1 Esdras (3 Esdras) · Septuaginta griega de Brenton
1 Esdras (3 Esdras) 9 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ, ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνὰν τοῦ Ἐλιασίβου.
1 Then Esdras rose up from the court of the temple and went to the chamber of Jonas the son of Eliasib,
2 Καὶ αὐλισθεὶς ἐκεῖ, ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
2 and lodged there, and ate no bread and drank no water, mourning for the great iniquities of the multitude.
3 Καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἱερουσαλήμ.
3 A proclamation was made in all Judea and Jerusalem to all those who returned from captivity, that they should be gathered together at Jerusalem,
4 Καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις, κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
4 and that whoever didn’t meet there within two or three days, in accordance with the ruling of the elders, that their livestock would be seized for the use of the temple, and they would be expelled from the multitude of those who returned from captivity.
5 Καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἱερουσαλήμ· οὗτος ὁ μὴν ἔννατος, τῇ εἰκάδι τοῦ μηνός.
5 Within three days, all those of the tribe of Judah and Benjamin gathered together at Jerusalem. This was the ninth month, on the twentieth day of the month.
6 Καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ, τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.
6 All the multitude sat together shivering in the broad place before the temple because of the present foul weather.
7 Καὶ ἀναστὰς Ἔσδρας εἶπεν αὐτοῖς, ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι, τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.
7 So Esdras arose up and said to them, “You have transgressed the law and married foreign wives, increasing the sins of Israel.
8 Καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν,
8 Now make confession and give glory to the Lord, the God of our fathers,
9 καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ, καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.
9 and do his will, and separate yourselves from the heathen of the land, and from the foreign women.”
10 Καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος, καὶ εἶπον μεγάλῃ τῇ φωνῇ, οὕτως ὡς εἴρηκας, ποιήσομεν.
10 Then the whole multitude cried out, and said with a loud voice, “Just as you have spoken, so we will do.
11 Ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινὴ, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι· καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
11 But because the multitude is great, and it is foul weather, so that we can’t stand outside, and this is not a work of one day or two, seeing our sin in these things has spread far,
12 Στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον,
12 therefore let the rulers of the multitude stay, and let all those of our settlements that have foreign wives come at the time appointed,
13 ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.
13 and with them the rulers and judges of every place, until we turn away the wrath of the Lord from us for this matter.”
14 Ἰωνάθας Ἀζαήλου, καὶ Ἐζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα· καὶ Μοσόλλαμος, καὶ Λευὶς, καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
14 So Jonathan the son of Azael and Ezekias the son of Thocanus took the matter on themselves. Mosollamus and Levis and Sabbateus were judges with them.
15 Καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας·
15 Those who returned from captivity did according to all these things.
16 καὶ ἐπελέξατο αὐτῷ Ἔσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου, ἐτάσαι τὸ πρᾶγμα.
16 Esdras the priest chose for himself principal men of their families, all by name. On the new moon of the tenth month they met together to examine the matter.
17 Καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς, ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
17 So their cases of men who had foreign wives was brought to an end by the new moon of the first month.
18 Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες,
18 Of the priests who had come together and had foreign wives, there were found
19 ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ τῶν ἀδελφῶν αὐτοῦ, Μαθήλας, καὶ Ἐλεάζαρος, καὶ Ἰώριβος, καὶ Ἰωαδάνος.
19 of the sons of Jesus the son of Josedek, and his kindred, Mathelas, Eleazar, and Joribus, and Joadanus.
20 Καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν· καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.
20 They gave their hands to put away their wives, and to offer rams to make reconciliation for their error.
21 Καὶ ἐκ τῶν υἱῶν Ἐμμὴρ, Ἀνανίας, καὶ Ζαβδαίος, καὶ Μάνης, καὶ Σαμαῖος, καὶ Ἱερεὴλ, καὶ Ἀζαρίας·
21 Of the sons of Emmer: Ananias, Zabdeus, Manes, Sameus, Hiereel, and Azarias.
22 καὶ ἐκ τῶν υἱῶν Φαισοὺρ, Ἐλιωναῒς, Μασσίας, Ἰσμαῆλος, καὶ Ναθαναῆλος, καὶ Ὠκόδηλος, καὶ Σαλόας.
22 Of the sons of Phaisur: Elionas, Massias, Ishmael, Nathanael, Ocidelus, and Saloas.
23 Καὶ ἐκ τῶν Λευιτῶν, Ἰωζαβάδος, καὶ Σεμεῒς, καὶ Κώϊος (οὗτός ἐστι Καλιτὰς), καὶ Παθαῖος, καὶ Ἰούδας, καὶ Ἰωνάς.
23 Of the Levites: Jozabdus, Semeis, Colius who was called Calitas, Patheus, Judas, and Jonas.
24 Ἐκ τῶν ἱεροψαλτῶν, Ἐλιάσαβος, Βακχοῦρος.
24 Of the holy singers: Eliasibus and Bacchurus.
25 Ἐκ τῶν θυρωρῶν, Σαλοῦμος, καὶ Τολβάνης.
25 Of the gatekeepers: Sallumus and Tolbanes.
26 Ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φόρος, Ἱερμὰς, καὶ Ἰεζίας, καὶ Μελχίας, καὶ Μαῆλος, καὶ Ἐλεάζαρος, καὶ Ἀσεβίας, καὶ Βαναίας.
26 Of Israel, of the sons of Phoros: Hiermas, Ieddias, Melchias, Maelus, Eleazar, Asibas, and Banneas.
27 Ἐκ τῶν υἱῶν Ἠλὰ, Ματθανίας, Ζαχαρίας, καὶ Ἰεζριῆλος, καὶ Ἰωαβδίος, καὶ Ἱερεμὼθ, καὶ Ἀϊδίας.
27 Of the sons of Ela: Matthanias, Zacharias, Jezrielus, Oabdius, Hieremoth, and Aedias.
28 Καὶ ἐκ τῶν υἱῶν Ζαμὼθ, Ἐλιαδὰς, Ἐλιάσιμος, Ὀθονίας, Ἰαριμὼθ, καὶ Σάβαθος, καὶ Ζεραλίας.
28 Of the sons of Zamoth: Eliadas, Eliasimus, Othonias, Jarimoth, Sabathus, and Zardeus.
29 Καὶ ἐκ τῶν υἱῶν Βηβαῒ, Ἰωάννης, καὶ Ἀνανίας, καὶ Ἰωζάβδος, καὶ Ἀμαθίας.
29 Of the sons of Bebai: Joannes, Ananias, Jozabdus, and Ematheis.
30 Ἐκ τῶν υἱῶν Μανὶ, Ὠλαμὸς, Μαμοῦχος, Ἰεδαῖος, Ἰασούβος, καὶ Ἰασαῆλος, καὶ Ἱερεμώθ.
30 Of the sons of Mani: Olamus, Mamuchus, Jedeus, Jasubas, Jasaelus, and Hieremoth.
31 Καὶ ἐξ υἱῶν Ἀδδὶ, Νάαθος, καὶ Μοοσίας, Λακκοῦνος, καὶ Ναΐδος, Ματθανίας, καὶ Σεσθὴλ, καὶ Βαλνούος, καὶ Μανασσίας.
31 Of the sons of Addi: Naathus, Moossias, Laccunus, Naidus, Matthanias, Sesthel, Balnuus, and Manasseas.
32 Καὶ ἐκ τῶν υἱῶν Ἀνὰν, Ἐλιωνὰς, καὶ Ἀσαΐας, καὶ Μελχίας, καὶ Σαββαῖος, καὶ Σίμων Χοσαμαίος.
32 Of the sons of Annas: Elionas, Aseas, Melchias, Sabbeus, and Simon Chosameus.
33 Καὶ ἐκ τῶν υἱῶν Ἀσὸμ, Ἀλταναῖος, καὶ Ματταθίας, καὶ Σαβανναῖος, καὶ Ἐλιφαλὰτ, καὶ Μανασσῆς, καὶ Σεμεΐ.
33 Of the sons of Asom: Maltanneus, Mattathias, Sabanneus, Eliphalat, Manasses, and Semei.
34 Καὶ ἐκ τῶν υἱῶν Βαανὶ, Ἱερεμίας, Μομδίος, Ἰσμαῆρος, Ἰουὴλ, Μαβδαῒ, καὶ Πεδίας, καὶ Ἄνως, Ῥαβασίων, καὶ Ἐνάσιβος, καὶ Μαμνιτάναιμος, Ἐλίασις, Βαννοὺς, Ἐλιαλὶ, Σομεῒς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρὰ, Σεσὶς, Ἐσρὶλ, Ἀζαῆλος, Σαματὸς, Ζαμβρὶ, Ἰώσηφος.
34 Of the sons of Baani: Jeremias, Momdis, Ismaerus, Juel, Mamdai, Pedias, Anos, Carabasion, Enasibus, Mamnitamenus, Eliasis, Bannus, Eliali, Someis, Selemias, and Nathanias. Of the sons of Ezora: Sesis, Ezril, Azaelus, Samatus, Zambri, and Josephus.
35 Καὶ ἐκ τῶν υἱῶν Ἐθμὰ, Μαζιτίας, Ζαβαδαίας, Ἠδαῒς, Ἰουὴλ, Βαναίας.
35 Of the sons of Nooma: Mazitias, Zabadeas, Edos, Juel, and Banaias.
36 Πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.
36 All these had taken foreign wives, and they put them away with their children.
37 Καὶ κατῴκησαν οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτων.
37 The priests and Levites, and those who were of Israel, lived in Jerusalem and in the country, on the new moon of the seventh month, and the children of Israel in their settlements.
38 Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος,
38 The whole multitude gathered together with one accord into the broad place before the porch of the temple toward the east.
39 καὶ εἶπεν Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ, κόμισαι τὸν νόμον Μωυσῆ, τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ Ἰσραήλ.
39 They said to Esdras the priest and reader, “Bring the law of Moses that was given by the Lord, the God of Israel.”
40 Καὶ ἐκόμισεν Ἔσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς, καὶ πᾶσι τοῖς ἱερεῦσιν, ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός.
40 So Esdras the chief priest brought the law to the whole multitude both of men and women, and to all the priests, to hear the law on the new moon of the seventh month.
41 Καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν· καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.
41 He read in the broad place before the porch of the temple from morning until midday, before both men and women; and all the multitude gave attention to the law.
42 Καὶ ἔστη Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος.
42 Esdras the priest and reader of the law stood up upon the pulpit of wood which had been prepared.
43 Καὶ ἔστησαν παρʼ αὐτῷ Ματταθίας, Σαμμοὺς, Ἀνανίας, Ἀζαρίας, Οὐρίας, Ἐζεκίας, Βαάλσαμος, ἐκ δεξιῶν·
43 Beside him stood Mattathias, Sammus, Ananias, Azarias, Urias, Ezekias, and Baalsamus on the right hand,
44 καὶ ἐξ εὐωνύμων Φαλδαῖος, καὶ Μισαὴλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας.
44 and on his left hand, Phaldeus, Misael, Melchias, Lothasubus, Nabarias, and Zacharias.
45 Καὶ ἀναλαβὼν Ἔσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους, προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων.
45 Then Esdras took the book of the law before the multitude, and sat honorably in the first place before all.
46 Καὶ ἐν τῷ λῦσαι τὸν νόμον, πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἔσδρας τῷ Κυρίῳ Θεῷ ὑψίστῳ Θεῷ σαβαὼθ παντοκράτορι.
46 When he opened the law, they all stood straight up. So Esdras blessed the Lord God Most High, the God of armies, the Almighty.
47 Καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ.
47 All the people answered, “Amen.” Lifting up their hands, they fell to the ground and worshiped the Lord.
48 Ἰησοῦς, καὶ Ἀννιοὺθ, καὶ Σαραβίας, καὶ Ἰαδινὸς, καὶ Ἰάκουβος, Σαβαταῖος, Αὐταίας, Μαιάννας, καὶ Καλίτας, Ἀζαρίας, καὶ Ἰώζαβδος, καὶ Ἀνανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
48 Also Jesus, Annus, Sarabias, Iadinus, Jacubus, Sabateus, Auteas, Maiannas, Calitas, Azarias, Jozabdus, Ananias, and Phalias, the Levites, taught the law of the Lord, and read to the multitude the law of the Lord, explaining what was read.
49 Καὶ εἶπεν Ἀτθαράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ, καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας,
49 Then Attharates said to Esdras the chief priest and reader, and to the Levites who taught the multitude, even to all,
50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου·
50 “This day is holy to the Lord—now they all wept when they heard the law—
51 βαδίσαντες οὖν φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν·
51 go then, eat the fat, drink the sweet, and send portions to those who have nothing;
52 ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς.
52 for the day is holy to the Lord. Don’t be sorrowful, for the Lord will bring you to honor.”
53 Καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ, λέγοντες ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.
53 So the Levites commanded all things to the people, saying, “This day is holy. Don’t be sorrowful.”
54 Καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι, καὶ εὐφρανθῆναι μεγάλως,
54 Then they went their way, every one to eat, drink, enjoy themselves, to give portions to those who had nothing, and to rejoice greatly,
55 ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.
55 because they understood the words they were instructed with, and for which they had been assembled.