Skip to the text

Mark · Byzantine Textform (Robinson-Pierpont 2018)

Mark 2 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εισηλθεν παλιν εισ καπερναουμ δι ημερων και ηκουσθη οτι εισ οικον εστιν
1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2 και ευθεωσ συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προσ την θυραν και ελαλει αυτοισ τον λογον
2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 και ερχονται προσ αυτον παραλυτικον φεροντεσ αιρομενον υπο τεσσαρων
3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων·
4 και μη δυναμενοι προσεγγισαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντεσ χαλωσιν τον κραββατον εφ ω ο παραλυτικοσ κατεκειτο
4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 ιδων δε ο ιησουσ την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφεωνται σοι αι αμαρτιαι σου
5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
6 ησαν δε τινεσ των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταισ καρδιαισ αυτων
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7 τι ουτοσ ουτωσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη εισ ο θεοσ
7 τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8 και ευθεωσ επιγνουσ ο ιησουσ τω πνευματι αυτου οτι ουτωσ αυτοι διαλογιζονται εν εαυτοισ ειπεν αυτοισ τι ταυτα διαλογιζεσθε εν ταισ καρδιαισ υμων
8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφεωνται σου αι αμαρτιαι η ειπειν εγειραι και αρον σου τον κραββατον και περιπατει
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου αφιεναι επι τησ γησ αμαρτιασ λεγει τω παραλυτικω
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας — λέγει τῷ παραλυτικῷ·
11 σοι λεγω εγειραι και αρον τον κραββατον σου και υπαγε εισ τον οικον σου
11 σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 και ηγερθη ευθεωσ και αρασ τον κραββατον εξηλθεν εναντιον παντων ωστε εξιστασθαι παντασ και δοξαζειν τον θεον λεγοντασ οτι ουδεποτε ουτωσ ειδομεν
12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.
13 και εξηλθεν παλιν παρα την θαλασσαν και πασ ο οχλοσ ηρχετο προσ αυτον και εδιδασκεν αυτουσ
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 και παραγων ειδεν λευι τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστασ ηκολουθησεν αυτω
14 Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 και εγενετο εν τω κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοισ μαθηταισ αυτου ησαν γαρ πολλοι και ηκολουθησαν αυτω
15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
16 και οι γραμματεισ και οι φαρισαιοι ιδοντεσ αυτον εσθιοντα μετα των τελωνων και αμαρτωλων ελεγον τοισ μαθηταισ αυτου τι οτι μετα των τελωνων και αμαρτωλων εσθιει και πινει
16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
17 και ακουσασ ο ιησουσ λεγει αυτοισ ου χρειαν εχουσιν οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ ουκ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
18 και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντεσ και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
19 και ειπεν αυτοισ ο ιησουσ μη δυνανται οι υιοι του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν νηστευειν οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον ου δυνανται νηστευειν
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν.
20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοσ και τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
21 και ουδεισ επιβλημα ρακουσ αγναφου επιρραπτει επι ιματιω παλαιω ει δε μη αιρει το πληρωμα αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε, αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μη ρησσει ο οινοσ ο νεοσ τουσ ασκουσ και ο οινοσ εκχειται και οι ασκοι απολουνται αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
23 και εγενετο παραπορευεσθαι αυτον εν τοισ σαββασιν δια των σποριμων και ηρξαντο οι μαθηται αυτου οδον ποιειν τιλλοντεσ τουσ σταχυασ
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν εν τοισ σαββασιν ο ουκ εξεστιν
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι.
25 και αυτοσ ελεγεν αυτοισ ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτοσ και οι μετ αυτου
25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26 πωσ εισηλθεν εισ τον οικον του θεου επι αβιαθαρ αρχιερεωσ και τουσ αρτουσ τησ προθεσεωσ εφαγεν ουσ ουκ εξεστιν φαγειν ει μη τοισ ιερευσιν και εδωκεν και τοισ συν αυτω ουσιν
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
27 και ελεγεν αυτοισ το σαββατον δια τον ανθρωπον εγενετο ουχ ο ανθρωποσ δια το σαββατον
27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28 ωστε κυριοσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου
28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Alphaeus

    Father of James (and of Levi)

    Named as father of James, one of the Twelve (Matthew 10:3), and as the father of Levi the tax collector (Mark 2:14); the text does not say whether these are two different men…

    Cited in the guide: Matthew 10:3; Mark 2:14; Mark 3:18

  • Matthew

    Tax collector, apostle

    A tax collector sitting at the tax booth whom Jesus told 'Follow Me'; Matthew calls him Matthew, while Mark and Luke tell the same call and name him Levi, and Mark 2:14 calls Levi…

    Cited in the guide: Matthew 9:9; Matthew 10:3; Mark 2:14

Places

  • Capernaum

    Today: Northern Israel (Sea of Galilee)

    A fishing and customs town on the Sea of Galilee where Jesus healed, taught, and called disciples. Its ruins include a 4th–5th c. synagogue built over an earlier one.

    Cited in the guide: Matthew 4:13; Mark 2:1; Matthew 11:23

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 5:18; John 4:47; Luke 18:35–38; Matthew 9:1; Mark 7:24
  2. 2 Mark 2:13; Mark 1:45; Mark 6:34; Mark 1:33; Mark 4:1–2
  3. 3 Luke 5:18–26; Matthew 9:1–8; Matthew 4:24
  4. 4 Luke 5:19; Deuteronomy 22:8
  5. 5 Matthew 9:2; James 5:15; Mark 2:9–10; Luke 7:47–50; Luke 5:20
  6. 6 Luke 5:21–22; Mark 8:17; 2 Corinthians 10:5; Matthew 16:7–8
  7. 7 Isaiah 43:25; Luke 5:21; Daniel 9:9; Micah 7:18; Luke 7:49
  8. 8 Psalm 139:2; Ezekiel 38:10; John 2:24–25; John 6:64; Luke 24:38
  9. 9 Luke 5:22–25; Matthew 9:5
  10. 10 Daniel 7:13–14; Matthew 9:6–8; Acts 5:31; John 5:20–27; 1 Timothy 1:13–16
  11. 11 Mark 1:41; John 5:8–10; John 6:63
  12. 12 Matthew 9:33; Matthew 9:8; Luke 7:16; John 9:32; John 7:31
  13. 13 Proverbs 1:20–22; Mark 4:1; Luke 21:38; Mark 3:20–21; Mark 2:2
  14. 14 Luke 5:27–32; Mark 1:17–20; Luke 6:15; Matthew 9:9–13; Mark 3:18
  15. 15 Luke 15:1; Matthew 9:10–11; Luke 5:29–30; Matthew 21:31–32; Luke 6:17
  16. 16 Luke 18:11; Luke 19:7; Luke 19:10; Acts 23:9; Isaiah 65:5
  17. 17 Luke 15:7; Matthew 9:12–13; Luke 19:10; Luke 5:31–32; 1 Timothy 1:15–16
  18. 18 Luke 18:12; Matthew 6:18; Matthew 9:14–17; Matthew 6:16; Luke 5:33–39
  19. 19 Matthew 25:1–10; Genesis 29:22; Judges 14:10–11
  20. 20 Luke 17:22; Revelation 21:9; Isaiah 62:5; Revelation 19:7; Zechariah 13:7
  21. 21 Matthew 9:16; 1 Corinthians 10:13; Isaiah 57:16; Psalm 103:13–15
  22. 22 Matthew 9:17; Psalm 119:83; Luke 5:37–38; Job 32:19; Joshua 9:4
  23. 23 Deuteronomy 23:24–25; Matthew 12:1–8; Luke 6:1–5
  24. 24 Exodus 20:10; Hebrews 12:3; Matthew 12:2; Isaiah 58:13; Exodus 31:15
  25. 25 1 Samuel 21:3–6; Luke 10:26
  26. 26 2 Samuel 8:17; Leviticus 24:5–9; 1 Samuel 21:1; 1 Chronicles 24:6; 1 Kings 2:26–27
  27. 27 Colossians 2:16; Luke 6:9; Deuteronomy 5:14; Ezekiel 20:12; Isaiah 58:13
  28. 28 Matthew 12:8; Revelation 1:10; John 9:14; John 5:17; Ephesians 1:22

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 2:11 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVIII)

    Thy bed did carry thee, thou carriedst not thy bed, but wast a paralytic inwardly; He cometh who saith to thee, "Take up thy bed, and go thy way into thy house." "The Lord help him on his bed of pain." Then to the Lord Himself He turneth, as though it were asked, Why then, since the Lord helpeth us, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  2. Quotes verse 2:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    Now Matthew indeed saith, that "they brought him," but the others, that they also broke up the roof, and let him down. And they put the sick man before Christ, saying nothing, but committing the whole to Him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 2:19 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    Or in another sense they are used of a thing which is not reasonable; as, Can the Children of the Bridechamber fast while the Bridegroom is with them; whether He be considered as visible in bodily form (for the time of His sojourning among us was not one of mourning, but of gladness), or, as the Word.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Quotes verse 2:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    Upon their murmuring, then, and saying, "This man blasphemeth; who can forgive sins but God only?" let us see what He saith.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 2:14 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXX)

    And we have cause also to admire the self-denial of the evangelist, how he disguises not his own former life, but adds even his name, when the others had concealed him under another appellation. But why did he say he was "sitting at the receipt of custom?" To indicate the power of Him that called him, that it was not …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)