Saltar al texto

4 Macabeos · Septuaginta griega de Brenton

4 Macabeos 10 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

4 Macabeos no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος, ὁ τρίτος ἤγετο, παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σώζοιτο.
·
2 Ὁ δὲ ἀναβοήσας, ἔφη, ἤ ἀγνοεῖτε, ὅτι αὐτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατὴρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννεσιν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν;
·
3 Οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν.
·
3a Πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδʼ ἂν θέλητε, ἅψασθαι δύνασθε.
·
5 Οἱ δὲ πίκρῶς ἐνέγκαντες τὴν παῤῥησίαν τοῦ ἀνδρὸς, ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν, καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον·
·
6 καὶ τοὺς δακτύλους, καὶ τοὺς βραχίονας, καὶ τὰ σκέλη, καὶ τοὺς ἀγκῶνας περιέλκων.
·
7 Καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι, περισύραντες τὸ δέρμα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον, καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν.
·
8 Περὶ ὃν ἐκ σφονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀποῤῥεούσας.
·
9 Μέλλων δὲ ἀποθνήσκειν,
·
10 ἔφη, ἡμεῖς μὲν ὦ μιαιρώτατε τύραννε, διὰ παιδείαν καί ἀρετὴν Θεοῦ ταῦτα πάσχομεν.
·
11 Σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν, ἀκαταλύτους καρτερήσεις βασάνους.
·
12 Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες,
·
13 Μὴ μανῄς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν· ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ, σῶζε σεαυτόν.
·
14 Ὁ δὲ αὐτοῖς ἔφη, οὐχ οὕτως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι.
·
15 Μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα.
·
16 Ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διὰ τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβεβανασισθέντων.
·
17 Ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιαιρώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν.
·
18 Ὁ δὲ ἔφη, κᾂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ Θεός.
·
19 Ἰδοὺ κεχάλασται ἡ γλῶσσα· τέμνε· οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωσσοτομήσεις.
·
20 Ἡδέως ὑπὲρ τοῦ Θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμενα.
·
21 Σὲ δὲ ταχέως μετελεύσεται ὁ Θεός· τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.
·