Skip to the text

Revelation · Byzantine Textform (Robinson-Pierpont 2018)

Revelation 7 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και μετα τουτο ειδον τεσσαρασ αγγελουσ εστωτασ επι τασ τεσσαρασ γωνιασ τησ γησ κρατουντασ τουσ τεσσαρασ ανεμουσ τησ γησ ινα μη πνεη ανεμοσ επι τησ γησ μητε επι τησ θαλασσησ μητε επι τι δενδρον
1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
2 και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολησ ηλιου εχοντα σφραγιδα θεου ζωντοσ και εκραξεν φωνη μεγαλη τοισ τεσσαρσιν αγγελοισ οισ εδοθη αυτοισ αδικησαι την γην και την θαλασσαν
2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι ου σφραγισωμεν τουσ δουλουσ του θεου ημων επι των μετωπων αυτων
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον και τεσσαρακοντα τεσσαρεσ χιλιαδεσ εσφραγισμενων εκ πασησ φυλησ υιων ισραηλ
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 εκ φυλησ ιουδα δωδεκα χιλιαδεσ εσφραγισμεναι εκ φυλησ ρουβιμ δωδεκα χιλιαδεσ εκ φυλησ γαδ δωδεκα χιλιαδεσ
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 εκ φυλησ ασηρ δωδεκα χιλιαδεσ εκ φυλησ νεφθαλειμ δωδεκα χιλιαδεσ εκ φυλησ μανασση δωδεκα χιλιαδεσ
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 εκ φυλησ συμεων δωδεκα χιλιαδεσ εκ φυλησ λευι δωδεκα χιλιαδεσ εκ φυλησ ισαχαρ δωδεκα χιλιαδεσ
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,
8 εκ φυλησ ζαβουλων δωδεκα χιλιαδεσ εκ φυλησ ιωσηφ δωδεκα χιλιαδεσ εκ φυλησ βενιαμιν δωδεκα χιλιαδεσ εσφραγισμεναι
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
9 μετα ταυτα ειδον και ιδου οχλοσ πολυσ ον αριθμησαι ουδεισ εδυνατο εκ παντοσ εθνουσ και φυλων και λαων και γλωσσων εστωτασ ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενουσ στολασ λευκασ και φοινικασ εν ταισ χερσιν αυτων
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 και κραζουσιν φωνη μεγαλη λεγοντεσ η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω
10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.
11 και παντεσ οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσον ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12 λεγοντεσ αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμισ και η ισχυσ τω θεω ημων εισ τουσ αιωνασ των αιωνων αμην
12 λέγοντες· ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13 και απεκριθη εισ εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τασ στολασ τασ λευκασ τινεσ εισιν και ποθεν ηλθον
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14 και ειπον αυτω κυριε μου συ οιδασ και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ τησ θλιψεωσ τησ μεγαλησ και επλυναν τασ στολασ αυτων και ελευκαναν εν τω αιματι του αρνιου
14 καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερασ και νυκτοσ εν τω ναω αυτου και ο καθημενοσ επι τω θρονω σκηνωσει επ αυτουσ
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16 ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδ ου μη πεση επ αυτουσ ο ηλιοσ ουδε παν καυμα
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 οτι το αρνιον το ανα μεσον του θρονου ποιμαινει αυτουσ και οδηγει αυτουσ επι ζωησ πηγασ υδατων και εξαλειψει ο θεοσ παν δακρυον εκ των οφθαλμων αυτων
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 24:31; Daniel 7:2; Jeremiah 49:36; Mark 13:27; Daniel 8:8
  2. 2 Ephesians 4:30; 2 Corinthians 1:22; Revelation 7:3–8; Revelation 9:4; Ephesians 1:13
  3. 3 Ezekiel 9:4; Revelation 22:4; Revelation 9:4; Revelation 13:16; Exodus 12:13
  4. 4 Revelation 14:1; Revelation 14:3; Luke 22:30; Matthew 19:28; Acts 26:7
  5. 5 Exodus 1:2–4; Numbers 13:4–16; Numbers 10:14–27; Numbers 1:4–15; 1 Corinthians 2:1–2
  6. 6 Luke 2:36
  7. 7 Genesis 35:23; Numbers 26:14; Genesis 29:34; Numbers 1:22; Genesis 49:5
  8. 9 Revelation 5:9; John 12:13; Psalm 117:1–2; Revelation 7:13–15; Psalm 2:8
  9. 10 Revelation 19:1; Psalm 3:8; Isaiah 45:21; Revelation 12:10; Ephesians 2:8
  10. 11 Revelation 5:11–13; Revelation 19:4–6; Revelation 4:6; Revelation 4:10; Hebrews 1:6
  11. 12 Revelation 5:12–14; Jude 25; Colossians 3:17; Psalm 100:4; Revelation 19:4
  12. 13 Revelation 7:9; Revelation 4:10; Revelation 5:11; Revelation 5:5; John 7:28
  13. 14 1 John 1:7; Revelation 22:14; Hebrews 13:12; Revelation 1:5; Revelation 12:11
  14. 15 Revelation 21:3–4; Revelation 22:3; Isaiah 4:5–6; 2 Corinthians 6:16; Hebrews 12:2
  15. 16 Isaiah 49:10; Matthew 5:6; John 4:14; Psalm 121:6; Luke 6:21
  16. 17 John 7:37–38; Psalm 36:8–9; John 4:14; Psalm 23:1–2; John 4:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 7:4 Augustine of Hippo, On Christian Doctrine (Book III, Chapters 35–36)

    … which the Church is a sojourner among aliens); or when multiplied into themselves, as ten into ten gives one hundred, and twelve into twelve gives one hundred and forty-four, which last number is used in the Apocalypse to signify the whole body of the saints. Hence it appears that it is not merely questions about times that are to be …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 7:9 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXI)

    The Apocalypse hath this written; "After this I beheld of all languages, and nations, and tribes, a great multitude, which no man can number, coming with white robes and palms." This is the mass of the saints.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)