Revelation · Byzantine Textform (Robinson-Pierpont 2018)
Revelation 8 Byzantine Textform (Robinson-Pierpont 2018)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Romans 16:25–27 stands after 14:23 (as 14:24–26), as in most Byzantine manuscripts.
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και οτε ηνοιξεν την σφραγιδα την εβδομην εγενετο σιγη εν τω ουρανω ωσ ημιωριον
1 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
2 και ειδον τουσ επτα αγγελουσ οι ενωπιον του θεου εστηκασιν και εδοθησαν αυτοισ επτα σαλπιγγεσ
2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 και αλλοσ αγγελοσ ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωση ταισ προσευχαισ των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου
3 καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
4 και ανεβη ο καπνοσ των θυμιαματων ταισ προσευχαισ των αγιων εκ χειροσ του αγγελου ενωπιον του θεου
4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.
5 και ειληφεν ο αγγελοσ τον λιβανωτον και εγεμισεν αυτον εκ του πυροσ του θυσιαστηριου και εβαλεν εισ την γην και εγενοντο βρονται και φωναι και αστραπαι και σεισμοσ
5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν. καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 και οι επτα αγγελοι οι εχοντεσ τασ επτα σαλπιγγασ ητοιμασαν εαυτουσ ινα σαλπισωσιν
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
7 και ο πρωτοσ εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι και εβληθη εισ την γην και το τριτον τησ γησ κατεκαη και το τριτον των δενδρων κατεκαη και πασ χορτοσ χλωροσ κατεκαη
7 Καὶ ὁ πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 και ο δευτεροσ αγγελοσ εσαλπισεν και ωσ οροσ μεγα καιομενον εβληθη εισ την θαλασσαν και εγενετο το τριτον τησ θαλασσησ αιμα
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα [πυρὶ] καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9 και απεθανεν το τριτον των κτισματων εν τη θαλασση τα εχοντα ψυχασ και το τριτον των πλοιων διεφθαρη
9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
10 και ο τριτοσ αγγελοσ εσαλπισεν και επεσεν εκ του ουρανου αστηρ μεγασ καιομενοσ ωσ λαμπασ και επεσεν επι το τριτον των ποταμων και επι τασ πηγασ των υδατων
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
11 και το ονομα του αστεροσ λεγεται ο αψινθοσ και εγενετο το τριτον των υδατων εισ αψινθον και πολλοι των ανθρωπων απεθανον εκ των υδατων οτι επικρανθησαν
11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 και ο τεταρτοσ αγγελοσ εσαλπισεν και επληγη το τριτον του ηλιου και το τριτον τησ σεληνησ και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και το τριτον αυτησ μη φανη η ημερα και η νυξ ομοιωσ
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φανῇ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
13 και ειδον και ηκουσα ενοσ αετου πετομενου εν μεσουρανηματι λεγοντοσ φωνη μεγαλη ουαι ουαι ουαι τοισ κατοικουσιν επι τησ γησ εκ των λοιπων φωνων τησ σαλπιγγοσ των τριων αγγελων των μελλοντων σαλπιζειν
13 Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ· οὐαί, οὐαί, οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
Cross references (13)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zechariah 2:13; Habakkuk 2:20; Revelation 6:1; Psalm 62:1; Job 4:16
- 2 Luke 1:19; Revelation 11:15; Revelation 8:6–9:1; Matthew 18:10; Amos 3:6–8
- 3 Revelation 5:8; Revelation 8:4; Psalm 141:2; Luke 1:10; Revelation 9:13
- 4 Psalm 141:2; Luke 1:10; Revelation 8:3; Exodus 30:1; Revelation 15:8
- 5 Revelation 11:19; Revelation 4:5; Isaiah 29:6; Acts 16:26; Ezekiel 10:2–7
- 6 Revelation 8:2
- 7 Ezekiel 38:22; Revelation 9:4; Revelation 9:18; Revelation 9:15; Isaiah 28:2
- 8 Jeremiah 51:25; Exodus 7:17–21; Mark 11:23; Revelation 8:7; Revelation 11:6
- 9 Revelation 8:7; Isaiah 2:16; Revelation 16:3; Revelation 8:12; Psalm 48:7
- 10 Revelation 16:4; Revelation 9:1; Isaiah 14:12; Revelation 6:13; Revelation 14:7
- 11 Jeremiah 23:15; Jeremiah 9:15; Deuteronomy 29:18; Proverbs 5:4; Lamentations 3:19
- 12 Joel 2:31; Isaiah 13:10; Joel 2:10; Matthew 24:29; 2 Thessalonians 2:9–12
- 13 Revelation 9:12; Revelation 11:14; Ezekiel 2:10; Revelation 14:6; Hebrews 1:14
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences