Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 19 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται, ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται. 2 Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετοὺς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται. 3 Σήτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται. 4 Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. 5 Ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται, 6 καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ. 7 Μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ. 8 Ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστί σοι ἁμαρτία, μὴ ἀποκάλυπτε. 9 Ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε. 10 Ἀκήκοας λόγον; συναποθανέτω σοι, θάρσει, οὐ μή σε ῥήξει. 11 Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. 12 Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. 13 Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ. 14 Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ. 15 Ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολὴ, καὶ μὴ παντὶ λόγῳ πίστευε. 16 Ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς· καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ; 17 Ἔλεγξον τὸν πλησίον σου πρινη ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ ὑψίστου. 20 Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου. 22 Καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν, ὅπου βουλὴ ἁμαρτωλῶν, φρόνησις. 23 Ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ. 24 Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον. 25 Ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα. 26 Ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου. 27 Συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε. 28 Καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν, κακοποιήσει. 29 Ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνὴρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων. 30 Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.

Esta traducción no tiene los versículos 18–19, 21; los demás conservan su numeración habitual.

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 19:1 Augustine of Hippo, Confessions (Book IX, Chapters V–VIII)

    And so unto that little, adding daily littles (for "he that contemneth small things shall fall by little and little"), she contracted such a habit as, to drink off eagerly her little cup nearly full of wine.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)