Saltar al texto

1 Esdras (3 Esdras) · Septuaginta griega de Brenton

1 Esdras (3 Esdras) 7 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Esdras (3 Esdras) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης, καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,
·
2 ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.
·
3 Καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν.
·
4 Καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ Ἰσραήλ· καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέων Περσῶν,
·
5 συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδαρ, τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
·
6 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες, ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ.
·
7 Καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατὸν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,
·
8 χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα πρὸς ἀριθμὸν, ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.
·
9 Καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λενῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.
·
10 Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται,
·
11 ἅμα καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν· ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν.
·
12 Καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τοῖς αἰχμαλωσίας, καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι, καὶ ἑαυτοῖς.
·
13 Καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον·
·
14 Καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,
·
15 ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτοὺς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ Ἰσραήλ.
·