων αρασ εφ ο κατεκειτο απηλθεν εισ τον οικον αυτου δοξαζων τον θεον
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
26 και εκστασισ ελαβεν απαντασ και εδοξαζον τον θεον και επλησθησαν φοβου λεγοντεσ οτι ειδομεν παραδοξα σημερον
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
27 και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν καθημενον επι το τελωνιον και ειπεν αυτω ακολουθει μοι
27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
28 και καταλιπων απαντα αναστασ ηκολουθησεν αυτω
28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ.
29 και εποιησεν δοχην μεγαλην λευισ αυτω εν τη οικια αυτου και ην οχλοσ τελωνων πολυσ και αλλων οι ησαν μετ αυτων κατακειμενοι
29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 και εγογγυζον οι γραμματεισ αυτων και οι φαρισαιοι προσ τουσ μαθητασ αυτου λεγοντεσ δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε
30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτουσ ου χρειαν εχουσιν οι υγιαινοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ
31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες·
32 ουκ εληλυθα καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 οι δε ειπον προσ αυτον δια τι οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεισ ποιουνται ομοιωσ και οι των φαρισαιων οι δε σοι εσθιουσιν και πινουσιν
33 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
34 ο δε ειπεν προσ αυτουσ μη δυνασθε τουσ υιουσ του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν ποιησαι νηστευειν
34 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
35 ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιοσ τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ
35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 ελεγεν δε και παραβολην προσ αυτουσ οτι ουδεισ επιβλημα ιματιου καινου επιβαλλει επι ιματιον παλαιον ει δε μηγε και το καινον σχιζει και τω παλαιω ου συμφωνει το απο του καινου
36 ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37 και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μηγε ρηξει ο νεοσ οινοσ τουσ ασκουσ και αυτοσ εκχυθησεται και οι ασκοι απολουνται
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον και αμφοτεροι συντηρουνται
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39 και ουδεισ πιων παλαιον ευθεωσ θελει νεον λεγει γαρ ο παλαιοσ χρηστοτεροσ εστιν
39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.
Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 1:16–20; Matthew 4:18–22; Mark 3:9; Matthew 14:34; Mark 6:53
  2. 2 Mark 1:19; Matthew 4:21
  3. 3 Matthew 4:18; Matthew 13:1–2; John 1:41–42; Mark 4:1–2; John 8:2
  4. 4 John 21:6; Matthew 17:27
  5. 5 John 2:5; John 15:14; Luke 6:46–48; 2 Kings 5:10–14; Ezekiel 37:4–7
  6. 6 John 21:6–11; 1 Corinthians 15:58; Ecclesiastes 11:6; 2 Kings 4:3–7; Galatians 6:9
  7. 7 Galatians 6:2; Philippians 4:3; Acts 11:25; Romans 16:2–4; Exodus 23:5
  8. 8 Isaiah 6:5; Revelation 1:17; Job 42:5–6; Job 40:4; Judges 13:22
  9. 9 Psalm 8:8; Mark 9:6; Luke 4:32; Psalm 8:6; Luke 4:36
  10. 10 Matthew 4:19; Matthew 13:47; Ezekiel 47:9–10; Mark 1:17; Luke 5:7
  11. 11 Matthew 4:20; Luke 18:28–30; Matthew 19:27; Mark 10:21; Luke 5:28
  12. 12 Psalm 50:15; Matthew 8:2–4; Luke 17:16; Matthew 9:28; Mark 1:40–45
  13. 13 Matthew 9:29–30; John 4:50–53; 2 Kings 5:14; Ezekiel 36:29; Ezekiel 36:25–27
  14. 14 Leviticus 14:2–32; Luke 17:14; Matthew 8:4; Mark 1:44; Leviticus 13:2
  15. 15 Matthew 15:30–31; Luke 12:1; Matthew 4:23–25; Matthew 9:26; Mark 1:45–2:2
  16. 16 Mark 1:35–36; Luke 6:12; Matthew 14:23; Mark 6:46; John 6:15
  17. 17 Luke 6:19; Luke 8:46; Acts 19:11; Matthew 11:5; Mark 5:30
  18. 18 Matthew 9:2–8; Mark 2:3–12; John 5:5–6; Acts 9:33
  19. 19 Mark 2:4; Matthew 10:27; Matthew 24:17; Deuteronomy 22:8; 2 Samuel 11:2
  20. 20 Acts 14:9; Matthew 9:2; Colossians 3:13; James 2:18; Luke 7:48
  21. 21 Isaiah 43:25; Mark 2:6–7; Acts 6:11–13; Luke 7:49; John 10:33
  22. 22 Matthew 9:4; Acts 5:3; Luke 24:38; Matthew 12:25; Mark 8:17
  23. 23 Mark 2:9; Matthew 9:5
  24. 24 Isaiah 53:11; Acts 9:40; Acts 14:10; Revelation 1:13; Acts 9:34
  25. 25 Psalm 107:20–22; Psalm 103:1–3; John 9:24; Psalm 33:9; Psalm 50:23
  26. 26 Matthew 9:8; Jeremiah 33:9; Acts 4:21; Matthew 12:23; Mark 2:12
  27. 27 Mark 2:13–22; Matthew 9:9–17; Mark 3:18; Matthew 10:3; John 1:43
  28. 28 Luke 5:11; 1 Kings 19:19–21; Matthew 19:22–27; Luke 9:59–62
  29. 29 Mark 2:15; 1 Corinthians 10:27; Luke 15:1; Matthew 9:10; John 12:2
  30. 30 Acts 23:9; Luke 15:1–2; Matthew 21:28–32; Luke 7:29–30; Luke 19:7
  31. 31 Mark 2:17; Matthew 9:12–13; Jeremiah 8:22
  32. 32 Luke 19:10; Luke 15:10; 1 Timothy 1:15–16; Luke 15:7; Acts 3:19
  33. 33 Matthew 9:14–17; Mark 2:18–22; John 3:25; Romans 10:2–3; Luke 18:12
  34. 34 John 3:29; Matthew 25:1–10; Revelation 19:7–9; Song of Songs 5:8; Song of Songs 2:6–7
  35. 35 Acts 14:23; Luke 17:22; John 16:4–7; Acts 3:21; Isaiah 22:12
  36. 36 Matthew 9:16–17; Mark 2:21–22; 2 Corinthians 6:16; Leviticus 19:19; Deuteronomy 22:11
  37. 37 Psalm 119:83; Joshua 9:13; Joshua 9:4
  38. 38 Hebrews 8:8–13; 2 Corinthians 5:17; Ezekiel 36:26; Revelation 21:5; Galatians 5:1–6
  39. 39 Hebrews 11:39; Jeremiah 6:16; Romans 4:11–12; Mark 7:7–13; Hebrews 11:1–2

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 5:31 Irenaeus of Lyons, Against Heresies (Book III, Preface)

    But that the Lord came as the physician of the sick, He does Himself declare saying, "They that are whole need not a physician, but they that are sick; I came not to call the righteous, but sinners to repentance." How then shall the sick be strengthened, or how shall sinners come to repentance?

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 5:3–7 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XX — 30-31, and XXI. 1-11)

    There the multitude of fishes caught was so great, that the two vessels were filled and began to sink, that is, were weighed down to the point of sinking; for they did not actually sink, but were in extreme jeopardy.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 5:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    So Peter too said, "Depart from me, for I am a sinful man;" because of this he became a foundation of the Church.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 5:36 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXIV)

    … Father at one time the Founder of the world, and at another Him who is above this one, as He does Himself declare: "No man putteth a piece of a new garment upon an old one, nor do they put new wine into old bottles." Let these men, therefore, either have nothing whatever to do with the prophets, as with …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 5:20 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVII)

    Let me, as far as I am able, do that which was praised in those who opened the roof, and let down the sick of the palsy before Christ; that He might say unto him, "Son, be of good cheer, thy sins be forgiven thee." For it was so that He made the inner man whole of his palsy, by …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)