RP2018 Byzantine Textform (Robinson-Pierpont 2018) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 συγκαλεσαμενοσ δε τουσ δωδεκα εδωκεν αυτοισ δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσουσ θεραπευειν 1 He called the twelve together and gave them power and authority over all demons, and to cure diseases.
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν·
2 και απεστειλεν αυτουσ κηρυσσειν την βασιλειαν του θεου και ιασθαι τουσ ασθενουντασ 2 He sent them out to preach God’s Kingdom and to heal the sick.
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας,
3 και ειπεν προσ αυτουσ μηδεν αιρετε εισ την οδον μητε ραβδουσ μητε πηραν μητε αρτον μητε αργυριον μητε ανα δυο χιτωνασ εχειν 3 He said to them, “Take nothing for your journey—no staffs, nor wallet, nor bread, nor money. Don’t have two tunics each.
3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 και εισ ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε 4 Into whatever house you enter, stay there, and depart from there.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 και οσοι εαν μη δεξωνται υμασ εξερχομενοι απο τησ πολεωσ εκεινησ και τον κονιορτον απο των ποδων υμων αποτιναξατε εισ μαρτυριον επ αυτουσ 5 As many as don’t receive you, when you depart from that city, shake off even the dust from your feet for a testimony against them.”
5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
6 εξερχομενοι δε διηρχοντο κατα τασ κωμασ ευαγγελιζομενοι και θεραπευοντεσ πανταχου 6 They departed and went throughout the villages, preaching the Good News and healing everywhere.
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 ηκουσεν δε ηρωδησ ο τετραρχησ τα γινομενα υπ αυτου παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννησ εγηγερται εκ νεκρων 7 Now Herod the tetrarch heard of all that was done by him; and he was very perplexed, because it was said by some that John had risen from the dead,
7 Ἤκουσε δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ [τῶν] νεκρῶν,
8 υπο τινων δε οτι ηλιασ εφανη αλλων δε οτι προφητησ εισ των αρχαιων ανεστη 8 and by some that Elijah had appeared, and by others that one of the old prophets had risen again.
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 και ειπεν ηρωδησ ιωαννην εγω απεκεφαλισα τισ δε εστιν ουτοσ περι ου εγω ακουω τοιαυτα και εζητει ιδειν αυτον 9 Herod said, “I beheaded John, but who is this about whom I hear such things?” He sought to see him.
9 καὶ εἶπεν ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 και υποστρεψαντεσ οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτουσ υπεχωρησεν κατ ιδιαν εισ τοπον ερημον πολεωσ καλουμενησ βηθσαιδαν 10 The apostles, when they had returned, told him what things they had done. He took them and withdrew apart to a desert region of a city called Bethsaida.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾽ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά.
11 οι δε οχλοι γνοντεσ ηκολουθησαν αυτω και δεξαμενοσ αυτουσ ελαλει αυτοισ περι τησ βασιλειασ του θεου και τουσ χρειαν εχοντασ θεραπειασ ιατο 11 But the multitudes, perceiving it, followed him. He welcomed them, spoke to them of God’s Kingdom, and he cured those who needed healing.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.
12 η δε ημερα ηρξατο κλινειν προσελθοντεσ δε οι δωδεκα ειπον αυτω απολυσον τον οχλον ινα απελθοντεσ εισ τασ κυκλω κωμασ και τουσ αγρουσ καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν 12 The day began to wear away; and the twelve came and said to him, “Send the multitude away, that they may go into the surrounding villages and farms and lodge and get food, for we are here in a deserted place.”
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 ειπεν δε προσ αυτουσ δοτε αυτοισ υμεισ φαγειν οι δε ειπον ουκ εισιν ημιν πλειον η πεντε αρτοι και ιχθυεσ δυο ει μητι πορευθεντεσ ημεισ αγορασωμεν εισ παντα τον λαον τουτον βρωματα 13 But he said to them, “You give them something to eat.” They said, “We have no more than five loaves and two fish, unless we should go and buy food for all these people.”
13 εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα·
14 ησαν γαρ ωσει ανδρεσ πεντακισχιλιοι ειπεν δε προσ τουσ μαθητασ αυτου κατακλινατε αυτουσ κλισιασ ανα πεντηκοντα 14 For they were about five thousand men. He said to his disciples, “Make them sit down in groups of about fifty each.”
14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
15 και εποιησαν ουτωσ και ανεκλιναν απαντασ 15 They did so, and made them all sit down.
15 καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας.
16 λαβων δε τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν αυτουσ και κατεκλασεν και εδιδου τοισ μαθηταισ παρατιθεναι τω οχλω 16 He took the five loaves and the two fish, and looking up to the sky, he blessed them, broke them, and gave them to the disciples to set before the multitude.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 και εφαγον και εχορτασθησαν παντεσ και ηρθη το περισσευσαν αυτοισ κλασματων κοφινοι δωδεκα 17 They ate and were all filled. They gathered up twelve baskets of broken pieces that were left over.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 και εγενετο εν τω ειναι αυτον προσευχομενον καταμονασ συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτουσ λεγων τινα με λεγουσιν οι οχλοι ειναι 18 As he was praying alone, the disciples were near him, and he asked them, “Who do the multitudes say that I am?”
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
19 οι δε αποκριθεντεσ ειπον ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητησ τισ των αρχαιων ανεστη 19 They answered, “‘John the Baptizer,’ but others say, ‘Elijah,’ and others, that one of the old prophets has risen again.”
19 οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 ειπεν δε αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ ειπεν τον χριστον του θεου 20 He said to them, “But who do you say that I am?” Peter answered, “The Christ of God.”
20 εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ.
21 ο δε επιτιμησασ αυτοισ παρηγγειλεν μηδενι ειπειν τουτο 21 But he warned them and commanded them to tell this to no one,
21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο,
22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα αναστηναι 22 saying, “The Son of Man must suffer many things, and be rejected by the elders, chief priests, and scribes, and be killed, and the third day be raised up.”
22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 ελεγεν δε προσ παντασ ει τισ θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι 23 He said to all, “If anyone desires to come after me, let him deny himself, take up his cross, and follow me.
23 Ἔλεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.
24 οσ γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτοσ σωσει αυτην 24 For whoever desires to save his life will lose it, but whoever will lose his life for my sake will save it.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 τι γαρ ωφελειται ανθρωποσ κερδησασ τον κοσμον ολον εαυτον δε απολεσασ η ζημιωθεισ 25 For what does it profit a man if he gains the whole world, and loses or forfeits his own self?
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 οσ γαρ αν επαισχυνθη με και τουσ εμουσ λογουσ τουτον ο υιοσ του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατροσ και των αγιων αγγελων 26 For whoever will be ashamed of me and of my words, of him will the Son of Man be ashamed when he comes in his glory, and the glory of the Father, and of the holy angels.
26 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 λεγω δε υμιν αληθωσ εισιν τινεσ των ωδε εστωτων οι ου μη γευσωνται θανατου εωσ αν ιδωσιν την βασιλειαν του θεου 27 But I tell you the truth: There are some of those who stand here who will in no way taste of death until they see God’s Kingdom.”
27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
28 εγενετο δε μετα τουσ λογουσ τουτουσ ωσει ημεραι οκτω και παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εισ το οροσ προσευξασθαι 28 About eight days after these sayings, he took with him Peter, John, and James, and went up onto the mountain to pray.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 και εγενετο εν τω προσευχεσθαι αυτον το ειδοσ του προσωπου αυτου ετερον και ο ιματισμοσ αυτου λευκοσ εξαστραπτων 29 As he was praying, the appearance of his face was altered, and his clothing became white and dazzling.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 και ιδου ανδρεσ δυο συνελαλουν αυτω οιτινεσ ησαν μωσησ και ηλιασ 30 Behold, two men were talking with him, who were Moses and Elijah,
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
31 οι οφθεντεσ εν δοξη ελεγον την εξοδον αυτου ην εμελλεν πληρουν εν ιερουσαλημ 31 who appeared in glory and spoke of his departure, which he was about to accomplish at Jerusalem.
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ.
32 ο δε πετροσ και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντεσ δε ειδον την δοξαν αυτου και τουσ δυο ανδρασ τουσ συνεστωτασ αυτω 32 Now Peter and those who were with him were heavy with sleep, but when they were fully awake, they saw his glory, and the two men who stood with him.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 και εγενετο εν τω διαχωριζεσθαι αυτουσ απ αυτου ειπεν πετροσ προσ τον ιησουν επιστατα καλον εστιν ημασ ωδε ειναι και ποιησωμεν σκηνασ τρεισ μιαν σοι και μιαν μωση και μιαν ηλια μη ειδωσ ο λεγει 33 As they were parting from him, Peter said to Jesus, “Master, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah,” not knowing what he said.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 ταυτα δε αυτου λεγοντοσ εγενετο νεφελη και επεσκιασεν αυτουσ εφοβηθησαν δε εν τω εκεινουσ εισελθειν εισ την νεφελην 34 While he said these things, a cloud came and overshadowed them, and they were afraid as they entered into the cloud.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην·
35 και φωνη εγενετο εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ αυτου ακουετε 35 A voice came out of the cloud, saying, “This is my beloved Son. Listen to him!”
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
36 και εν τω γενεσθαι την φωνην ευρεθη ο ιησουσ μονοσ και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναισ ταισ ημεραισ ουδεν ων εωρακασιν 36 When the voice came, Jesus was found alone. They were silent, and told no one in those days any of the things which they had seen.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
37 εγενετο δε εν τη εξησ ημερα κατελθοντων αυτων απο του ορουσ συνηντησεν αυτω οχλοσ πολυσ 37 On the next day, when they had come down from the mountain, a great multitude met him.
37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 και ιδου ανηρ απο του οχλου ανεβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενησ εστιν μοι 38 Behold, a man from the crowd called out, saying, “Teacher, I beg you to look at my son, for he is my only born child.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι·
39 και ιδου πνευμα λαμβανει αυτον και εξαιφνησ κραζει και σπαρασσει αυτον μετα αφρου και μογισ αποχωρει απ αυτου συντριβον αυτον 39 Behold, a spirit takes him, he suddenly cries out, and it convulses him so that he foams; and it hardly departs from him, bruising him severely.
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν·
40 και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν 40 I begged your disciples to cast it out, and they couldn’t.”
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 αποκριθεισ δε ο ιησουσ ειπεν ω γενεα απιστοσ και διεστραμμενη εωσ ποτε εσομαι προσ υμασ και ανεξομαι υμων προσαγαγε τον υιον σου ωδε 41 Jesus answered, “Faithless and perverse generation, how long shall I be with you and bear with you? Bring your son here.”
41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε.
42 ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησουσ τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου 42 While he was still coming, the demon threw him down and convulsed him violently. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 εξεπλησσοντο δε παντεσ επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οισ εποιησεν ο ιησουσ ειπεν προσ τουσ μαθητασ αυτου 43 They were all astonished at the majesty of God. But while all were marveling at all the things which Jesus did, he said to his disciples,
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 θεσθε υμεισ εισ τα ωτα υμων τουσ λογουσ τουτουσ ο γαρ υιοσ του ανθρωπου μελλει παραδιδοσθαι εισ χειρασ ανθρωπων 44 “Let these words sink into your ears, for the Son of Man will be delivered up into the hands of men.”
44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματοσ τουτου 45 But they didn’t understand this saying. It was concealed from them, that they should not perceive it, and they were afraid to ask him about this saying.
45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 εισηλθεν δε διαλογισμοσ εν αυτοισ το τισ αν ειη μειζων αυτων 46 An argument arose among them about which of them was the greatest.
46 Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 ο δε ιησουσ ιδων τον διαλογισμον τησ καρδιασ αυτων επιλαβομενοσ παιδιου εστησεν αυτο παρ εαυτω 47 Jesus, perceiving the reasoning of their hearts, took a little child, and set him by his side,
47 ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
48 και ειπεν αυτοισ οσ εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και οσ εαν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτεροσ εν πασιν υμιν υπαρχων ουτοσ εσται μεγασ 48 and said to them, “Whoever receives this little child in my name receives me. Whoever receives me receives him who sent me. For whoever is least among you all, this one will be great.”
48 καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας.
49 αποκριθεισ δε ο ιωαννησ ειπεν επιστατα ειδομεν τινα επι τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει μεθ ημων 49 John answered, “Master, we saw someone casting out demons in your name, and we forbade him, because he doesn’t follow with us.”
49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 και ειπεν προσ αυτον ο ιησουσ μη κωλυετε οσ γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν 50 Jesus said to him, “Don’t forbid him, for he who is not against us is for us.”
50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾽ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
51 εγενετο δε εν τω συμπληρουσθαι τασ ημερασ τησ αναληψεωσ αυτου και αυτοσ το προσωπον αυτου εστηριξεν του πορευεσθαι εισ ιερουσαλημ 51 It came to pass, when the days were near that he should be taken up, he intently set his face to go to Jerusalem
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
52 και απεστειλεν αγγελουσ προ προσωπου αυτου και πορευθεντεσ εισηλθον εισ κωμην σαμαρειτων ωστε ετοιμασαι αυτω 52 and sent messengers before his face. They went and entered into a village of the Samaritans, so as to prepare for him.
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·
53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εισ ιερουσαλημ 53 They didn’t receive him, because he was traveling with his face set toward Jerusalem.
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 ιδοντεσ δε οι μαθηται αυτου ιακωβοσ και ιωαννησ ειπον κυριε θελεισ ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτουσ ωσ και ηλιασ εποιησεν 54 When his disciples, James and John, saw this, they said, “Lord, do you want us to command fire to come down from the sky and destroy them, just as Elijah did?”
54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε;
55 στραφεισ δε επετιμησεν αυτοισ και ειπεν ουκ οιδατε οιου πνευματοσ εστε υμεισ 55 But he turned and rebuked them, “You don’t know of what kind of spirit you are.
55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς [καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς·
56 ο γαρ υιοσ του ανθρωπου ουκ ηλθεν ψυχασ ανθρωπων απολεσαι αλλα σωσαι και επορευθησαν εισ ετεραν κωμην 56 For the Son of Man didn’t come to destroy men’s lives, but to save them.” They went to another village.
56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι]. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 εγενετο δε πορευομενων αυτων εν τη οδω ειπεν τισ προσ αυτον ακολουθησω σοι οπου αν απερχη κυριε 57 As they went on the way, a certain man said to him, “I want to follow you wherever you go, Lord.”
57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.
58 και ειπεν αυτω ο ιησουσ αι αλωπεκεσ φωλεουσ εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 58 Jesus said to him, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has no place to lay his head.”
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 ειπεν δε προσ ετερον ακολουθει μοι ο δε ειπεν κυριε επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου 59 He said to another, “Follow me!” But he said, “Lord, allow me first to go and bury my father.”
59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 ειπεν δε αυτω ο ιησουσ αφεσ τουσ νεκρουσ θαψαι τουσ εαυτων νεκρουσ συ δε απελθων διαγγελλε την βασιλειαν του θεου 60 But Jesus said to him, “Leave the dead to bury their own dead, but you go and announce God’s Kingdom.”
60 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.
61 ειπεν δε και ετεροσ ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοισ εισ τον οικον μου 61 Another also said, “I want to follow you, Lord, but first allow me to say good-bye to those who are at my house.”
61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 ειπεν δε ο ιησουσ προσ αυτον ουδεισ επιβαλων την χειρα αυτου επ αροτρον και βλεπων εισ τα οπισω ευθετοσ εστιν εισ την βασιλειαν του θεου 62 But Jesus said to him, “No one, having put his hand to the plow and looking back, is fit for God’s Kingdom.”
62 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.