2 Macabeos · Septuaginta griega de Brenton
2 Macabeos 15 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
1 But Nicanor, hearing that Judas and his company were in the region of Samaria, resolved to attack them with complete safety on the day of rest.
2 Τῶν δὲ κατʼ ἀνάγκην συνεπομένων αὐτῷ Ἰουδαίων, λεγόντων, μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐθορῶντος μεθʼ ἁγιότητος ἡμέρᾳ.
2 When the Jews who were compelled to follow him said, “Don’t destroy so savagely and barbarously, but give due glory to the day which he who sees all things has honored and hallowed above other days.”
3 Ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν, εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν;
3 Then the thrice-accursed wretch asked if there were a Sovereign in heaven who had commanded to keep the Sabbath day.
4 Τῶν δὲ ἀποφῃναμένων, ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης, ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα.
4 When they declared, “There is the Lord, living himself as Sovereign in heaven, who told us observe the seventh day.”
5 Ὁ δὲ ἕτερος, κᾀγώ φησι, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα, καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν· ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τό σχέτλιον αὐτοῦ βούλημα.
5 He replied, “I also am a sovereign on the earth, who commands you to take up weapons and execute the king’s business.” Nevertheless he didn’t prevail to execute his cruel plan.
6 Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπαιον.
6 And Nicanor, in his utter boastfulness and arrogance, had determined to set up a monument of complete victory over Judas and all those who were with him.
7 Ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου.
7 But Maccabaeus still trusted unceasingly, with all hope that he should obtain help from the Lord.
8 Καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾷν τὴν τῶν ἔθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἁπʼ οὐρανοῦ βοηθήματα, καὶ τανῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν.
8 He exhorted his company not to be fearful at the assault of the heathen, but keeping in mind the help which in former times they had often received from heaven, so now also to look for the victory which would come to them from the Almighty,
9 Καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε.
9 and encouraging them out of the law and the prophets, and reminding them of the conflicts that they had won, he made them more eager.
10 Καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς, παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
10 And when he had aroused their courage, he gave them orders, at the same time pointing out the faithlessness of the heathen and their breach of their oaths.
11 Ἕκαστον δὲ αὐτῶν καθοπλίσας, οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας εὔφρανεν.
11 Arming each one of them, not so much with the sure defense of shields and spears as with the encouragement of good words, and moreover relating to them a dream worthy to be believed, he made them all exceedingly glad.
12 Ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθὸν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προϊέμενον πρεπόντως, καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι.
12 The vision of that dream was this: Onias, he who had been high priest, a noble and good man, modest in bearing, yet gentle in manner and well-spoken, and trained from a child in all points of virtue, with outstretched hands invoking blessings on the whole body of the Jews.
13 Εἶθʼ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν.
13 Then he saw a man appear, of venerable age and exceeding glory, and the dignity around him was wonderful and most majestic.
14 Ἀποκριθέντα δὲ τὸν Ὀνιαν εἰπεῖν, ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ Θεοῦ προφήτης.
14 Onias answered and said, “This is the lover of the kindred, he who prays much for the people and the holy city: Jeremiah the prophet of God.
15 Προτείναντα δὲ τὸν Ἱερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε,
15 Jeremiah stretched out his right hand and delivered to Judas a gold sword, and in giving it addressed him thus:
16 λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, διʼ ἧς θραύσεις τοὺς ὑπεναντίους.
16 “Take this holy sword, a gift from God, with which you shall strike down the adversaries.”
17 Παρακληθέντες δὲ τοῖς Ἰούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι, καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν, καὶ τὰ ἅγια, καὶ τὸ ἱερὸν κινδυνεύειν.
17 Being encouraged by the words of Judas, which were noble and effective, and able to incite to virtue and to stir the souls of the young to manly courage, they determined not to carry on a campaign, but nobly to bear down upon the enemy, and fighting hand to hand with all courage bring the matter to a conclusion, because the city, the sanctuary, and the temple were in danger.
18 Ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγὼν, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.
18 For their fear for wives and children, and furthermore for family and relatives, was less important to them; but greatest and first was their fear for the consecrated sanctuary.
19 Ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.
19 Also those who were shut up in the city were in no light distress, being troubled because of the encounter in the open country.
20 Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη συμμιξάντων τῶν πολεμίων, καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς τε ἵππου κατὰ κέρας τεταγμένης,
20 When all were now waiting for the decision of the issue, and the enemy had already joined battle, and the army had been set in array, and the elephants brought back to a convenient post, and the cavalry deployed on the flanks,
21 Συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν, καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν, τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν, ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι διʼ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
21 Maccabaeus, perceiving the presence of the troops, and the various weapons with which they were equipped, and the savageness of the elephants, holding up his hands to heaven called upon the Lord who works wonders, knowing that success comes not by weapons, but that, according to how the Lord judges, he gains the victory for those who are worthy.
22 Ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον, σὺ, Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλες ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας.
22 And calling upon God, he said this: “You, O Sovereign Lord, sent your angel in the time of King Hezekiah of Judea, and he killed of the army of Sennacherib as many as one hundred eighty-five thousand.
23 Καὶ νῦν, Δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον.
23 So now also, O Sovereign of the heavens, send a good angel before us to bring terror and trembling.
24 Μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν· καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν.
24 Through the greatness of your arm let them be stricken with dismay who with blasphemy have come here against your holy people.” As he finished these words,
25 Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον,
25 Nicanor and his company advanced with trumpets and victory songs;
26 οἱ δὲ περὶ τὸν Ἰούδαν μετʼ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις.
26 but Judas and his company joined battle with the enemy with invocation and prayers.
27 Καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ.
27 Fighting with their hands and praying to God with their hearts, they killed no less than thirty-five thousand men, being made exceedingly glad by the manifestation of God.
28 Γενόμενοι δὲ ἀπὸ τῆς χρείας, καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
28 When the engagement was over and they were returning again with joy, they recognized Nicanor lying dead in full armor.
29 Γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ.
29 Then there was shouting and noise, and they blessed the Sovereign Lord in the language of their ancestors.
30 Καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ἱεροσόλυμα.
30 He who in all things was in body and soul the foremost champion of his fellow citizens, he who kept through life the good will of his youth toward his countrymen, ordered that Nicanor’s head be cut off with his hand and arm, and that they be brought to Jerusalem.
31 Παραγενόμενος δὲ ἐκεῖ, καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς, καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
31 When he had arrived there and had called his countrymen together and set the priests before the altar, he sent for those who were in the citadel.
32 Καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν, καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησε.
32 Showing the head of the vile Nicanor and the hand of that profane man, which with proud brags he had stretched out against the holy house of the Almighty,
33 Καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν, ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμᾶσαι.
33 and cutting out the tongue of the impious Nicanor, he said that he would give it in pieces to the birds, and hang up these rewards of his folly near the sanctuary.
34 Οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον, λέγοντες, εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
34 They all, looking up to heaven, blessed the Lord who had manifested himself, saying, “Blessed is he who has preserved his own place undefiled!”
35 Ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας, ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον.
35 He hung Nicanor’s head and shoulder from the citadel, a clear sign evident to all of the help of the Lord.
36 Καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τὴνδε τὴν ἡμέραν· ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς, Ἄδαρ λέγεται τῇ Συριακῇ φωνῇ, πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας.
36 They all ordained with a common decree to in no way let this day pass undistinguished, but to mark with honor the thirteenth day of the twelfth month (it is called Adar in the Syrian language), the day before the day of Mordecai.
37 Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω, καὶ ἀπʼ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἑβραίων. Καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον.
37 This then having been the account of the attempt of Nicanor, and the city having from those times been held by the Hebrews, I also will here make an end of my book.
38 Καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
38 If I have written well and to the point in my story, this is what I myself desired; but if its poorly done and mediocre, this is the best I could do.
39 Καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν, πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς, καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει· ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.
39 For as it is distasteful to drink wine alone and likewise to drink water alone, while the mingling of wine with water at once gives full pleasantness to the flavor; so also the fashioning of the language delights the ears of those who read the story. Here is the end.