Skip to the text

Matthew · Byzantine Textform (Robinson-Pierpont 2018)

Matthew 24 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εξελθων ο ιησουσ επορευετο απο του ιερου και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τασ οικοδομασ του ιερου
1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
2 ο δε ιησουσ ειπεν αυτοισ ου βλεπετε παντα ταυτα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου καταλυθησεται
2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
3 καθημενου δε αυτου επι του ορουσ των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντεσ ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον τησ σησ παρουσιασ και τησ συντελειασ του αιωνοσ
3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
4 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ βλεπετε μη τισ υμασ πλανηση
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
5 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ εγω ειμι ο χριστοσ και πολλουσ πλανησουσιν
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
6 μελλησετε δε ακουειν πολεμουσ και ακοασ πολεμων ορατε μη θροεισθε δει γαρ παντα γενεσθαι αλλ ουπω εστιν το τελοσ
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος.
7 εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται λιμοι και λοιμοι και σεισμοι κατα τοπουσ
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
8 παντα δε ταυτα αρχη ωδινων
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 τοτε παραδωσουσιν υμασ εισ θλιψιν και αποκτενουσιν υμασ και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 και τοτε σκανδαλισθησονται πολλοι και αλληλουσ παραδωσουσιν και μισησουσιν αλληλουσ
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
11 και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλουσ
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
12 και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 και κηρυχθησεται τουτο το ευαγγελιον τησ βασιλειασ εν ολη τη οικουμενη εισ μαρτυριον πασιν τοισ εθνεσιν και τοτε ηξει το τελοσ
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
15 οταν ουν ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν δια δανιηλ του προφητου εστωσ εν τοπω αγιω ο αναγινωσκων νοειτω
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ — ὁ ἀναγινώσκων νοείτω —
16 τοτε οι εν τη ιουδαια φευγετωσαν επι τα ορη
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
17 ο επι του δωματοσ μη καταβαινετω αραι τα εκ τησ οικιασ αυτου
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
18 και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι τα ιματια αυτου
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
19 ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ μηδε σαββατω
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
21 εσται γαρ τοτε θλιψισ μεγαλη οια ου γεγονεν απ αρχησ κοσμου εωσ του νυν ουδ ου μη γενηται
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται.
22 και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τουσ εκλεκτουσ κολοβωθησονται αι ημεραι εκειναι
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ωδε μη πιστευσητε
23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύσητε·
24 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι ει δυνατον και τουσ εκλεκτουσ
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
25 ιδου προειρηκα υμιν
25 ἰδοὺ προείρηκα ὑμῖν.
26 εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοισ ταμειοισ μη πιστευσητε
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
27 ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εωσ δυσμων ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
28 οπου γαρ εαν η το πτωμα εκει συναχθησονται οι αετοι
28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 ευθεωσ δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ και οι αστερεσ πεσουνται απο του ουρανου και αι δυναμεισ των ουρανων σαλευθησονται
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν τω ουρανω και τοτε κοψονται πασαι αι φυλαι τησ γησ και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεωσ και δοξησ πολλησ
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
31 και αποστελει τουσ αγγελουσ αυτου μετα σαλπιγγοσ φωνησ μεγαλησ και επισυναξουσιν τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εωσ ακρων αυτων
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
32 απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ γενηται απαλοσ και τα φυλλα εκφυη γινωσκετε οτι εγγυσ το θεροσ
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
33 ουτωσ και υμεισ οταν ιδητε ταυτα παντα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ
33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
34 αμην λεγω υμιν ου μη παρελθη η γενεα αυτη εωσ αν παντα ταυτα γενηται
34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
35 ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
36 περι δε τησ ημερασ εκεινησ και ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι των ουρανων ει μη ο πατηρ μου μονοσ
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος.
37 ωσπερ δε αι ημεραι του νωε ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
38 ωσπερ γαρ ησαν εν ταισ ημεραισ ταισ προ του κατακλυσμου τρωγοντεσ και πινοντεσ γαμουντεσ και εκγαμιζοντεσ αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτον
38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,
39 και ουκ εγνωσαν εωσ ηλθεν ο κατακλυσμοσ και ηρεν απαντασ ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
40 τοτε δυο εσονται εν τω αγρω ο εισ παραλαμβανεται και ο εισ αφιεται
40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται·
41 δυο αληθουσαι εν τω μυλωνι μια παραλαμβανεται και μια αφιεται
41 δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
42 γρηγορειτε ουν οτι ουκ οιδατε ποια ωρα ο κυριοσ υμων ερχεται
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
43 εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια φυλακη ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυγηναι την οικιαν αυτου
43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
44 δια τουτο και υμεισ γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 τισ αρα εστιν ο πιστοσ δουλοσ και φρονιμοσ ον κατεστησεν ο κυριοσ αυτου επι τησ θεραπειασ αυτου του διδοναι αυτοισ την τροφην εν καιρω
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
46 μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
47 αμην λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
48 εαν δε ειπη ο κακοσ δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ελθειν
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν,
49 και αρξηται τυπτειν τουσ συνδουλουσ εσθιειν δε και πινειν μετα των μεθυοντων
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
50 ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
51 και διχοτομησει αυτον και το μεροσ αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Cross references (49)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 13:1–37; Luke 21:5–36; Ezekiel 8:6; Jeremiah 6:8; John 2:20
  2. 2 Luke 19:44; Jeremiah 26:18; Micah 3:12; Ezekiel 7:20–22; Daniel 9:26–27
  3. 3 Mark 13:3–4; Acts 1:7; 1 Thessalonians 5:1–11; Matthew 24:37; Matthew 13:49
  4. 4 1 John 4:1; 2 Thessalonians 2:3; Jeremiah 29:8; Colossians 2:8; Ephesians 5:6
  5. 5 Matthew 24:24; Matthew 24:11; Jeremiah 14:14; 1 John 2:18; Acts 5:36–37
  6. 6 Mark 13:7–8; Luke 21:9; John 14:1; 1 Peter 3:14–15; Isaiah 8:12–14
  7. 7 Luke 21:11; Revelation 6:8; Isaiah 19:2; Zechariah 14:13; Acts 11:28
  8. 8 1 Thessalonians 5:3; 1 Peter 4:17–18; Deuteronomy 28:59; Isaiah 10:4; Isaiah 9:17
  9. 9 John 16:2; John 15:19–20; Luke 21:16–17; Revelation 2:10; Luke 21:12
  10. 10 Micah 7:5–6; Mark 13:12; Matthew 11:6; Luke 21:16; Mark 4:17
  11. 11 Matthew 24:24; Matthew 7:15; Matthew 24:5; 1 Timothy 4:1; Mark 13:22
  12. 12 Revelation 2:4–5; James 4:1–4; Revelation 3:15; Revelation 2:10; James 5:1–6
  13. 13 Matthew 10:22; Mark 13:13; Revelation 2:10; Hebrews 10:39; Hebrews 3:14
  14. 14 Revelation 14:6; Romans 10:18; Romans 16:25–26; Mark 16:15–16; Luke 24:47
  15. 15 Daniel 9:27; Daniel 12:11; Mark 13:14; Luke 21:20; Daniel 11:31
  16. 16 Genesis 19:15–17; Hebrews 11:7; Luke 21:21–22; Proverbs 22:3; Exodus 9:20–21
  17. 17 Luke 17:31–33; Mark 13:15–16; Matthew 10:27; Acts 10:9; Luke 12:3
  18. 19 Luke 23:29–30; Deuteronomy 28:53–56; Luke 21:23; Mark 13:17–18; Lamentations 4:10
  19. 20 Exodus 16:29; Acts 1:12
  20. 21 Daniel 12:1; Joel 2:2; Malachi 4:1; Zechariah 14:2–3; Luke 19:43–44
  21. 22 Mark 13:20; 2 Timothy 2:10; Matthew 24:24; Matthew 24:31; Luke 18:7
  22. 23 Luke 21:8; Luke 17:23–24; Deuteronomy 13:1–3; Mark 13:21; John 5:43
  23. 24 2 Thessalonians 2:9–11; Mark 13:22; Revelation 13:13–14; Matthew 24:11; 2 Peter 2:1–3
  24. 25 John 16:1; Luke 21:13; Isaiah 44:7–8; Isaiah 46:10–11; Isaiah 48:5–6
  25. 27 Luke 17:24–37; Zechariah 9:14; James 5:8; Job 37:3; Malachi 3:2
  26. 28 Luke 17:37; Job 39:27–30; Amos 9:1–4; Deuteronomy 28:49; Jeremiah 16:16
  27. 29 Amos 8:9; Joel 3:15; Isaiah 13:10; Isaiah 24:23; Mark 13:24–25
  28. 30 Revelation 1:7; Daniel 7:13; Luke 21:27; Acts 1:11; Matthew 26:64
  29. 31 1 Thessalonians 4:16; Mark 13:27; Isaiah 27:13; 1 Corinthians 15:52; Isaiah 11:12
  30. 32 Mark 13:28–29; Luke 21:29–30
  31. 33 James 5:9; Hebrews 10:37; Ezekiel 7:2–14; 1 Peter 4:7; Revelation 3:20
  32. 34 Mark 13:30–31; Luke 21:32–33; Matthew 16:28; Matthew 23:36; Luke 11:50
  33. 35 Isaiah 40:8; 1 Peter 1:25; Numbers 23:19; Isaiah 55:11; Matthew 5:18
  34. 36 Mark 13:32; Acts 1:7; Matthew 24:44; 2 Peter 3:10; 1 Thessalonians 5:2
  35. 37 Luke 17:26–27; Genesis 6:1–7; Hebrews 11:7; 2 Peter 2:5; 2 Peter 3:6
  36. 38 Luke 17:26–28; Romans 13:13–14; Luke 14:18–20; Genesis 6:2; Luke 12:45
  37. 39 John 3:20; Matthew 24:37; Acts 13:41; Isaiah 44:18–19; Proverbs 24:12
  38. 40 Luke 17:34–37; 2 Peter 2:7–9; 2 Peter 2:5
  39. 41 Exodus 11:5; Luke 17:35; Isaiah 47:2
  40. 42 Luke 21:36; 1 Thessalonians 5:6; Matthew 25:13; Revelation 16:15; 1 Corinthians 16:13
  41. 43 Luke 12:39; Matthew 24:44; 1 Thessalonians 5:2–6; 2 Peter 3:10–11; Matthew 20:11
  42. 44 Matthew 25:10; Matthew 24:42; Matthew 25:13; Luke 12:40; Philippians 4:5
  43. 45 Matthew 25:21; 1 Corinthians 4:1–2; Matthew 25:23; Luke 12:41–43; Luke 16:10–12
  44. 46 Revelation 16:15; Luke 12:43; Luke 12:37; 2 Timothy 4:6–8; 2 Peter 1:13–15
  45. 47 Matthew 25:23; Matthew 25:21; Luke 12:37; Luke 12:44; Luke 19:17
  46. 48 2 Peter 3:3–5; Matthew 18:32; Luke 12:45; Isaiah 32:6; Mark 7:21
  47. 49 Micah 3:5; Revelation 17:6; Matthew 7:15; Titus 1:11–12; Ezekiel 34:3
  48. 50 Revelation 3:3; 1 Thessalonians 5:2–3; Matthew 24:42–44; Proverbs 29:1
  49. 51 Matthew 8:12; Luke 12:46; Matthew 22:13; Isaiah 33:14; Job 20:29

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 24:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXV)

    For inasmuch as He said, "Your house is left desolate," and had previously forewarned them of many grievous things; therefore the disciples having heard these things, as though marvelling at it, came unto Him, showing the beauty of the temple, and wondering, if so much beauty was to be destroyed, and materials so costly, and variety of workmanship past utterance; …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 24:28 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    … My daughters from the ends of the earth; all, as many as have been called in My name: for in My glory I have prepared, and formed, and made him." Inasmuch as then, "wheresoever the carcase is, there shall also the eagles be gathered together," we do participate in the glory of the Lord, who has both formed us, and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 24:35 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Yea, both heaven and earth shall pass away, but Thy Words shall not pass away. Because the scroll shall be rolled together, and the grass over which it was spread shall with its goodliness pass away; but Thy Word remaineth for ever, which now appeareth unto us in the dark image of the clouds, and through the glass of the …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 24:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    Thus also, for example, when His disciples came unto Him as He sat on the Mount of Olives, and sought to learn about His coming, and the taking of Jerusalem: and yet ye know how great is the interval between those several periods.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 24:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    … their good words and smooth tongue, deceive the hearts of the innocent, disguising with the name of Christ as it were with honey the poisoned arrows of their impious doctrines: concerning all of whom together the Lord saith, Take heed lest any man mislead you.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)