Saltar al texto

4 Macabeos · Septuaginta griega de Brenton

4 Macabeos 8 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

4 Macabeos no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Τὸ δὲ δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἠλικίας τῶν Ἑβραίων ἀγαγεῖν· καὶ εἰ μὲν μιεροφαγήσαιεν, ἀπολύειν φάγοντας· εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν.
·
2 Ταῦτα διαδεξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γηραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαριέντες.
·
3 Οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἤσθετο ἐπʼ αὐτοῖς, καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς, καὶ πλησίον καλέσας, ἔφη,
·
4 Ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθʼ ἐνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος· καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν·
·
5 ἀλλὰ καὶ παρακαλῶ συνείξαντας τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· δυναίμην γὰρ ὥσπερ κολάζειν τοὺς ἐπιτάγμασιν, σὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.
·
6 Πιστεύσατε οὖν, καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήψεσθε, ἀρνησάμενοι τὸν πάτριον ἡμῶν τῆς πολιτείας θεσμόν·
·
7 καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου, καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν.
·
8 Ἐπεὶ ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι.
·
9 Κατελεήσατε οὖν ἑαυτοὺς, οὕς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι.
·
10 Οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;
·
11 Ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βασανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι.
·
12 Ὡς δὲ τροχούς τε καὶ ἀρθενβόλους στρεβλωτήρια, καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας, καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθησαν, ὑπολαβὼν δὲ ὁ τύραννος, ἔφη, μειράκια φοβήθητε,
·
13 καὶ ἥν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται διʼ ἀνάγκην παρανομήσασιν.
·
14 Οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ, καὶ ὁρῶντες δεινὰ, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφῃσαν τῷ τυράννῳ, καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν.
·
15 Καί τοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν, καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις; οὐχὶ τούτοις;
·
16 Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς παρακαλοῦντος, καὶ ἐπὶ εὐεργεσίᾳ φωνοῦντος, μὴ πεισθείημεν αὐτῷ;
·
17 Τί βουλήμασιν κενοῖς ἐαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν;
·
18 Οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν;
·
19 Ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοικτειρήσωμεν τὸ τῆς μητρὸς γῆρας·
·
20 καὶ ἐνθυμηθῶμεν, ὅτι ἀπειθοῦντες τεθνηξόμεθα.
·
21 Συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη διʼ ἀνάγκην τὸν βασιλὲα φοβηθεῖσιν.
·
22 Τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου, καὶ ἐπιστεροῦμεν ἐαυτοὺς τοῦ γλυκέος κόσμου;
·
23 Μὴ βιαζώμεθα τὴν ἀνάγκην, μηδὲ κενοδοξήσωμεν ἐπʼ τῇ ἑαυτῶν στρέβλῃ.
·
24 Οὐδὲ αὐτὸς ὁ ναὸς ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια.
·
25 Πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέηκεν φιλονεικία, καὶ ἡ θανατεφόρος ἀρέσκει καρτερία, παρὸν μετὰ ἀταραξίας χρὴ τῷ βασιλεῖ πεισθέντας;
·
26 Ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν.
·
27 Ἦσαν γὰρ περιφρονες τῶν παθῶν, καὶ αὐτηκράτορες τῶν ἀλγηδόνων. Ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον,
·