Saltar al texto

1 Macabeos · Septuaginta griega de Brenton

1 Macabeos 15 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 Καὶ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων, καὶ παντὶ τῷ ἔθνει.
1 Antiochus son of Demetrius the king sent a letter from the islands of the sea to Simon the priest and governor of the Jews, and to all the nation.
2 Καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ ἐθνάρχῃ, καὶ ἔθνει Ἰουδαίων χαίρειν.
2 Its contents follow: “King Antiochus to Simon the chief priest and governor, and to the nation of the Jews, greetings.
3 Ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων, καὶ κατεσκεύασα πλοῖα πολεμικά,
3 Whereas certain troublemakers have made themselves masters of the kingdom of our fathers, but my purpose is to claim the kingdom, that I may restore it as it was before; and moreover I have raised a multitude of foreign soldiers, and have prepared warships;
4 βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν, καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ·
4 moreover I plan to land in the country, that I may punish those who have destroyed our country, and those who have made many cities in the kingdom desolate;
5 νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι.
5 now therefore I confirm to you all the tax remissions which the kings who were before me remitted to you, and whatever gifts besides they remitted to you,
6 Καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου,
6 and I permit you to coin money for your country with your own stamp,
7 Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι.
7 but that Jerusalem and the sanctuary should be free. All the weapons that you have prepared, and the strongholds that you have built, which you have in your possession, let them remain yours.
8 Καὶ πᾶν ὀφείλημα βασιλικὸν, καὶ τὰ ἐσόμενα βασιλικὰ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι·
8 Every debt owed to the king, and the things that will be owed to the king from henceforth and for evermore, let them be remitted to you.
9 ὡς δʼ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε, καὶ τὸ ἔθνος σου, καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ.
9 Moreover, when we have established our kingdom, we will glorify you and your nation and the temple with great glory, so that your glory will be made manifest in all the earth.
10 Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάσεις, ὥστε ὀλίγους εἶναι τσὺς καταλειφθέντας σὺν Τρύφωνι.
10 In the one hundred seventy-fourth year, Antiochus went into the land of his fathers; and all the forces came together to him, so that there were few men with Tryphon.
11 Καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης.
11 King Antiochus pursued him, and he came, as he fled, to Dor, which is by the sea;
12 Εἶδε γὰρ ὅτι συνῆκται ἐπʼ αὐτὸν τὰ κακὰ, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.
12 for he knew that troubles had come upon him all at once, and that his forces had deserted him.
13 Καὶ παρενέβαλεν Ἀντιοχος ἐπὶ Δωρᾶ, καὶ σύν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν, καὶ ὀκτακισχιλία ἵππος.
13 Antiochus encamped against Dor, and with him one hundred twenty thousand men of war and eight thousand cavalry.
14 Καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς, καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.
14 He surrounded the city, and the ships joined in the attack from the sea. He harassed the city by land and sea, and permitted no one to go out or in.
15 Καὶ ἦλθε Νουμήνιος, καὶ οἱ παρʼ αὐτοῦ, ἐκ Ῥώμης, ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις ἐν αἷς ἐγέγραπτο τάδε·
15 Numenius and his company came from Rome, having letters to the kings and to the countries, in which were written these things:
16 Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
16 “Lucius, consul of the Romans, to King Ptolemy, greetings.
17 Οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς φίλοι ἡμῶν, καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως, καὶ τοῦ δήμου τῶν Ἰουδαίων.
17 The Jews’ ambassadors came to us as our friends and allies, to renew the old friendship and alliance, being sent from Simon the high priest, and from the people of the Jews.
18 Ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.
18 Moreover they brought a shield of gold weighing one thousand minas.
19 Ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς, κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς, καὶ τὰς πόλεις αὐτῶν, καὶ τὴν χώραν αὐτῶν, καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς.
19 It pleased us therefore to write to the kings and to the countries, that they should not seek their harm or fight against them, their cities, and their country, or be allies with those who fight against them.
20 Ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν.
20 Moreover, it seemed good to us to receive the shield from them.
21 Εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν.
21 If therefore any troublemakers have fled from their country to you, deliver them to Simon the high priest, that he may take vengeance on them according to their law.”
22 Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ, καὶ Ἀττάλῳ, Ἀριαράθῃ, καὶ Ἀρσάκῃ.
22 He wrote the same things to King Demetrius, to Attalus, to Arathes, to Arsaces,
23 Καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον, καὶ εἰς Μύνδον, καὶ εἰς Σικυῶνα, καὶ εἰς τὴν Καρίαν, καὶ εἰς Σάμον, καὶ εἰς τὴν Παμφυλίαν, καὶ εἰς τὴν Λυκίαν, καὶ εἰς Ἀλικαρνασσὸν, καὶ εἰς Ῥόδον, καὶ εἰς Φασηλίδα, καὶ εἰς Κῶ, καὶ εἰς Σίδην, καὶ εἰς Ἄραδον, καὶ εἰς Γόρτυναν, καὶ Κνίδον, καὶ Κύπρον, καὶ Κυρήνην.
23 to all the countries, to Sampsames, to the Spartans, to Delos, to Myndos, to Sicyon, to Caria, to Samos, to Pamphylia, to Lycia, to Halicarnassus, to Rhodes, to Phaselis, to Cos, to Side, to Aradus, Gortyna, Cnidus, Cyprus, and Cyrene.
24 Τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.
24 They also wrote this copy to Simon the high priest.
25 Αντιόχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διαπαντὸς αὐτῇ τὰς χεῖρας, καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι.
25 But King Antiochus encamped against Dor the second day, bringing his forces up to it continually, and making engines of war; and he shut up Tryphon from going in or out.
26 Καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ, καὶ ἀργύριον καὶ χρυσίον, καὶ σκεύη ἱκανά.
26 Simon sent him two thousand chosen men to fight on his side, with silver, gold, and instruments of war in abundance.
27 Καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλʼ ἠθέτησε πάντα ὅσα συνέθετο αὐτῷ τοπρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.
27 He would not receive them, but nullified all the covenants which he had made with him before, and was estranged from him.
28 Καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων, ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, πόλεις τῆς βασιλείας μου.
28 He sent to him Athenobius, one of his friends, to confer with him, saying, “You hold possession of Joppa, Gazara, and the citadel that is in Jerusalem, cities of my kingdom.
29 Τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.
29 You have devastated their territory, and done great harm in the land, and control many places in my kingdom.
30 Νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας.
30 Now therefore hand over the cities which you have taken, and the tributes of the places which you have taken control of outside of the borders of Judea;
31 Εἰ δὲ μὴ, δότε ἀντʼ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ δὴ, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
31 or else give me for them five hundred talents of silver; and for the harm that you have done, and the tributes of the cities, another five hundred talents. Otherwise we will come and subdue you.”
32 Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλήμ, καὶ εἶδε τὴν δόξαν Σίμωνος, καὶ κυλικεῖον μετὰ χρυσωμάτων, καὶ ἀργυρωμάτων, καὶ παράστασιν ἱκανὴν, καὶ ἐξίστατο, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως.
32 Athenobius, the king’s friend, came to Jerusalem. When he saw the glory of Simon, the cupboard of gold and silver vessels, and his great attendance, he was amazed. He reported to him the king’s words.
33 Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη.
33 Simon answered, and said to him, “We have not taken other men’s land nor do we have possession of that which belongs to others, but of the inheritance of our fathers. However, it had been in possession of our enemies wrongfully for a while.
34 Ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.
34 But we, having opportunity, firmly hold the inheritance of our fathers.
35 Περὶ δὲ Ἰόππης καὶ Γαζάρων ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν·
35 As for Joppa and Gazara, which you demand, they did great harm among the people throughout our country. We will give one hundred talents for them.” Athenobius didn’t answer even one word,
36 Καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον. Ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους, καὶ τὴν δόξαν Σίμωνος, καὶ πάντα ὅσα εἶδε· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργῆν μεγάλην.
36 but returned in a rage to the king, and reported to him these words, and the glory of Simon, and all that he had seen; and the king was exceedingly angry.
37 Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα.
37 Meanwhile, Tryphon embarked on board a ship, and fled to Orthosia.
38 Καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ.
38 The king appointed Cendebaeus chief captain of the sea coast, and gave him troops of infantry and cavalry.
39 Καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν, καὶ ὀχυρῶσαι τὰς πύλας, καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.
39 He commanded him to encamp against Judea, and he commanded him to build up Kidron, and to fortify the gates, and that he should fight against the people; but the king pursued Tryphon.
40 Καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν, καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν, καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν.
40 So Cendebaeus came to Jamnia and began to provoke the people, and to invade Judea, and to take the people captive and kill them.
41 Καὶ ᾠκοδόμησε τὴν Κεδρών· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνεταξεν αὐτῷ ὁ βασιλεύς.
41 He built Kidron and stationed cavalry and infantry there, to the end that going out they might make raids on the highways of Judea, as the king had commanded him.