Saltar al texto

1 Macabeos · Septuaginta griega de Brenton

1 Macabeos 6 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Macabeos no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐνάνω χώρας, καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ τε καὶ χρυσίῳ,
·
2 καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ, καὶ θώρακες, καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ Φιλίππου, βασιλεὺς ὁ Μακεδὼν, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς Ἕλλησι.
·
3 Καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν, καὶ προνομεῦσαι αὐτὴν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως.
·
4 Καὶ ἀνέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης, ἀποστρέψαι εἰς Βαβυλῶνα.
·
5 Καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα, ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ἰούδα.
·
6 Καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις, καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν.
·
7 Καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ἱερουσαλὴμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς, καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ.
·
8 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα· καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἐνέπεσεν εἰς ἀῤῥωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο.
·
9 Καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπʼ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει.
·
10 Καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ, καὶ εἶπε πρὸς αὐτοὺς, ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης.
·
11 Καὶ εἶπα τῇ καρδίᾳ μου, ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου.
·
12 Νῦν δὲ μιμνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλὴμ, καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυγᾶ τὰ ἐν αὐτῇ, καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διακενῆς.
·
13 Ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
·
14 Καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ.
·
15 Καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν.
·
16 Καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐννάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ.
·
17 Καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα.
·
18 Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες τὰ κακὰ διʼ ὅλου, καὶ στήριγμα τοῖς ἔθνεσι
·
19 Καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς.
·
20 Καὶ συνήχθησαν ἅμα, καὶ περιεκάθισαν ἐπʼ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπʼ αὐτοὺς βελοστάσεις καὶ μηχανάς.
·
21 Καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινὲς τῶν ἀσεβῶν ἐξ Ἰσραήλ,
·
22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ εἶπον, ἕως πότε οὐ ποιήσῃ κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν;
·
23 Ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ.
·
24 Καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν, χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
·
25 Καὶ οὐκ ἐφʼ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν.
·
26 Καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἱερουσαλὴμ, τοῦ καταλαβέσθαι αὐτὴν, καὶ τὸ ἁγίασμα, καὶ τὴν Βαιθσούραν ὠχύρωσαν.
·
27 Καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διατάχους, μείζονα τούτων ποιήσουσι, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.
·
28 Καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν.
·
29 Καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί.
·
30 Καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν, καὶ εἴκοσι χιλιάδες ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.
·
31 Καὶ ἤλθοσαν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν, καὶ ἐπολέμησαν ἡμέρας πολλὰς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον, καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ, καὶ ἐπολέμησαν ἀνδρωδῶς.
·
32 Καὶ ἀπῇρεν Ἰούδας ἀπὸ τῆς ἄκρας, καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.
·
33 Καὶ ὤρθρισεν ὁ βασιλεὺς τοπρωῒ, καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι.
·
34 Καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων, τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον.
·
35 Καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας, καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι.
·
36 Οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον, ἦσαν, καὶ οὗ ἐὰν ἐπορεύετο, ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπʼ αὐτοῦ.
·
37 Καὶ πύργοι ξύλινοι ἐπʼ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφʼ ἑκάστου θηρίου, ἐζωσμένοι ἐπʼ αὐτοῦ μηχαναῖς· καὶ ἐφʼ ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπʼ αὐτοῖς, καὶ ὁ Ἰνδὸς αὐτοῦ.
·
38 Καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν.
·
39 Ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπʼ αὐτῶν, καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
·
40 Καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη, καί τινες ἐπὶ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως.
·
41 Καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν, καὶ ὁδοιπαρίας τοῦ πλήθους, καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.
·
42 Καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν· καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.
·
43 Καὶ εἶδεν Ἐλεάζαρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς.
·
44 Καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ, καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.
·
45 Καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος, καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπʼ αὐτοῦ ἔνθα καὶ ἔνθα.
·
46 Καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα, καὶ ὑπέθηκεν αὐτῷ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ.
·
47 Καὶ ἴδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπʼ αὐτῶν.
·
48 Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ἱερουσαλήμ· καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιὼν,
·
49 καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων· καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ.
·
50 Καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτὴν,
·
51 καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς, καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυρόβολα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη, καὶ σφενδόνας.
·
52 Καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν, καὶ ἐπολέμησαν ἡμέρας πολλάς.
·
53 Βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις, διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασωζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως.
·
54 Καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
·
55 Καὶ ἤκουσε Λυσίας, ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶν, ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτὸν,
·
56 ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδείας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα.
·
57 Καὶ κατέσπευσε τοῦ ἀπελθεῖν, καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας, ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομεν ἐστιν ὀχυρὸς, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας.
·
58 Νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν,
·
59 καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τοπρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν, ὠργίσθησαν, καὶ ἐποίησαν ταῦτα πάντα.
·
60 Καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
·
61 Καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος.
·
62 Καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν, καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησε τὸν ὁρκισμὸν ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν.
·
63 Καὶ ἀπῇρε κατὰ σπουδὴν, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν, καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησε πρὸς αὐτὸν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.
·